- 底本
- Aristides. Vol. 1. Dindorf, Wilhelm, editor. Leipzig: Reimer, 1829.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0284.tlg017.humanitext-grc2:247-249
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
エーゲ海を称える一節。著者は他作家たちの海への否定的評価を対比させつつ、エーゲ海が世界と海の中央に位置し、気候が温暖で、多くの島や都市に富んで住みやすく、航海にも適した理想的な海であることを論じる。
πέλαγος δὲ οὐδείς πω διὰ τέλους ᾖσεν οὔτε ποιητὴς οὔτε λογογράφος, ἀλλʼ Ὅμηρος λέγει ἰοειδέα πόντον καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον· τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρομον καὶ τὰ τοιαῦτʼ ὀνομάζοντες. ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν ὁ θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως1 ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν. ἐν γὰρ τῷ μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, ᾗ πρῶτον μεθʼ Ἑλλήσποντον διίστασθον· γένη δὲ τὰ ἐνδοξότατα καὶ ἡμερώτατα ἐφʼ ἑκατέρας τῆς ἀκτῆς ἔχων, ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ τὴν Ἑλλάδα. ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφʼ ἑκατέρας τῆς ἠπείρου τιθείη. καίτοι εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λειμῶνας, ἦ που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδοκιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν· ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτότατον, τοῦτʼ ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον. δῆλον δὲ κατʼ ἀμφοτέρους τοὺς λόγους. οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλλίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τʼ αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν τόπον εἶναι τὸ βέλτιστον. καθότι γὰρ ἀμφοτέρας παρατείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβητήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, ὁ Αἰγαῖός ἐστι τοῦτο. ὥστε τὸ κάλλιστον τῶν ἀέρων οὗτος εἴληχεν.
しかし、海について、詩人も散文作家も誰もいまだ完全に歌い上げたことはなく、ただホメロスが「菫色の海」や「葡萄酒色の海」と呼び、エウリピデスが「紫の塩(海)」と呼び、あるいは他の誰かが何かそのような言い方をするにすぎない。彼らの多くは海を「塩辛い」とか「重々しく轟く」などと呼んで、むしろ悪口を言っている。しかし私たちは、海全体に関する議論、すなわちそれが人間にとってどれほど大きく、どのような有用性を持つか、また神がそれをいかなる偉大な目的のために造ったかについては、今は差し置くことにして、エーゲ海に対して果たすべき負債を返し、それを称えることにしよう。まず、都市の美徳を称えるときにまずその位置を称えるように、エーゲ海が最高の位置を得ていることから始めよう。なぜなら、エーゲ海は居住地域全体と海全体のまさに中心に位置しており、北にはヘレスポントス、プロポンティス、ポントスを残し、南には残りの海を留め、アジアとヨーロッパを隔てているが、そこはヘレスポントスの後で両者が最初に分かれる場所だからである。そして両岸には最も誉れ高く開けた民族を擁しており、一方はイオニアとアイオリスの地、他方はギリシアである。したがって、もし誰かが両方の大陸にこの一なるギリシアの民族を配置するならば、この海だけが全ギリシアの中心であると呼ぶにふわしい唯一の海となるだろう。それにしても、川の堤が木々や牧草地を持つことで名声を得るのだとすれば、そのような優れた民族によって飾られ、しかもそこに住むギリシア人自身に囲まれているエーゲ海の海岸が、大いに名声を得ることは極めて当然ではないか。さらに、気候の最も穏やかで、すべての季節において一様に最も耐えやすい性質、これこそがエーゲ海の際立った特長であり、これらの地域の周囲に最もよく定着している。このことは両方の議論から明らかである。アッティカが天のもっとも美しい場所にあると主張する人々も、一方でイオニアがそうであると同意する人々も、双方ともまさしくこの地域全体が最高のものであると認めているからである。エーゲ海は両方の海岸に沿って広がっているため、そのどちらが優れていると仮定しようとも、エーゲ海はそれを擁しており、またもし他の争いにおいて、お互いに譲り合って中間に落ち着く必要があるとするならば、私が言ったように、それこそがエーゲ海だからである。それゆえ、この海は最も美しい気候を得ているのである。
