- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol VI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1895.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0094.tlg002.humanitext-grc2:17-19
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
プラトンがドリス調を選び他の旋法を退けた理由、および古代の音楽家たちが一部の音や弦数をあえて限定・省略したのは無知ゆえではなく、崇高なエートスと美を保持するためであったことが論じられる。
τούτων δὴ τῶν ἁρμονιῶν τῆς μὲν θρηνῳδικῆς τινος οὔσης τῆς δʼ ἐκλελυμένης,1 εἰκότως ὁ Πλάτων παραιτησάμενος αὐτὸς τὴν Δωριστὶ ὡς πολεμικοῖς ἀνδράσι καὶ σώφροσιν ἁρμόζουσαν εἵλετο· οὐ μὰ Δίʼ ἀγνοήσας, ὡς Ἀριστόξενός φησιν ἐν τῷ δευτέρῳ τῶν Μουσικῶν, ὅτι καὶ ἐν ἐκείναις τι χρήσιμον ἦν πρὸς πολιτειῶν φυλακήν· πάνυ γὰρ προσέσχε τῇ μουσικῇ ἐπιστήμῃ Πλάτων, ἀκουστὴς γενόμενος Δράκοντος τοῦ Ἀθηναίου καὶ Μετέλλου τοῦ Ἀκραγαντίνου. ἀλλʼ ἐπεί, ὡς προείπομεν, πολὺ τὸ σεμνόν ἐστιν ἐν τῇ Δωριστί, ταύτην προυτίμησεν· οὐκ ἠγνόει δʼ ὅτι πολλὰ Δώρια Παρθένεια ἅμα Ἀλκμᾶνι καὶ Πινδάρῳ καὶ Σιμωνίδῃ καὶ Βακχυλίδῃ πεποίηται, ἀλλὰ μὴν καὶ ὅτι προσόδια καὶ παιᾶνες, καὶ μέντοι ὅτι καὶ τραγικοὶ οἶκτοί ποτε ἐπὶ τοῦ Δωρίου τρόπου ἐμελῳδήθησαν καί τινα ἐρωτικὰ ἐξήρκει δʼ αὐτῷ τὰ εἰς τὸν Ἄρη καὶ Ἀθηνᾶν καὶ τὰ σπονδεῖα· ἐπιρρῶσαι γὰρ ταῦτα ἱκανὰ ἀνδρὸς σώφρονος ψυχήν καὶ περὶ τοῦ Λυδίου δʼ οὐκ ἠγνόει καὶ περὶ τῆς Ἰάδος· ἠπίστατο γὰρ ὅτι ἡ τραγῳδία ταύτῃ τῇ μελοποιίᾳ κέχρηται.
これら旋法のうち、一方が哀歌的であり、他方が弛緩したものである以上、プラトンがこれらを退け、戦士や分別ある者たちにふさわしいとしてドーリス調を自ら選んだのは当然のことであった。アリストクセノスが『音楽論』第二巻で述べているように、ゼウスにかけて、それら[他の旋法]の中にも国制の保持にとって有用な何らかのものがあることをプラトンが知らなかったからではない。アテナイのドラコンやアクラガスのメテロスの聴講生となったプラトンは、音楽の学問に極めて熱心に意を注いでいたからである。しかし前述のように、ドーリス調には尊厳が満ちているため、彼はこれを重んじたのである。またアルクマン、ピンダロス、シモーニデース、バッキュリデースによって多くのドーリス調の処女歌(パルテネイア)が作られたこと、さらに入場歌(プロソディア)やパイアーンも、さらには悲劇の哀歌や幾つかの恋愛歌もかつてドーリス旋法に合わせて作曲されたことを、彼が知らなかったわけではない。だが彼にとってはアレースやアテナに向けられた楽曲や、献酌歌で十分であった。分別ある男の魂を力づけるにはこれらで十分だからである。そして彼はリュディア調やイオニア調のことも知らなかったわけではない。悲劇がこの旋律作法を用いてきたことを理解していたからである。
καὶ οἱ παλαιοὶ δὲ πάντες οὐκ ἀπείρως ἔχοντες πασῶν τῶν ἁρμονιῶν ἐνίαις ἐχρήσαντο· οὐ γὰρ ἡ ἄγνοια τῆς τοιαύτης στενοχωρίας καὶ ὀλιγοχορδίας αὐτοῖς αἰτία γεγένηται· οὐδὲ διʼ ἄγνοιαν οἱ περὶ Ὄλυμπον καὶ Τέρπανδρον καὶ οἱ ἀκολουθήσαντες τῇ τούτων προαιρέσει περιεῖλον τὴν πολυχορδίαν τε καὶ ποικιλίαν. μαρτυρεῖ γοῦν τὰ Ὀλύμπου τε καὶ Τερπάνδρου ποιήματα καὶ τῶν τούτοις ὁμοιοτρόπων πάντων· ὀλιγόχορδα γὰρ ὄντα καὶ ἁπλᾶ διαφέρει τῶν ποικίλων καὶ πολυχόρδων, ὡς μηδένα δύνασθαι μιμήσασθαι τὸν Ὀλύμπου τρόπον, ὑστερίζειν δὲ τούτου τοὺς ἐν τῷ πολυχόρδῳ τε καὶ πολυτρόπῳ καταγιγνομένους.
