← アイリオス・アリステイデス

パンアテナイア祭演説

§154-155

ギリシアの自由の確立とメガラ救援の勝利

アテナイが対ペルシア戦と講和を通じてギリシアの自由を守り抜いたことを総括し、同時に国内諸ポリスの反目や戦争に直面しながらも、主力不在の中で最年長・最年少の部隊がメガラを救援して勝利を収めた偉業を称える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§154

τοιοῦτον μὲν τὸν πόλεμον τὸν πρὸς τοὺς βαρβάρους ἡ πόλις, τόν τʼ ἐπὶ τῆς οἰκείας καὶ τὸν ἐν τῇ ἐκείνων, τοιαύτην δʼ αὖ καὶ τὴν εἰρήνην ἐποιήσατο, ἐξ ἀμφοτέρων δείξασα ὅτι οὐ πλοῦτον διώκουσα οὐδʼ ἡδονῇ κέρδους ἐπεξῆλθεν, ἀλλʼ ἓν τοῦτο θηρωμένη, βεβαίαν τοῖς Ἕλλησιν ἐλευθερίαν ἀπὸ τῶν βαρβάρων. καίτοι τί κάλλιον ἂν εἴποι τις εἰρήνης ἢ πολέμου κεφάλαιον ἢ πρὸς Ἕλληνας ἢ πρὸς βαρβάρους, ᾧ κατέκλεισε τότε τὰς πράξεις ἡ πόλις; καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων καὶ πάντων ὥσπερ ἀνθελκόντων, ἀφεστηκότων μὲν τῇ γνώμῃ Λακεδαιμονίων, Βοιωτῶν δʼ ἐναντία πολεμούντων, Αἰγινητῶν δʼ ἐναντία ναυμαχούντων, οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα·1 πρὸς δὲ τούτοις Κορινθίων διὰ Μεγαρέας παρωξυμμένων καὶ πολεμούντων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, Ἐπιδαυρίων δὲ καὶ Σικυωνίων σὺν Κορινθίοις ἐξεταζομένων, Ναξίων δὲ καὶ Θασίων καὶ Καρυστίων κακῶς περὶ τῆς συμμαχίας βουλευομένων, καλούντων δὲ Φωκέων, καλούντων δʼ αὖ Λακεδαιμονίων, θαυμαστοῦ δὲ κύκλου πραγμάτων ὄντος κατὰ τὴν Ἑλλάδα· ὥστʼ, εἰ καὶ μόνοις τούτοις ἐξήρκεσε καὶ μόνας τὰς Ἑλληνικὰς πράξεις εἴχομεν αὐτῆς εἰπεῖν ἐν τῷ τότε συμβάσας, Μηδικαὶ δὲ μηδαμοῦ προσῆσαν λαμπρότητες, ἐξαρκεῖν ἂν τοῖς χρόνοις εἰς ἀφήγησιν. ᾗ καὶ διαφερόντως ἄξιον συνησθῆναι τῇ πόλει οὐ μόνον τῆς ῥώμης χάριν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας· τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι,2 χωρὶς τοῦ τοσαῦτα μερισθῆναι καὶ πάντων ὡς μόνων ἑκάστων ἐφικέσθαι, τῆς μὲν γνώμης τὴν ἀνδρείαν, τῆς δὲ παρασκευῆς τὴν ὑπερβολὴν παρέχειν θαυμάσαι; τά τε γὰρ πρὸς τοὺς βαρβάρους ὡς πᾶσαν ἄγουσα ἀπὸ πάντων σχολὴν οὕτω διῳκήσατο, καὶ τοῖς ἐνοχλοῦσι τῶν Ἑλλήνων οὐδὲν μᾶλλον ὑπῆρχε χρήσασθαι τῷ καιρῷ, ἀλλὰ καὶ τούτοις οὕτως ἀπήντησεν ὥστε σύμπεντε καὶ συμπλείω ταῦτʼ ἔχειν ἀπαριθμεῖν ὥσπερ ἄλλʼ ἄττα συλλήβδην ἀριθμούμενα. ἐνίκων μέν γε ναυμαχίᾳ Πελοποννησίους ἐπὶ Κεκρυφαλίᾳ, ἐνίκων δʼ Αἰγινήτας πρὸς Αἰγίνῃ, καὶ Πελοποννησίους αὖθις. Μεγαρεῦσι δʼ ἔστησαν τείχη μέχρι θαλάττης, καὶ τὴν ἐλευθερίαν ἅμα καὶ χώραν διεφύλαξαν· ἐνίκων δὲ Κορινθίους πρὸ Μεγαρέων, καὶ πρὶν δώδεκα ἐξήκειν ἡμέρας ἐνίκων αὖθις ἑτέραν, οὐ καλῶς τὸ τρόπαιον ὑφαρπάζοντας. καὶ οὔπω ταῦτα μεγάλα· ἀλλʼ εἰρήσεται γὰρ, κἂν ἐπείγωμαι· ἡ γὰρ προσθήκη δείξει τὸ πᾶν. ἀπῆσαν μὲν γὰρ αἱ δυνάμεις τῇ πόλει, ἡ μὲν κατὰ τὴν τῶν Αἰγυπτίων χρείαν, νῆες πλείους ἢ τότʼ ἦσαν ἐν τοῖς Ἕλλησιν αἱ σύμπασαι σχεδόν· ἡ δʼ Αἰγίνῃ προσεκάθητο, ὅπερ καὶ τοὺς ἐναντίους μᾶλλον ἐπῆρεν ὁρμῆσαι πρὸς τὰ Μέγαρα. ᾤοντο γὰρ εἶναι σχολὴν Ἀθηναίων εἰς τὸ ἔργον αὑτοῖς. εἰ δʼ ἄρα καὶ τὰ δεύτερα νικῴη, ἀλλʼ ἑτέραν λύσειν πολιορκίαν, τὴν Αἰγίνης· οὐ γὰρ ἄλλοθέν γε λοιπὸν ἥξειν αὐτούς. οἱ δὲ τοσοῦτον κατεγέλασαν τοῦ σοφίσματος ὥστʼ οὐδὲν μᾶλλον οἱ πρὸς Αἰγίνῃ τότʼ ἐκινήθησαν τῶν ἐν Αἰγύπτῳ καὶ μηδὲν πεπυσμένων, ἀλλὰ τὸ λοιπὸν τῆς ἡλικίας οἱ πρεσβύτατοι καὶ νεώτατοι βοηθοῦσιν εἰς τὰ Μέγαρα, καὶ δυοῖν μάχαιν ἑξῆς κρείττους τῆς τῶν Κορινθίων καὶ Πελοποννησίων ἀκμῆς ἐφάνησαν· ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν.3 καί μοι δοκεῖ θεῶν τινος εὐνοίᾳ καὶ σπουδῇ πρὸς τὴν πόλιν συσκευασθῆναι τοῦτο τὸ δεύτερον, ὥσπερ

