← 偽プルタルコス

音楽について

§23-25

アリストテレスによる調和の神聖性と感覚の秩序

筆者はアリストテレスの言を引用して調和の神聖さとその四部構造(二つの中項と主要音程)を論証し、音律比と数の奇偶性を詳解した上で、視覚・聴覚をはじめとする人間の諸感覚も調和の秩序に根差していると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

ὅτι δὲ σεμνὴ ἡ ἁρμονία καὶ θεῖόν τι καὶ μέγα, Ἀριστοτέλης ὁ Πλάτωνος1 ταυτὶ λέγει· ἡ δʼ ἁρμονία ἐστὶν οὐρανία, τὴν φύσιν ἔχουσα θείαν καὶ καλὴν καὶ δαιμονίαν τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα2 δύο μεσότητας ἔχει, ἀριθμητικήν τε καὶ ἁρμονικὴν φαίνεταί τε τὰ μέρη αὐτῆς καὶ τὰ μεγέθη καὶ αἱ ὑπεροχαὶ κατʼ ἀριθμὸν καὶ ἰσομετρίαν· ἐν γὰρ δυσὶ τετραχόρδοις ῥυθμίζεται τὰ μέλη. ταῦτα μὲν τὰ ῥητά. συνεστάναι δʼ αὐτῆς τὸ σῶμα ἔλεγεν3 ἐκ μερῶν ἀνομοίων, συμφωνούντων μέντοι πρὸς ἄλληλα· ἀλλὰ μὴν καὶ τὰς μεσότητας αὐτῆς κατὰ τὸν ἀριθμητικὸν λόγον συμφωνεῖν. τὸν γὰρ νέατον πρὸς τὸν ὕπατον ἐκ διπλασίου λόγου ἡρμοσμένον τὴν διὰ πασῶν συμφωνίαν ἀποτελεῖν. ἔχει γάρ, ὡς προείπομεν, τὸν νέατον δώδεκα μονάδων τὸν δʼ ὕπατον ἕξ τὴν δὲ παραμέσην συμφωνοῦσαν πρὸς ὑπάτην καθʼ ἡμιόλιον λόγον ἐννέα μονάδων· τῆς δὲ μέσης ὀκτὼ εἶναι μονάδας ἐλέγομεν. συγκεῖσθαι δὲ διὰ τούτων τῆς μουσικῆς τὰ κυριώτατα διαστήματα συμβαίνει, τό τε διὰ τεσσάρων ὅ ἐστι κατὰ τὸν ἐπίτριτον λόγον, καὶ τὸ διὰ πέντε ὅ ἐστι κατὰ τὸν ἡμιόλιον λόγον, καὶ τὸ διὰ πασῶν ὅ ἐστι κατὰ τὸν διπλάσιον· ἀλλὰ γὰρ καὶ τὸν ἐπόγδοον σῴζεσθαι, ὅς ἐστι κατὰ τὸν τονιαῖον λόγον. ταῖς αὐταῖς δʼ ὑπεροχαῖς ὑπερέχειν καὶ ὑπερέχεσθαι τῆς ἁρμονίας τὰ μέρη ὑπὸ τῶν μερῶν καὶ τὰς μεσότητας ὑπὸ τῶν μεσοτήτων κατά τε τὴν ἐν ἀριθμοῖς ὑπεροχὴν καὶ κατὰ τὴν γεωμετρικὴν δύναμιν συμβαίνει. ἀποφαίνει γοῦν αὐτὰς Ἀριστοτέλης τὰς δυνάμεις ἐχούσας τοιαύτας, τὴν μὲν νεάτην τῆς μέσης τῷ τρίτῳ μέρει τῷ αὑτῆς ὑπερέχουσαν, τὴν δʼ ὑπάτην ὑπὸ τῆς παραμέσης ὑπερεχομένην ὁμοίως· ὡς γίγνεσθαι τὰς ὑπεροχὰς τῶν πρός τι·4 τοῖς γὰρ αὐτοῖς μέρεσιν ὑπερέχουσι καὶ ὑπερέχονται· τοῖς γοῦν αὐτοῖς λόγοις οἱ ἄκροι τῆς μέσης καὶ παραμέσης ὑπερέχουσι καὶ ὑπερέχονται, ἐπιτρίτῳ καὶ ἡμιολίῳ. τοιαύτη δὴ ὑπεροχή ἐστιν ἡ ἁρμονική. ἡ δὲ τῆς νεάτης ὑπεροχὴ καὶ τῆς μέσης κατʼ ἀριθμητικὸν λόγον ἴσῳ μέρει τὰς ὑπεροχὰς ἐμφαίνουσιν, ὡσαύτως καὶ ἡ παραμέση τῆς ὑπάτης· τῆς γὰρ μέσης ἡ παραμέση κατὰ τὸν ἐπόγδοον λόγον ὑπερέχει, πάλιν ἡ νεάτη τῆς ὑπάτης διπλασία ἐστίν ἡ δὲ παραμέση τῆς ὑπάτης ἡμιόλιος, ἡ δὲ μέση ἐπίτριτος πρὸς ὑπάτην ἥρμοσται. καὶ τοῖς μὲν μέρεσι καὶ τοῖς πλήθεσι καὶ κατʼ Ἀριστοτέλην ἡ ἁρμονία οὕτως ἔχουσα πέφυκε.