古代の人々もみな、すべての旋法を知らなかったわけではなくて、そのうちの幾つかを用いたのである。彼らがそのような制約と少弦を選んだ原因となったのは、無知ではない。オリュンポスやテルパンドロスの周辺の人々、また彼らの志向に従った人々が、多弦化や多様化(技巧の複雑さ)を削ぎ落としたのも、無知によるものではない。少なくともオリュンポスやテルパンドロスの作品、またこれらに類する作風のすべての作品がそれを証言している。それらは少弦で単純でありながら、多彩で多弦の楽曲に卓越しており、誰もオリュンポスの作風を模倣することができず、多弦や多彩な技巧に携わる者たちはこれに及ばないほどだからである。
Ὅτι δʼ οἱ παλαιοὶ οὐ διʼ ἄγνοιαν ἀπείχοντο τῆς τρίτης ἐν τῷ σπονδειάζοντι τρόπῳ, φανερὸν ποιεῖ ἡ ἐν τῇ κρούσει γενομένη χρῆσις· οὐ γὰρ ἂν ποτʼ αὐτῇ πρὸς τὴν παρυπάτην κεχρῆσθαι συμφώνως, μὴ γνωρίζοντας τὴν χρῆσιν·2 ἀλλὰ δῆλον ὅτι τὸ τοῦ κάλλους ἦθος, ὃ γίγνεται ἐν τῷ σπονδειακῷ τρόπῳ διὰ τὴν τῆς τρίτης ἐξαίρεσιν, τοῦτʼ ἦν τὸ τὴν αἴσθησιν αὐτῶν ἐπάγον ἐπὶ τὸ διαβιβάζειν τὸ μέλος ἐπὶ τὴν παρανήτην. ὁ αὐτὸς δὲ λόγος καὶ περὶ τῆς νήτης· καὶ γὰρ ταύτῃ κατὰ μὲν τὴν κροῦσιν ἐχρῶντο, καὶ πρὸς παρανήτην διαφώνως καὶ πρὸς μέσην συμφώνως· κατὰ δὲ τὸ μέλος οὐκ ἐφαίνετο αὐτοῖς οἰκεία εἶναι τῷ σπονδειακῷ τρόπῳ. οὐ μόνον δὲ τούτοις ἀλλὰ καὶ τῇ συνημμένων νήτῃ οὕτω κέχρηνται πάντες· κατὰ μὲν γὰρ τὴν κροῦσιν αὐτὴν διεφώνουν πρός τε παρανήτην καὶ πρὸς παραμέσην, καὶ συνεφώνουν πρός τε μέσην καὶ πρὸς λιχανόν κατὰ δὲ τὸ μέλος κἂν αἰσχυνθῆναι τῷ χρησαμένῳ ἐπὶ τῷ γιγνομένῳ διʼ αὐτὴν ἤθει.3 δῆλον δʼ εἶναι καὶ ἐκ τῶν Φρυγίων, ὅτι οὐκ ἠγνόητο ὑπʼ Ὀλύμπου τε καὶ τῶν ἀκολουθησάντων ἐκείνῳ· ἐχρῶντο γὰρ αὐτῇ οὐ μόνον κατὰ τὴν κροῦσιν, ἀλλὰ καὶ κατὰ τὸ μέλος ἐν τοῖς Μητρῴοις καὶ ἔν τισὶ τῶν Φρυγίων. δῆλον δὲ καὶ τὸ περὶ τῶν ὑπατῶν, ὅτι οὐ διʼ ἄγνοιαν ἀπείχοντο ἐν τοῖς Δωρίοις τοῦ τετραχόρδου τούτου· αὐτίκα ἐπὶ τῶν λοιπῶν τόνων ἐχρῶντο, δηλονότι εἰδότες· διὰ δὲ τὴν τοῦ ἤθους φυλακὴν ἀφῄρουν ἐπὶ τοῦ Δωρίου τόνου, τιμῶντες τὸ καλὸν αὐτοῦ.