このように都市アテナイは、自らの本土における戦争も敵地における戦争も含め、異邦人に対する戦争をかくも偉大なものとし、また講和をもかくも偉大なものとした。そしてその双方を通じて、富を求めたのでも利得の喜びに駆られて出撃したのでもなく、ただ一つのこと、すなわちギリシア人にとっての異邦人からの確固たる自由をひたすら追い求めていたことを示したのである。当時、都市がその事績を締めくくることとなった講和や戦争の結末として、ギリシア人に対するにせよ異邦人に対するにせよ、これ以上に美事なものを誰が語りえようか。しかも都市は、これほど数多くかくも偉大な事績を、ギリシア人たちからの多くの妨害を受け、万人がいわば引き留めようとする中で成し遂げたのである。スパルタ人は心において離反し、ボイオティア人は敵対して戦い、アイギナ人は敵として海戦を挑んでいた。アイギナ人が海軍力で第一の者となるのを阻んだのはただ一つ、都市アテナイが圧倒的に勝利したことであった。これらに加えて、メガラのゆえにコリントス人が激昂して陸でも海でも戦いを仕掛け、エピダウロス人とシキュオン人がコリントス人とともに陣伍に加わり、ナクソス人、タソス人、カリュストス人は同盟に関して悪しき謀議を巡らし、フォキス人は救援を求め、スパルタ人もまた呼び求め、ギリシア全土で驚くべき事態の渦が巻いていたのである。それゆえ、仮に都市がこれらギリシア人への対応だけで手一杯であり、その当時に生じた事績として彼女のギリシア人相手の行動のみを語ることができ、ペルシアに対する輝かしい事績がどこにも加わっていなかったとしても、その時代の歴史の叙述としては十分であったほどである。この点において、単にその武勇のゆえだけでなく、その度量の大きさのゆえにも、都市とともに格別に喜ぶに値する。というのも、ギリシア人たちが彼女に対して戦争と敵意を抱いている最中に、ギリシア人のための配慮を少しも放棄せず、むしろ万人の共通の利益のために全土の陸と海で大王と戦い続けたということを、一体どれほど偉大な度量に帰すべきであろうか。これほど多方面に力を分散させながら、その一つひとつにまるでそれだけに集中しているかのごとく対処し、思慮においては勇気を、軍備においてはその卓絶ぶりを誇り、驚嘆せしめたことは別としてもである。なぜなら、異邦人に対する事務をあたかもあらゆる事柄から完全に解放されているかのごとく処理する一方で、彼女を煩わせるギリシア人たちに対しても、何らその好機を利用させることがなく、むしろ彼らに対しても、まとめて数えられる幾つかの他の事柄のように、五つも六つも立て続けに数え上げることができるほど見事に応戦したからである。実際、ケクリュファレイア沖の海戦でペロポネソス勢を破り、アイギナ島沖でアイギナ人を破り、再びペロポネソス勢を破った。またメガラ人のためには海に至る長壁を築き、彼らの自由と国土を同時に守り抜いた。さらにメガラ人を守ってコリントス人を破り、十二日と経たないうちに、不当にも戦勝記念碑を奪い取ろうとした彼らを別の戦いで再び打ち破ったのである。そしてこれらとて、まだ偉大なことではない。急いで先へ進みたいとしても、語られるべきである。これに付け加えられる事柄こそが、全貌を明らかにするからである。というのも、都市の主力部隊は出払っており、一方はエジプト人の必要のために赴いていて、その船団は当時のギリシア全土の船をほぼ合わせた数よりも多く、他方はアイギナを包囲していたからである。このことこそが、敵勢を勢いづかせ、メガラへと進撃させたのであった。彼らは、その企てのために、自分たちにはアテナイ人に煩わされない余裕があると考えていたのである。もし万一第二の事態が優勢になったとしても、アテナイ人はもう一つの包囲、すなわちアイギナの包囲を解かざるをえまい、なぜならもはや他の場所から彼らがやって来ることはあるまいから、と考えたのである。しかしアテナイ人はその浅知恵を大いに嘲笑い、アイギナの包囲部隊は、エジプトにいて何も知らされていない者たちと同様に、少しも動揺して引き揚げることはなかった。それどころか、残された年齢層である最年長と最年少の者たちがメガラへと救援に赴き、二度の戦闘で立て続けにコリントス人とペロポネソス人の精鋭を凌駕したのである。その結果、敵勢は今や完璧に敗北を認め、もはや何の一言も口にできず、今回の手痛い打撃を不当に被ったと弁解することすらできなかった。そして私には、この第二の戦いも、神々の誰かの都市に対する好意と配慮によって整えられたように思われるのである、ちょうど……