調和が尊厳あるものであり、神聖かつ偉大な何かであることについて、プラトンの弟子アリストテレスは次のように述べている。 「調和は天上的なものであり、神聖で美しく超自然的な本性を持っている。そしてその能力において四つの部分から成る性質を持ちつつ、算術的中項と調和的中項という二つの中項を有している。また、その部分、大きさ、超過は数と等しい比例に従って現れる。なぜなら旋律は二つのテトラコルドにおいて整律されるからである。」 これが彼の言葉である。そして彼は、調和の本体は互いに異なる部分から成り立っているが、それらの部分は互いに協和していると述べていた。さらにまた、その中項も算術的比率に従って協和しているとした。というのも、ネアテーはヒュパテーに対して2倍の比から調律されてオクターヴの協和を完成させるからである。前述したように、ネアテーは12の単位を持ち、ヒュパテーは6の単位を持つ。そしてパラメセーはヒュパテーと3対2の比に従って協和し、9の単位を持つ。またメセーは8の単位を持つと我々は述べていた。これらを通じて音楽の最も重要な音程が構成されることになる。すなわち、4対3の比に従う4度音程、3対2の比に従う5度音程、そして2倍の比に従うオクターヴである。そればかりか、全音の比に従う9対8の比も保持される。数の上での超過および幾何学的能力(比例)に従って、調和の部分が部分によって、また中項が中項によって同じ超過分によって超過し超過されるということが起きる。実際アリストテレスは、それらがそのような能力を持っていると表明しており、ネアテーは自身の3分の1の部分によってメセーを超過し、ヒュパテーは同様にパラメセーによって超過される。その結果、超過分は相対的なもの(同じ比率に基づくもの)となる。なぜならそれらは同じ部分によって超過し超過されるからである。現に、両極はメセーとパラメセーを、4対3と3対2という同じ比によって超過し超過されている。調和的超過とはまさにこのようなものである。他方、算術的比率に基づくネアテーとメセーの超過は、等しい部分(絶対値)によってその超過分を示しており、パラメセーのヒュパテーに対する超過も同様である。なぜならパラメセーはメセーを9対8の比によって超過し、またネアテーはヒュパテーの2倍であり、パラメセーはヒュパテーの1.5倍、メセーはヒュパテーに対して4対3の比で調律されているからである。部分に関しても数量に関しても、アリストテレスによれば調和は本性上このように成り立っている。

§24

συνέστηκε δὲ φυσικώτατα ἔκ τε τῆς ἀπείρου καὶ περαινούσης καὶ ἐκ τῆς ἀρτιοπερίσσου φύσεως καὶ αὐτὴ καὶ τὰ μέρη αὐτῆς πάντα· αὐτὴ μὲν γὰρ ὅλη ἀρτία ἐστί, τετραμερὴς οὖσα τοῖς ὅροις· τὰ δὲ μέρη αὐτῆς καὶ οἱ λόγοι ἄρτιοι καὶ περισσοὶ καὶ ἀρτιοπέρισσοι. τὴν μὲν γὰρ νεάτην ἔχει ἀρτίαν ἐκ δώδεκα μονάδων, τὴν δὲ παραμέσην περισσὴν ἐξ ἐννέα μονάδων, τὴν δὲ μέσην ἀρτίαν ἐξ ὀκτὼ μονάδων, τὴν δʼ ὑπάτην ἀρτιοπέρισσον, ἓξ μονάδων οὖσαν. οὕτω δὲ πεφυκυῖα αὐτή τε καὶ τὰ μέρη αὐτῆς πρὸς ἄλληλα ταῖς ὑπεροχαῖς τε καὶ τοῖς λόγοις, ὅλη θʼ ὅλῃ καὶ τοῖς μέρεσι συμφωνεῖ.