古代の人々が献酌歌的旋法において第3音を控えたのが無知によるものではないことは、器楽伴奏においてなされた用法が明らかにしている。なぜなら、その用法を知らなければ、パリュパテー(次低音)に対してそれ[第3音]を協和的に用いることなど決してなかったはずだからである。むしろ明らかなのは、第3音の除外によって献酌歌的旋法に生じる美のエートス(気品)、これこそが彼らの感覚を導き、旋律をパラネーテー(次高音)へと移行させたということである。ネーテー(最高音)についても同じ説明が成り立つ。実際彼らは器楽伴奏においてはこれを用い、パラネーテーに対しては不協和に、メセー(中音)に対しては協和的に用いた。しかし歌唱旋律においては、献酌歌的旋法に固有でふさわしいものとは彼らには思われなかった。これらだけでなく、結合テトラコードのネーテーも、すべての者が同様に用いた。器楽伴奏においては、彼らはそれをパラネーテーおよびパラメセー(次中音)に対して不協和に響かせ、メセーおよびリカノス(示指音)に対して協和的に響かせた。しかし歌唱旋律においては、それによって生じるエートスのゆえに、これを用いた者には恥となったであろう。またフリュギア調の楽曲からも、それがオリュンポスや彼に従った者たちにとって未知ではなかったことは明らかである。なぜなら彼らは母なる神への儀礼曲やフリュギア調の幾つかの曲において、器楽伴奏においてのみならず歌唱旋律においてもこれを用いたからである。またヒュパテー(最低音)の音群に関しても、ドーリス調の楽曲においてこのテトラコードを控えたのが無知によるものではないことは明白である。たとえば、彼らは他の音階ではこれを用いたのであり、知っていたことは明らかである。しかしエートスを保持するために、ドーリス調の音階においてはそれを除外し、その美を尊重したのである。
- 17τούτων δὴ τῶν ἁρμονιῶν τῆς μὲν θρηνῳδικῆς τινος οὔσης τῆς δʼ ἐκλελυμένης
全体を表す属格句 τούτων δὴ τῶν ἁρμονιῶν に対し、その部分要素である τῆς μέν と τῆς δέ が分掌属格として配置され、それぞれ分詞 οὔσης および ἐκλελυμένης(οὔσης が共通して了解される)を伴う独立属格構文を形成している。
- 19οὐ γὰρ ἂν ποτʼ αὐτῇ πρὸς τὴν παρυπάτην κεχρῆσθαι συμφώνως, μὴ γνωρίζοντας τὴν χρῆσιν
間接話法(先行する φανερὸν ποιεῖ に従属)における ἄν + 完了不定詞(κεχρῆσθαι)の構文で、過去の事実に反する反実仮想(直説法過去+ἄν)を不定詞句に転換したもの。否定辞 μή を伴う分詞 μὴ γνωρίζοντας は意味上の主語(古代の音楽家たち)を表す対格であり、「もし用法を知らなかったならば〜決して用いなかったであろう」という条件節の代用となっている。
- 19κἂν αἰσχυνθῆναι τῷ χρησαμένῳ ἐπὶ τῷ γιγνομένῳ διʼ αὐτὴν ἤθει
κἂν (= καὶ ἄν) が受動相アオリスト不定詞 αἰσχυνθῆναι にかかり、過去反実仮想の帰結節を不定詞で表している。非人称構文的に「それを用いた者(与格 τῷ χρησαμένῳ)にとって恥となったであろう」と解釈するか、あるいは人称構文として「用いた者は恥じ入ったであろう」と解釈できるが、どちらにしても生じるエートスへの嫌悪が理由(ἐπί +与格)として示されている。