構文注3 件
  1. 154οὓς εἶναι τὰ ναυτικὰ πρώτους ἓν ἐκώλυσεν, ἡ πόλις πολὺ νικῶσα

    関係詞節内の主語は中性名詞 ἓν であり、対格不定詞構文(οὓς εἶναι πρώτους)を従える動詞 ἐκώλυσεν に係る。末尾の分詞句「ἡ πόλις πολὺ νικῶσα」は主格で添えられており、「都市が圧倒的に勝利したこと」という ἓν の具体的な内容を説明する同格的役割を果たしている。

  2. 154τὸ γὰρ ἐν πολέμῳ καὶ φιλονεικίᾳ τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων τῆς ὑπὲρ τῶν Ἑλλήνων προνοίας μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ὑπὲρ τῶν κοινῇ συμφερόντων βασιλεῖ πολεμεῖν διὰ γῆς ἁπάσης καὶ θαλάττης πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι

    文頭の定冠詞付き不定詞句「τὸ ... μηδὲν μᾶλλον ἀφεῖσθαι, ἀλλʼ ... πολεμεῖν」が主節の動詞 προσθεῖναι の目的語(対格)をなす倒置・長大構文である。その途中に挿入された属格絶対構文(τῶν Ἑλλήνων πρὸς αὐτὴν καθεστηκότων)が状況(ギリシア人たちが敵対しているさなかに)を示し、主節の骨格は「τὸ ... ἀφεῖσθαι ... πόσῃ τινὶ χρὴ τῇ μεγαλοψυχίᾳ προσθεῖναι(〜を一体どれほどの度量に帰すべきか)」となる。

  3. 155ὥστʼ ἐκείνους ἀκριβῶς ἤδη συγχωρῆσαι καὶ μηδὲν ἔχειν εἰπεῖν ἔτι, μηδʼ ὡς οὐ δικαίως τά γε νῦν ταῦτα προσανιμήκεσαν

    否定文(μηδὲν ἔχειν εἰπεῖν)に続く従属節において「ὡς οὐ」が用いられ、「自分たちが不当にこの損害を被ったなどとは一言も言えない」という否定内容の従属節を形成している。否定の重畳により、敵側が今回の敗北を完全に甘受せざるをえなかった様が強調されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0284.tlg013.humanitext-grc2:154-155