← アイリオス・アリステイデス

聖なる話 3

§309-310

アドリアノイでの病苦と夢のお告げによる乗馬の快復

著者はアドリアノイでの深刻な病苦を描写し、夢の中で救いの馬や自分の詩が歌われる学校を見た後、現実に馬に乗ることで奇跡的な回復を遂げたことを語る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§309

ἔτυχον μὲν διατρίβων ἐν Ἀδριανοῖς, τοῦ θεοῦ πέμψαντος· ἦσαν δὲ αἱ πολλαὶ τότε καὶ συνεχεῖς ἀπορίαι, οὔτε γὰρ τρέφεσθαι δυνατὸν ἦν μοι οὔθʼ ὅ τι γευσαίμην1 κατέχειν τοῦτο, ἀλλʼ εὐθὺς συνίστατο σὺν πυρὶ πολλῷ καὶ τὴν φάρυγγα ἔκειρε καὶ τὸ πνεῦμα ἀπελάμβανε, καὶ σφάκελοι πυρώδεις ἐχώρουν εἰς κεφαλὴν ἄνω. καὶ πειρωμένῳ ἐμεῖν οὐκ ἀπήντα, ἀλλʼ ἦν καὶ ῥανὶς ἀντὶ τρικυμίας, διὰ τὸ ἐνίσχεσθαί τε καὶ πνιγμὸν φέρειν, μόλις δʼ ἂν καὶ μετὰ πολλοῦ θορύβου καὶ πολλῆς ἀπογνώσεως ἀπηλλάγην οὐκ ἀναιμωτὶ, ἀλλʼ ἀνεξαίνετο ἅπας ὁ πόρος καὶ καθίστατο ἀντʼ ἄλλου τραύματος. καὶ ὁ κάματος δὴ καὶ ἡ πᾶσα τοῦ σώματος ἀσθένεια καὶ κάθαρσις κατὰ λόγον τῶν συμβαινόντων ἦν. καὶ τῶν φίλων καὶ τῶν εἰωθότων παρῆν οὐδεὶς, ἀλλʼ ἀπεδήμουν ἄλλος ἄλλοσε, ὅτι μὴ εἷς τις ἔτυχε διαιτώμενος ἐν τοῖς ὕδασι τότε, ὃν ἐγὼ ἔτι πρόσθεν ἐδόκουν ὄναρ κειμένῳ μοι καθʼ ὁδὸν μόνῳ, τοῦ ἵππου ἐφʼ οὗ καθήμην πεπτωκότος, εἰπεῖν2 ὅτι καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης συμβαίη, μόνον με ἀπολειφθῆναι. τοῦτο μὲν δὴ ἐν Περγάμῳ προγεγόνει πρὸ τῆς ἐξόδου μικρόν· τότε δὲ ἐν τοῖς Ἀδριανοῖς ἀπορουμένῳ μέμνημαι τοιοῦτον ὄναρ γενόμενον· ἐδόκουν ἐπὶ σχεδίας φέρεσθαι ἐν τῷ Αἰγυπτίῳ πελάγει μόνος, εἶναι δὲ τῆς σχεδίας ἐπʼ ἄκρῳ τε καὶ τῷ πρὸς τὴν γῆν· ἀποροῦντι δέ μοι προφανῆναι τὸν τροφέα Ζώσιμον ἵππον ἔχοντα ἐν τῇ γῇ, καί πως ἐκβῆναί τε καὶ λαβέσθαι ἀσμένως τοῦ ἵππου. καὶ τοῦτο μὲν οὕτως. ἐδόκουν δὲ καὶ διὰ τῆς Ἀλεξανδρείας διεξιὼν διδασκαλεῖα παίδων ὁρᾶν· οἱ δʼ ἀνεγίγνωσκόν τε καὶ ᾖδον τὰ ἔπη τάδε, ὑπηχοῦντες ὡς ἥδιστον "πολλοὺς δʼ ἐκ θανάτοιο ἐρύσατο δερκομένοιο3 ἀστραφέεσσι πύλῃσιν ἐπʼ αὐτῇσιν βεβαῶτας Ἀΐδεω." ταῦτα δʼ ἐστὶ τῶν ἡμετέρων ἐπῶν, ἃ πρῶτα σχεδὸν ἐποιήσαμεν τῷ θεῷ. θαυμάζειν οὖν ὅπως ἤδη διαπεφοιτηκότα εἰς τὴν Αἴγυπτον εἴη καὶ χαίρειν ὑπερφυῶς, ὅτε δὴ τυγχάνοιμι κατειληφὼς ᾀδόμενα τἀμαυτοῦ. καὶ τὰ μὲν κεφάλαια τῶν ἐνυπνίων τοιαῦτά ἐστιν. ἡμέρας δὲ γενομένης, ἔτυχε γάρ μοι παρὼν ἵππος, ἀναβαίνω τε εὐθὺς καὶ ὃν οὐδʼ ἂν εἷς ᾠήθη4 διαρκέσαι μέχρι τῆς πρώτης ἐξόδου, δρόμους τε ἀπελαύνω τὸν ἵππον καὶ γίγνομαι ῥᾴων θέοντος ἔτι, καὶ ἀπῄει τῶν ἄνω πολὺ τοῦ βάρους καί τις δύναμις ὡς ἐν τοιούτοις συνελέγη, καὶ ἦσαν πάλιν ἐλπίδες. ἐγένετο δέ μοι καὶ νύκτωρ φωνὴ λέγοντός του, τεθεράπευσαι, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς ἀπορωτάτοις. ὃν μὲν οὖν τρόπον εἴς τε τὴν Πέργαμον

