← アイリオス・アリステイデス

ローマ頌

§215-216

地方有力者による統治と普遍的な平和

アリスティデスは、各地の有力者がローマの代行者として故郷を守り、過重な守備兵なしに調和と正義が保たれている体制を称賛する。諸民族は自発的にローマの統治にすがり、かつての戦乱を忘れて深い平和を享受し、ローマは市民を急造兵士にすることなく専業の軍隊によって安全を維持している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§215

μέγιστοι καὶ δυνατώτατοι τὰς ἑαυτῶν πατρίδας ὑμῖν φυλάττουσι· καὶ διπλῇ τὰς πόλεις ἔχετε, ἐνθένδε τε καὶ παρʼ αὐτῶν ἑκάστας. φθόνος δὲ οὐδεὶς ἐπιβαίνει τῆς ἀρχῆς· αὐτοὶ γὰρ ὑπήρξατε τοῦ μὴ φθονεῖν, ἅπαντα εἰς τὸ μέσον καταθέντες καὶ παρασχόντες τοῖς δυναμένοις μὴ ἄρχεσθαι μᾶλλον ἢ ἄρχειν ἐν τῷ μέρει. οὐ τοίνυν οὐδὲ μῖσος ἐκ τῶν ἀπολειπομένων ὕπεισι· διὰ γὰρ τὸ κοινὴν εἶναι τὴν πολιτείαν καὶ οἷον πόλεως μιᾶς, εἰκότως οὐχ ὡς ἀλλοτρίων, ἀλλʼ ὡς οἰκείων ἄρχοντες ἄρχουσιν. ἔτι δὲ καὶ μέτεστιν αὐτῇ πᾶσιν ἄδεια τοῖς πλήθεσιν ἐκ τῶν παρʼ αὐτοῖς δυνατῶν, ἡ παρʼ ὑμῶν ἐπʼ αὐτοὺς, ἐάν τι τολμῶσι παρακινεῖν, εὐθὺς ἥξουσα ὀργή τε καὶ τιμωρία· οὕτω καὶ πένησι καὶ πλουσίοις εἰκότως τὰ παρόντα καὶ ἀρέσκει καὶ συμφέρει, καὶ ἄλλως οὐ λέλειπται ζῆν· καὶ γέγονε μία ἁρμονία πολιτείας ἅπαντας συγκεκλεικυῖα. καὶ τὸ πρόσθεν δοκοῦν οὐ δυνατὸν εἶναι συμβῆναι συνῆλθεν ἐφʼ ὑμῶν, κράτος ἀρχῆς ἅμα καὶ φιλανθρωπίας, καὶ μεγάλης γε, καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς.1 οὕτω δὴ καθαραὶ μὲν φρουρῶν πόλεις, μόραι δὲ καὶ ἶλαι ἀποχρῶσιν ἐθνῶν ὅλων εἶναι φυλακὴ, καὶ οὐδʼ αὐταὶ κατὰ τὰς πόλεις ἑκάστῳ τῶν γενῶν πολλαὶ ἱδρυμέναι, ἀλλʼ ἐν ἀριθμῷ τῶν ἄλλων ἐνεσπαρμέναι ταῖς χώραις· ὥστε πολλὰ τῶν ἐθνῶν ἀγνοεῖν ὅπου ποτʼ ἐστὶν αὐτοῖς ἡ φρουρά. εἰ δέ που πόλις διʼ ὑπερβολὴν μεγέθους ὑπερῆρκε τὸ δύνασθαι σωφρονεῖν καθʼ αὑτὴν, οὐδὲ τούτοις ἐφθονήσατε τῶν ἐπιστησομένων τε καὶ διαφυλαξόντων. καὶ γάρ τοι ἥδιον μὲν ὑμῖν ἅπαντες ἀποπέμπουσι τοὺς φόρους ἢ παρʼ ἄλλων ἄν τινες αὐτῶν λαμβάνοιεν· εἰκότως. ἄρχειν μὲν γὰρ οἷς μὴ δύναμις οὐ σωτήριον, ἄρχεσθαι δʼ ὑπὸ τῶν κρειττόνων ὁ δεύτερος, φασὶ, πλοῦς, ὑπὸ δὲ ὑμῶν νῦν καὶ πρῶτος ἀπεφάνθη. ἅπαντες οὖν ἀπρὶξ ἔχονται καὶ οὐ πρότερον ἀξιώσαιεν ἂν ἀποστῆναι ἢ οἱ πλέοντες ἂν τοῦ κυβερνήτου· ἀλλʼ οἷον αἱ νυκτερίδες ἐν τοῖς ἄντροις ἀλλήλων τε καὶ λίθων ἔχονται προσπεφυκυῖαι, οὕτως ὑμῶν ἅπαντες ἐξήρτηνται σὺν πολλῷ φόβῳ καὶ προνοίᾳ μή τις ἀποπέσοι τούτου τοῦ ὁρμαθοῦ· καὶ πρότερον ἂν δείσαιεν μὴ ὑφʼ ὑμῶν καταλειφθῶσιν ἢ ὑμᾶς ἂν αὐτοὶ καταλίποιεν. ἀντὶ δὲ ἀμφισβητήσεως ἀρχῆς τε καὶ πρωτείων, ὑφʼ ὧν ἅπαντες οἱ πρότερον συνερρήγνυντο πόλεμοι, οἱ μὲν ὥσπερ ὕδωρ ἀψοφητὶ ῥέον ἥδιστα ἡσυχάζουσιν, ἄσμενοι πόνων παυσάμενοι καὶ κακῶν, μετεγνωκότες ὡς ἄρα ἄλλως ἐσκιαμάχουν, οἱ δʼ οὐδʼ ἥν ποτε ἦρξαν ἴσασιν οὐδʼ ἀναμιμνήσκονται, ἀλλʼ ἀτεχνῶς κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος,2 οἷον ἐπὶ τῇ πυρᾷ ἤδη κείμεναι αἱ πόλεις ὑπὸ τῆς πρὸς ἀλλήλας ἔριδος καὶ ταραχῆς ἀθρόαν ἐδέξαντο τὴν ἡγεμονίαν καὶ ἐξαίφνης ἀνεβίωσαν. ὅπως δὲ εἰς τοῦτο ἀφίκοντο οὐκ ἔχουσιν εἰπεῖν, οὐδʼ ἴσασιν οὐδὲν πλὴν τὰ παρόντα θαυμάζειν, ἀλλὰ πεπόνθασιν οἷον οἱ ἀφυπνισθέντες καὶ ἀντὶ τῶν ὀνειράτων ὧν ἀρτίως ἑώρων ἐξαίφνης ταῦτα παριδόντες καὶ ἐν αὐτοῖς γενόμενοι. πόλεμοι δὲ οὐδʼ εἰ πώποτε ἐγένοντο ἔτι πιστεύονται, ἀλλʼ ἐν ἄλλως μύθων τάξει τοῖς πολλοῖς ἀκούονται, εἰ δέ που καὶ συμπλακεῖεν ἐπʼ ἐσχατιαῖς, οἷα εἰκὸς ἐν ἀρχῇ μεγάλῃ καὶ ἀμετρήτῳ παρανοίᾳ Γετῶν ἢ δυστυχίᾳ Λιβύων ἢ κακοδαιμονίᾳ τῶν περὶ τὴν ἐρυθρὰν θάλατταν, ἀγαθοῖς παροῦσι χρήσασθαι μὴ δυναμένων, ἀτεχνῶς ὥσπερ μῦθοι ταχέως αὐτοί τε παρῆλθον καὶ οἱ περὶ αὐτῶν λόγοι· τοσαύτη ἄρʼ ὑμῖν εἰρήνη, κἂν ᾖ πάτριον πολεμεῖν. οὐ γὰρ οἱ χθὲς σκυτοτόμοι καὶ τέκτονες τήμερον ὁπλῖται καὶ ἱππεῖς, οὐδʼ ὥσπερ ἐπὶ σκηνῆς στρατιώτης μετεσκεύασται ὃς ἀρτίως ἦν γεωργὸς, οὐδʼ οἷον ἐν οἰκίᾳ πενιχρᾷ οἱ αὐτοὶ ὀψοποιοὶ, οἰκουροῦσι, στρωννύουσιν, οὐχ οὕτως καὶ ὑμεῖς ἀνεμίξατε· οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε,3 οὐδʼ ἐπετρέψατε τοῖς πολεμίοις συγκαλεῖν ὑμᾶς.

