← 偽プルタルコス

哲学者たちの自然学説誌

§1.7#1

無神論の諸説と創造主概念への批判

神の存在を否定する哲学者たちやエウリピデスによる宗教起源論(法を補う知者の虚構)を紹介し、万能神やプラトン・アナクサゴラスの創造主概念を、神の至福と無関心を根拠に批判する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.7#1

Τίς ὁ θεός. ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δʼ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων "εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε, οὗ τὸν πάλαι χάλκεον ὁ πλάσας Ζᾶνα γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει" ταῦτʼ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δʼ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον· ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ ταύτῃ τῇ γνώμῃ ἦν γάρ χρόνος φησὶν "ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης·" ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δʼ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ1 ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους "ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ, ὃς ταῦτʼ ἀκούει καὶ βλέπει φρονεῖ τʼ ἄγαν." ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι "εἰ θεὸν οἶσθα, ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν" οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ πῦρ ψυχρὸν τὸ δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυτὸν ὑπόδειγμα ὄζει λήρου βεκκεσελήνου,2 κατά γε τοὺς τῆς ἀρχαίας κωμῳδίας ποιητάς πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον ἀνθρώπου; ὁ δʼ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατʼ ἀρχὰς τὰ σώματα, νοῦς δʼ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα ἀτάκτως δὲ κινούμενα διὸ καὶ ὁ θεός, φησίν, ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησε ταῦτα. κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον συμπεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακοδαίμων δʼ ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος3 ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτʼ ἦν ἀκίνητα τὰ σώματα, ἢ ἀτάκτως ἐκινεῖτο ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων.

神とは何者か。 哲学者たちの一部、例えばメロスのディアゴラス、キュレネのテオドロス、テゲアのエウヘメロスなどは、神々はまったく存在しないと主張する。キュレネのカリマコスも『イアンボス詩』の中でエウヘメロスを当てこすって次のように書いている。 「城壁の前の神殿へ群がり集え、 かつてパンカイアのゼウスを捏造したあの老いぼれのほら吹きが、 不正の書物を書き散らしているところへ。」 神々が存在しないことに関する説はこれらである。悲劇詩人エウリピデスも、アレオパゴス評議会を恐れて公然と明かすことは望まなかったが、次のような仕方でほのめかした。すなわち、シシュポスをこの意見の主唱者として登場させ、彼のこの見解を支持したのである。 「かつて、 人間の生が無秩序であり、 野獣のごとく、力に従属していた時代があった」と彼は言う。次いで彼は、法の導入によって無法状態が解消されたと述べる。なぜなら法は公然の不正行為を阻止できたものの、多くの者が密かに不正を行っていたため、そのときある知恵ある男が、偽りの言葉によって真実を覆い隠し、次のように人々に信じ込ませるべきだと考えたのである。 「不滅の生命に満ち溢れ、 これらを聞き、見、過ぐるほどに察知する神霊が存在する」と。「なぜなら、次のように言うカリマコスとともに、詩人たちのたわごとは退けられるべきである」と彼は言う。 「もし汝が神を知るならば、 神霊にはあらゆることをなすことも可能であると知れ。」 神であってもすべてをなしうるわけではない。実際、もし神がいるというなら、雪を黒く、火を冷たく、座っているものを直立したものにし、またその逆をもなしてみよ。大言壮語のプラトンも、「神は自分自身を手本として宇宙を形作った」と言ったが、古喜劇の詩人たちの言葉を借りれば、月より古い愚劣なたわごとの臭いがする。なぜなら、自分自身を見つめながら宇宙を形作ったなどということがあろうか。あるいは、どうして神を、人間よりも下位である球形のものに〔形作った〕のか。またアナクサゴラスは次のように述べる。 「初め諸物体は静止していたが、神の知性がそれらを秩序づけ、万物の生成を引き起こした。」 一方プラトンは、根源の物体が静止していたのではなく無秩序に動いていたと仮定した。 それゆえ神は、秩序が無秩序よりも優れていると悟り、これらを秩序づけた、と彼は言う。 したがって両者ともに等しく誤っている。なぜなら彼らは、神が人間的な事柄に心を配っているとしたり、あるいはまさにこのために宇宙を構築したとしたりしているからである。祝福され不滅なる生類は、あらゆる善によって満たされ、いかなる悪も受け入れず、自らの幸福と不滅性を維持することに専心しており、人間の事象に無関心であるからだ。もし労働者や大工のように、宇宙の構築に向けて重荷を背負い苦慮しているとすれば、不幸な存在ということになろう。さらにまた、彼らが語る神は、物体が静止していた先の永遠の時代には存在しなかったか、あるいは無秩序に運動していたか、眠っていたか、目覚めていたか、あるいはその二つのどちらでもなかったということになる。

構文注3 件
  1. 880eἐπέστησεν, ὡς δεῖ

    動詞 ἐφίστημι は目的語(νοῦν など)を伴わずに自動詞的・心意的用法として「心に留める、思慮する、判断する」の意味を取りうる。ここでは ὡς 以下の間接言述節(または思考内容)を導き、「〜すべきであると考えた/思い至った」を表す。

  2. 881aβεκκεσελήνου

    アリストパネスら古喜劇で用いられた罵倒語・諧謔語(βέκος「パン」+Σελήνη「月」に由来)で、「月より古い」「太古の愚か者」を意味する。ここでは複合語全体が属格として λήρου を修飾し、「途方もなく愚劣なたわごと」の意をなす。

  3. 881bἐργάτου δίκην καὶ τέκτονος

    名詞 δίκη の対格形 δίκην が前置詞的副詞として属格を支配し、「〜のように、〜に倣って」を意味する慣用構文。ἐργάτου と τέκτονος はこの δίκην に支配される属格。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0094.tlg003.humanitext-grc2:1.7#1