神が送られたことにより、私はアドリアノイに滞在していた。当時、たびたび困難が絶え間なく起こった。というのも、私は食事を摂ることもできず、あるいは何かを味わってもそれを胃に留めておくことができなかったからだ。かえって、激しい熱を伴ってすぐに凝固し、喉をすり減らし、息を詰まらせ、燃えるような痙攣が頭へと昇っていった。そして、吐こうと試みても、何も出てこなかった。大波の代わりにほんのしずくがあるだけで、それが引っかかって窒息しそうになった。やっとのことで、大騒ぎになり、絶望の極みに達した末に、血を流さずには回復されなかった。すべての通路がむしり取られるようになり、別の傷口のようになってしまった。疲労と身体全体の衰弱、そして浄化は、起こっている事柄に相応したものであった。友人や知人は誰も居合わせず、それぞれ別の場所へ旅行中であった。ただ一人、当時温泉のところに滞在していた者を除いて。彼について、私はさらに以前、旅の途中で一人横たわっている夢の中で、私の乗っていた馬が倒れたときに、「これもまた運命の仕業だ。お前はただ一人取り残されるのだ」と彼が言うのを私は思った。これは出発の少し前にペルガモンで既に起こっていた。さて、当時アドリアノイで窮していた私に、次のような夢が訪れたのを覚えている。私は一人エジプト海で筏に乗って漂っており、筏の先端、陸地に近い方にいるように思われた。途方に暮れる私に、養育者ゾーシモスが陸地で馬を連れて現れ、私はなんとか上陸して、喜んでその馬を捕まえた。これはこのような夢だった。また、私はアレクサンドリアを通り抜けながら、子供たちの学校を見ているようにも思われた。子供たちはこれらの詩を読み、また最も心地よく声を合わせ合唱していた。 「死が見つめるなか、多くの者を死から救い出した、 冥府の、輝きなき門のその真ん前に立っていた者たちを。」 これらは私の詩の一部であり、ほぼ最初に私が神のために作ったものであった。だから、それがすでにエジプトにまで広まっていることに私は驚き、また、自分の作品が歌われているのを目にしたことに、この上なく喜んでいた。 夢の要点はこのようなものである。夜が明けると、私のもとに馬がいたので、すぐにその馬に乗った。その馬は、最初の出発点まで持ち堪えるとは誰も思わなかったであろう代物だったが、私はその馬を走らせ、それがまだ走っているうちに私は体が軽くなり、上半身の重荷の多くが去り、このような状況下にしてはある種の力が回復し、再び希望が生まれた。夜には私に、「お前は治癒された」と言う何者かの声が届いた。これもまた最も困難な状況の中でのことであった。さて、私がペルガモンへ……

構文注4 件
  1. 309ὅ τι γευσαίμην

    関係節内における希求法アオリスト中道態。過去の一般的条件、あるいは過去における反復的な動作を示す用法(optative of past general supposition / iterative optative)である。

  2. 310ὃν ἐγὼ ἔτι πρόσθεν ἐδόκουν ... εἰπεῖν

    主動詞 ἐδόκουν (〜のように思われた)に、不定詞 εἰπεῖν がかかっており、関係代名詞 ὃν がその対格主語となっている。夢の中の内容として「彼が〜と言うのを、私は思った」という入れ子構造を形成している。

  3. 310δερκομένοιο

    動詞 δέρκομαι の分詞のホメロス風属格単数形。直前の θανάτοιο (死)を修飾しており、アリスティデスが自作の詩において擬古的な叙事詩の方言・形式を採用していることを示す。

  4. 310ὃν οὐδʼ ἂν εἷς ᾠήθη

    小辞 ἄν と直説法過去(ᾠήθη)の組み合わせ。過去における反実仮想、あるいは可能性(「誰一人として〜とは思わなかったであろう」)を意味する。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(1 件・最終 2026-09-21)
  • 2026-09-21 AI校閲 — 注 1 件
urn:cts:greekLit:tlg0284.tlg025.humanitext-grc2:309-310