ἡ μὲν δὴ θέσις αὐτοῦ τοιαύτη τε καὶ ἐν τοιούτῳ τοῦ παντός· ἡ δὲ φύσις θαυμαστή. τὸ μὲν γὰρ μέγεθος τοῦ πελάγους ἐν τοῖς πρώτοις ἐλλόγιμόν τε καὶ πάντη τεταμένον, εἴ τις ἀκριβῶς αὐτὸ ἀπὸ τῆς ἀρχῆς εἰς τέλος ἐξετάζοι πανταχῆ, καὶ περὶ κύκλῳ πλέοντι ἡμερῶν πλῆθος ἀμύθητον τριφθήσεται. οὐ μὴν ἐψίλωταί γε οὐδʼ εἰς ἀπέραντον καθιστῶν τὴν ὄψιν ἀθυμίαν καὶ ἀπορίαν παρέχει, ἀλλὰ πολλὰ μὲν Αἰγαίου πελάγη, πολλοὶ δὲ κόλποι, ἄλλο δὲ ἀλλαχοῦ θαλάττης εἶδος. προκαταλύσαις δʼ ἂν καὶ ἐν μέσῳ τῷ πελάγει τὸν πλοῦν καὶ ἐντύχοις ἂν καὶ γῇ καὶ πόλεσι καὶ χωρίοις ὥσπερ τισὶ μικραῖς ἠπείροις περιρρύτοις, καὶ ταμίας ἂν γένοιο αὐτὸς τοῦ πλοῦ, καὶ πρὶν ἐκπερᾶσαι πᾶν τὸ πέλαγος, αὖθις ἂν ὀπίσω κομίζοιο, ὁμοίως ἐκτελέσας τὸν σκοπόν. οὐ γὰρ κατὰ τὸ Ὁμήρου πέλαγος διʼ ἐρήμου δεῖ διελθεῖν καὶ ἐπί τι τῶν οἰκουμένων ἀνύσαι, ὥστε μηδενὶ θεῶν κεχαρισμένην εἶναι τὴν ὁδὸν ὑπὸ τῆς ἐρημίας, ἀλλʼ ἐνταῦθα γὰρ δὴ καὶ "Νηρῄδων χοροὶ κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδί·" ὅτι τὸ μάλιστα οἰκούμενον καὶ ἀκμάζον τῆς θαλάττης τοῦτό ἐστι, καὶ τοσαῦτά ἐστι πλεῖν ὁπόσα τις βούλεται, καὶ τοσαῦτά γε αὖ πεζεῦσαι ὁπόσα τις μὴ περιπλεῖν βούλεται, ἀλλὰ διεξελθὼν ἐπʼ ἄλλην ἀκτὴν κατάρας ἐκεῖθεν ἀφιέναι. μόνον γὰρ τοῦτο πελαγῶν οὐχ ἧττον οἰκεῖται ἢ αὐτὴ ἡ γῆ· πόλεις τε ἔχει τοσοῦτον ἀλλήλων διεχούσας ὅσον ἂν καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις αἱ μεταξὺ χῶραι διακρίνοιεν. ὥστε διὰ μὲν ὀξύτητά τε τοῦ πελάγους καὶ πλῆθος τοῦ παντὸς πλοῦ φοβερώτατός ἐστι, διὰ δʼ αὖ τὰς ἀναπαύσεις ἡμερώτατος. τάχιστα δὲ κινούμενος μάλιστα καὶ σώζει τὸ θεῖον διαφυλάττων. δεῖ γὰρ αὐτὸ φρικῶδες μὲν διʼ ἰσχὺν, σωτήριον δὲ εἶναι διὰ πραότητα. ἠχεῖ δὲ πελαγῶν λιγυρώτατον περὶ τὰ ἑαυτοῦ δῶρά τε καὶ γεννήματα· οἷόν περ τοὺς Πᾶνας καὶ Σατύρους φασὶ ποιηταὶ κατά τε τὰ ὄρη καὶ περὶ τὰ δένδρα ἠχεῖν ὥρᾳ
さて、その位置はこのようであり、万物のそのような場所にあるが、その自然は驚くべきものである。その海の大きさは、最初から最後までいたるところで正確に調べるなら、第一等に有名で四方に広がっており、その周囲を航海する者にとっては、数え切れないほどの日数が費やされるだろう。しかし、決して荒涼としていたりはせず、また果てしない広がりによって視界を惑わせ、落胆や途方に暮れる思いを与えることもない。むしろ、エーゲ海には多くの海があり、多くの湾があり、場所によって異なる海の姿がある。航海の途中、海域のただ中で船を止めることもできるし、陸地や都市、あるいはまるで海に囲まれた小さな大陸のような場所に出会うこともできる。そしてあなた自身が航海の支配者となり、海全体を渡りきる前に、同じように目的を果たして再び引き返すこともできる。なぜなら、ホメロスの海のように不毛な場所を通り抜けて居住地の一つに到達しなければならないわけではなく、その不毛さゆえにどの神にも喜ばれない旅路となるようなこともないからである。むしろ、ここには実に、「ネレイスたちの舞姫たちが足もとで最も美しい足跡を繰り広げている」のである。なぜなら、こここそが最も人が住み、栄えている海であり、望むだけ航海することもでき、また船で回り道をしたくない者は、陸地を横切って別の海岸に上陸し、そこから再び出発するというように、望むだけ徒歩で進むこともできるからである。なぜなら、この海だけは、陸地そのものに劣らず人が住んでいるからである。そして、大陸の都市をその間にある土地が隔てているのと同じくらいの距離を置いて、都市が互いに点在している。したがって、海の深さと航路全体の長さの点では最も恐るべきものである一方で、休息場所があるという点では最も穏やかである。そして、極めて迅速に動きながらも、神性を守りつつ何よりも生存を保証している。なぜなら、海はその力強さのゆえに畏怖されるべきものであるが、その優しさのゆえに救いをもたらすものでなければならないからである。そして、山々や木々の周りでパンやサテュロスたちが季節に歌い響くように、エーゲ海はみずからの恵みと生まれ出たものたちの周りで、諸海のなかで最も澄んだ音を響かせている。
- 248θέσεως
動詞 εἴληχεν(λαγχάνω「得る」の完了形)が支配する属格。エーゲ海が地理的「位置」という優れた恩恵を授かったことを表す。