最も偉大で有力な者たちが、諸君のために自らの故郷を守っている。そして諸君は二重の形で各都市を掌握しており、ここから、そしてそれぞれの都市自体からの双方において保持しているのである。そして、支配に対するいかなる妬みも生じない。なぜなら諸君自身が、すべてを公の場に差し出し、力ある者たちに対して、ただ支配されるのではなく順繰りに支配する機会を提供することによって、妬まないことの範を垂れたからである。したがって、これに与れなかった民衆の間からも憎悪が忍び寄ることはない。なぜなら、国制が共通であり、いわば一都市のものであるかのようであるため、当然ながら支配者たちは他人としてではなく、身内として被支配者を統治しているからである。その上、一般民衆のすべてにも、自分たちのところの有力者たちからの安全が分け与えられている。というのも、〔有力者たちが〕少しでも不穏な動きを企てようものなら、諸君からの憤怒と懲罰が直ちに彼らに下るからである。それゆえ、貧者にも富者にも現在の状況は当然ながら好ましくもあり、また有益でもあって、それ以外の生き方は残されていないのである。こうして、すべての人々を包み込む国制の一つの調和が生まれたのである。そして、以前には生起しえないと思われていたこと、すなわち支配の権力と同時に人間愛が、しかも大いなる人間愛が併存し、以前には確固として統治することが不可能であったのにそれが可能になるという事態が、諸君の時代に実現したのである。このようにして、諸都市は守備兵から解放され、いくつかの大隊や騎兵隊だけで全諸民族の警備として十分であり、これらもまた諸都市において各民族に対して多数駐留しているのではなく、他の人々の中に混じって領土全域に分散配置されている。それゆえ、諸民族の多くは自分たちの守備兵が一体どこにいるのかすら知らないほどである。もしどこかの都市があまりの巨大さゆえに、自力で節度を保つ能力を超えてしまったとしても、諸君はそうした都市に対しても、監督し警備にあたる者たちを惜しみなく遣わされた。実際、万民は、そのうちのある者たちが他者から受け取るよりも、諸君のもとへ租税を送ることをむしろ喜んでいるのであるが、それも当然である。なぜなら、力を持たぬ者たちにとって支配することは救いとはならず、より優れた者たちによって支配されることが、世に言う「第二の航海」であるが、諸君のもとで今やそれは「第一の航海」としても示されたからである。それゆえ万民はしっかりとすがりつき、航海者たちが舵手を見捨てること以上に、諸君から離反することを望んだりはしない。むしろ洞窟のコウモリが互いに、そして岩肌に生え着くようにしっかりと掴まり合っているのと同様に、万民はこの連なりから誰も滑り落ちることのないよう、深い畏れと警戒をもって諸君にぶら下がっている。そして彼ら自身が諸君を見捨てることよりも、むしろ諸君によって見捨てられることをこそ恐れるであろう。かつてすべての戦争を引き起こしていた支配権と覇権を巡る争いの代わりに、ある者たちは音もなく流れる水のようにこの上なく心地よく安らいでおり、労苦や災厄を免れて喜び、自分たちがいかに無益な影法師との戦いをしていたのかを悟ったのである。またある者たちは、かつて自分たちがいかなる支配権を持っていたかさえ知らず、思い出しもしない。ただ実にパンピュリア人の物語、あるいはプラトンの物語のように、互いの抗争と混乱によってすでに火葬の薪の上に横たわっていた諸都市が、一挙にこの統治を受け入れ、突如として蘇生したかのようである。自分たちがいかにしてこの状態に至ったのかを彼らは語ることができず、現在の状況に驚嘆する以外には何も知らず、ただ眠りから覚めた者たちのように、先ほどまで見ていた夢の代わりに突如としてこれらの現実を目にし、その中に身を置くことになったのである。そして戦争などは、かつて一度でも起きたことがあるのかどうかすら信じられず、大衆にとっては単なる神話の類として耳にされるのみである。もし仮に辺境の地で何らかの衝突が起きたとしても、それは大いなる無限の帝国において、手元にある幸福を享受する力のないゲタイ人の狂気、あるいはリビュア人の不運、または紅海周辺の人々の不幸によって生じるようなものにすぎず、まさに神話のようにそれら自体も、それらについての風評もたちまち消え去った。諸君にとって平和はそれほどまでに深いものであり、たとえ戦うことが祖先伝来の習わしであるとしてもそうなのである。なぜなら諸君のもとでは、昨日の靴職人や大工が今日には重装歩兵や騎兵になるわけではなく、あたかも舞台の上の出来事のように、先ほどまで農民であった者が兵士へと変装させられることもなく、また貧しい家において同一の者が料理を作り、留守を守り、寝床を整えるように、諸君はそのように混同したりはしなかった。他の職務に就いている者たちが緊急の必要に迫られて兵士になるのを待つこともなく、敵が諸君を召集するがままに放置することもなかったからである。

