← テオプラストス

人さまざま

§9.1-9.8

恥知らずの定義と卑しい利を貪る男の行状

テオプラストスは「恥知らず」を卑しい利得のために悪評を意に介さない性質と定義し、金を騙し取った相手から平然と借金をしたり、肉屋や浴場で理不尽に得をしようとする様々な厚顔無恥な行動を列挙する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

ἡ δὲ ἀναισχυντία ἐστὶ μέν, ὡς ὅρῳ λαβεῖν,1 καταφρόνησις δόξης αἰσχροῦ ἕνεκα κέρδους, ὁ δὲ ἀναίσχυντος τοιοῦτός τις, οἷος πρῶτον μὲν ὃν ἀποστερεῖ, πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι,2 εἶτα θύσας τοῖς θεοῖς αὐτὸς μὲν δειπνεῖν παρʼ ἑτέρῳ, τὰ δὲ κρέα ἀποτιθέναι ἁλσὶ πάσας.

恥知らずとは、定義づけて言うならば、卑しい利得のために世評を軽んじることであり、恥知らずな人間とは次のような者である。まず自分が騙し取った相手のところへ出向いて金を借り、次いで神々に生贄を捧げたときには自分自身は他人の家で食事をし、その肉は塩を振ってしまい込んでおく。

§9.3

καὶ προσκαλεσάμενος τὸν ἀκόλουθον δοῦναι ἀπὸ τῆς τραπέζης ἄρας κρέας καὶ ἄρτον καὶ εἰπεῖν ἀκουόντων πάντων· εὐωχοῦ, Τίβειε. καὶ ὀψωνῶν δὲ ὑπομιμνῄσκειν τὸν κρεωπώλην, εἴ τι χρήσιμος αὐτῷ γέγονε, καὶ ἑστηκὼς πρὸς τῷ σταθμῷ μάλιστα μὲν κρέας, εἰ δὲ μή, ὀστοῦν εἰς τὸν ζωμὸν ἐμβαλεῖν, καὶ ἐὰν μὲν λάβῃ, εὖ ἔχει, εἰ δὲ μή, ἁρπάσας ἀπὸ τῆς τραπέζης χολίκιον ἅμα γελῶν ἀπαλλάττεσθαι.

また自分の従者を呼び寄せ、食卓から肉とパンを取って与え、一同が聞いている前でこう言う。 「たらふく食え、ティベイオス」また買い物をするときには、かつて自分が肉屋に何らかの役に立ったことがあればその恩義を思い出させ、秤の傍らに立って、できれば肉を、駄目ならスープ用の骨を放り込む。そして手に入ればそれでよいが、駄目なら肉切り台から臓物をひったくって、笑いながら立ち去る。

§9.5

καὶ ξένοις δὲ αὑτοῦ θέαν ἀγοράσας μὴ δοὺς τὸ μέρος θεωρεῖν,3 ἄγειν δὲ καὶ τοὺς υἱεῖς εἰς τὴν ὑστεραίαν καὶ τὸν παιδαγωγόν.

また自分の遠来の客たちのために観劇の席を買いながら、自分の分は支払わずに観劇し、翌日には息子たちと教育係の奴隷までも連れて行く。

§9.6

καὶ ὅσα ἐωνημένος ἄξιά τις φέρει, μεταδοῦναι κελεῦσαι καὶ αὑτῷ.

また誰かが安く買い付けて価値のある品を運んでいると、自分にも分け前をよこせと要求する。

§9.7

καὶ ἐπὶ τὴν ἀλλοτρίαν οἰκίαν ἐλθὼν δανείζεσθαι κριθάς, ποτὲ δὲ ἄχυρα, καὶ ταῦτα τοὺς χρήσαντας ἀναγκάσαι ἀποφέρειν πρὸς αὑτόν.

他人の家に行っては大麦を、時には藁を借り、あまつさえ貸した相手にそれを自分の家まで運ばせる。

§9.8

δεινὸς δὲ καὶ πρὸς τὰ χαλκεῖα τὰ ἐν τῷ βαλανείῳ προσελθὼν καὶ βάψας ἀρύταιναν βοῶντος τοῦ βαλανέως αὐτὸς αὑτοῦ καταχέασθαι καὶ εἰπεῖν4 ὅτι λέλουται ἀπιὼν κἀκεῖ οὐδεμία σοι χάρις.

また公衆浴場では湯壺のところへ進み寄り、柄杓を浸して、浴場番が叫んでいるのも構わず自ら自分に湯を浴びせかけ、立ち去りながら「風呂には入ったぞ。貴様になど何の感謝の義理もない」と言うのが常である。

構文注4 件
  1. 9.1ὡς ὅρῳ λαβεῖν

    接続詞 ὡς を伴う不定詞の絶対的用法(制限的用法)で、「定義として捉えるならば」「要約して定義づけるならば」という意味を表す挿入句である。

  2. 9.2ὃν ἀποστερεῖ, πρὸς τοῦτον ἀπελθὼν δανείζεσθαι

    指示代名詞(先行詞)πρὸς τοῦτον よりも関係代名詞節 ὃν ἀποστερεῖ が文頭に前置された構文(先取り・関係節の倒置)。意味関係は πρὸς τοῦτον, ὃν ἀποστερεῖ, ἀπελθὼν δανείζεσθαι(自分が騙し取っているその相手のところへ行って金を借りる)である。

  3. 9.5μὴ δοὺς τὸ μέρος θεωρεῖν

    分詞 μὴ δούς(否定辞 μή は条件あるいは性格描写に伴う一般的否定)は「自分の負担分(τὸ μέρος)を支払わずに」を意味する付帯状況の分詞。θεωρεῖν(観劇する)は前の主動詞的用法(記述の不定詞)を継続している。

  4. 9.8δεινὸς δὲ καὶ ... καταχέασθαι καὶ εἰπεῖν

    形容詞 δεινός(〜することに長けている、平気で〜する)が二つの不定詞 καταχέασθαι と εἰπεῖν を補文として支配する構文。途中に βοῶντος τοῦ βαλανέως(浴場番が叫んでいるのに)という属格独立構文が譲歩・状況説明として挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:9.1-9.8