調和そのものもそのすべての部分も、無限定な本性と限定する本性、そして偶奇数(奇偶数)的本性から極めて自然に構成されている。というのも、調和それ自体は全体として、その境界項において四つの部分から成り立っているため偶数である。しかしその部分と比は偶数であり、奇数であり、偶奇数である。実際、ネアテーは12の単位から成り偶数であり、パラメセーは9の単位から成り奇数であり、メセーは8の単位から成り偶数であり、ヒュパテーは6の単位から成る偶奇数である。このように調和自体もその部分も、超過分と比において互いに対して本性づけられており、全体が全体とも部分とも協和している。

§25

ἀλλὰ μὴν καὶ αἱ αἰσθήσεις αἱ τοῖς σώμασιν ἐγγιγνόμεναι, αἱ μὲν, οὐράνιαι θεῖαι οὖσαι, μετὰ θεοῦ τὴν αἴσθησιν διὰ τὴν ἁρμονίαν παρεχόμεναι τοῖς ἀνθρώποις, ὄψις τε καὶ ἀκοή,5 μετὰ φωνῆς καὶ φωτὸς τὴν ἁρμονίαν ἐπιφαίνουσι· καὶ ἄλλαι δʼ αὐταῖς ἀκόλουθοι, αἰσθήσεις, καθʼ ἁρμονίαν συνεστᾶσι· πάντα γὰρ καὶ αὗται ἐπιτελοῦσιν οὐκ ἄνευ ἁρμονίας, ἐλάττους μὲν ἐκείνων οὖσαι οὐκ ἄπο δʼ ἐκείνων· ἐκεῖναι γὰρ ἅμα θεοῦ παρουσίᾳ παραγιγνόμεναι τοῖς σώμασι κατὰ λογισμὸν ἰσχυράν τε καὶ καλὴν φύσιν ἔχουσι.

さらにまた、身体の中に生じる諸感覚のうち、天上的で神聖なものとして調和ゆえに神とともに人間に感覚をもたらす視覚と聴覚は、声と光とともに調和を現し出している。そしてこれらに従う他の感覚も、調和に従って構成されている。なぜならこれらも調和なしには何一つ成し遂げないからであり、それら(視覚・聴覚)より劣ってはいるものの、それらから切り離されているわけではない。なぜなら視覚と聴覚は神の臨在とともに身体に生じることで、理性に従って力強く美しい本性を持っているからである。

構文注5 件
  1. 23Ἀριστοτέλης ὁ Πλάτωνος

    人名の後に冠詞+人名属格が続く形(ὁ Πλάτωνος)は、文脈上「プラトンの弟子」を意味する所属・関係の属格。通常は父称(父の子)を示す構文であるが、ここでは著名な師弟関係を表す。

  2. 23τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα

    与格 τῇ δυνάμει は「能力・機能において」を示す観点の与格(dative of respect / limitation)。分詞 πεφυκυῖα は φύω の完了能動分詞女性単数で「本性上〜である」の意。

  3. 23συνεστάναι δʼ αὐτῆς τὸ σῶμα ἔλεγεν

    ἔλεγεν(未完了過去)に導かれる対格不定詞構文(間接話法)。不定詞の主語は τὸ σῶμα であり、属格 αὐτῆς は所有の属格として τὸ σῶμα に係る(「調和の本体」)。引用部分(ταῦτα μὲν τὰ ῥητά)の後にアリストテレスの学説を敷衍して報告する叙述に移行している。

  4. 23ὡς γίγνεσθαι τὰς ὑπεροχὰς τῶν πρός τι

    接続詞 ὡς が不定詞 γίγνεσθαι を伴って結果を表す用法(ὥστε と同等)。τῶν πρός τι は哲学用語の定冠詞付き属格名詞化表現で、「相対的なもの(関係の範疇に属するもの)」を意味する述語的属格(「超過分が相対的なものとなるように」)。

  5. 25αἱ μὲν, οὐράνιαι θεῖαι οὖσαι ... ὄψις τε καὶ ἀκοή

    文頭の主語 αἱ αἰσθήσεις に対して αἱ μέν で受け、その同格として後方に ὄψις τε καὶ ἀκοή が現れる分割の同格(partitive apposition)構造。対応する αἱ δέ は後ろの καὶ ἄλλαι δʼ αὐταῖς ἀκόλουθοι αἰσθήσεις によって示される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:23-25