構文注3 件
  1. 215καὶ οὐκ ἐνὸν ἄρχειν ἐγκρατεῖς

    οὐκ ἐνόν は非人称動詞 ἔνεστι の対格絶対構文で、「可能でなかったのに」という譲歩・状況を示す。述語形容詞 ἐγκρατεῖς は主格ではなく対格複数であり、不定詞 ἄρχειν の意味上の主語(統治者たち)と一致している。かつては苛酷にならずに確固たる支配を維持することが不可能と見なされていた状況を指す。

  2. 216κατὰ τὸν Παμφύλου μῦθον, εἰ δὲ μὴ, Πλάτωνος

    εἰ δὲ μή は先行の言明を正す慣用的な訂正表現(「さもなければ/というよりはむしろ」)。『国家』第10巻末の「エルの物語」を指し、主人公エルがパンピュリア人(アルメニオスの息子)であることから、語り手の名を取って「パンピュリア人の物語」、あるいは創作者の名を取って「プラトンの物語」と併置して言い換えている。

  3. 216οὐδὲ τοὺς ἐπʼ ἄλλων ὄντας στρατιώτας ὑπὸ τῆς χρείας γενήσεσθαι ἀνεμείνατε

    動詞 ἀναμένω が不定詞補語(対格不定詞構文)をとる構造。τοὺς ἐπʼ ἄλλων ὄντας(他の仕事に従事している者たち)が不定詞 γενήσεσθαι の意味上の主語(対格)であり、στρατιώτας はその述語対格。前置詞句 ὑπὸ τῆς χρείας は「急迫した必要に迫られて」という外的な強制要因を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg014.humanitext-grc2:215-216