← テオプラストス

人さまざま

§28.1-28.7

中傷の定義と他人の出自や死者を誹謗する行動

中傷の定義を示し、他人の家系や素性を暴いて嘲笑し、淫らな噂を広め、他人の悪口に便乗して家族や死者までも容赦なく誹謗する中傷者の言動を描く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28.1

ἔστι δὲ ἡ κακολογία ἀγωγὴ ψυχῆς εἰς τὸ χεῖρον ἐν λόγοις, ὁ δὲ κακολόγος τοιόσδε τις, οἷος ἐρωτηθείς· ὁ δεῖνα τίς ἐστιν; ὀγκοῦσθαι καθάπερ οἱ γενεαλογοῦντες· πρῶτον ἀπὸ τοῦ γένους αὐτοῦ ἄρξομαι· τούτου ὁ μὲν πατὴρ ἐξ ἀρχῆς Σωσίας ἐκαλεῖτο, ἐγένετο δὲ ἐν τοῖς στρατιώταις Σωσίστρατος, ἐπειδὴ δὲ εἰς τοὺς δημότας ἐνεγράφη, Σωσίδημος. ἡ μέντοι μήτηρ εὐγενὴς Θρᾷττά ἐστι· καλεῖται γοῦν ἡ ψυχὴ1 Κρινοκοράκα· τὰς δὲ τοιαύτας φασὶν ἐν τῇ πατρίδι εὐγενεῖς εἶναι· αὐτὸς δὲ οὗτος ὡς ἐκ τοιούτων γεγονὼς κακὸς καὶ μαστιγίας.

中傷とは、言論において魂をより悪い方へと向かわせる傾向であり、中傷者とは次のような人間である。「あの男は何者だ」と問われると、系図学者たちのように重々しく構えて、「まずはその素性から始めよう。この男の父親は、もとはソシアスと呼ばれていたが、兵役についてソシストラトスとなり、区民名簿に登録されてからはソシデモスとなった。一方、母親は高貴なトラキア女だ。何しろあのいとしいお方はクリノコラカと呼ばれている。あちらの故郷ではそういう女を高貴と呼ぶのだそうだ。そしてこの男自身は、そのような両親から生まれただけあって悪党で、鞭打たれるべき奴隷野郎だ」などと語るような者。

§28.3

καὶ κακῶς δὲ πρός τινα εἰπεῖν· ἐγὼ δήπου τὰ τοιαῦτα οἶδα, ὑπὲρ ὧν σὺ πλανᾷ πρὸς ἐμέ, κἀπὶ τούτοις διεξιών· αὗται αἱ γυναῖκες ἐκ τῆς ὁδοῦ τοὺς παριόντας συναρπάζουσι, καὶ οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα·2 οὐ γὰρ οἷον λῆρός ἐστι τὸ λεγόμενον, ἀλλʼ ὥσπερ κύνες αἱ γυναῖκες ἐν ταῖς ὁδοῖς συνέχονται, καὶ τὸ ὅλον ἀνδρόλαλοί τινες, καὶ αὐταὶ παρὰ τὴν θύραν τὴν αὔλειον ὑπακούουσι.

また、ある人に向かって悪口を言い、「お前が私に聞いて迷っているような事なら、私はとうに知っている」と言って、それに続けてこう詳しくぶちまけるような者。 「あの女たちは通りから通行人を引っ張り込む。 この家は股を開いた家だ。世間で言われていることは決して出鱈目ではなく、女たちはまるで犬のように通りで交わり合っている。 要するに男とおしゃべりするような手合いだ。 彼女ら自身が表の庭門に出て応対する」

§28.4

ἀμέλει δὲ καὶ κακῶς λεγόντων ἑτέρων συνεπιλαμβάνεσθαι εἴπας· ἐγὼ δὲ τοῦτον τὸν ἄνθρωπον πλέον πάντων μεμίσηκα· καὶ γὰρ εἰδεχθής τις ἀπὸ τοῦ προσώπου ἐστίν· ἡ δὲ πονηρία οὐδὲν ὁμοία·3 σημεῖον δέ· τῇ γὰρ αὑτοῦ γυναικὶ τάλαντα εἰσενεγκαμένῃ προῖκα, ἐξ ἧς παιδίον αὐτῷ γεννᾷ, τρεῖς χαλκοῦς εἰς ὄψον δίδωσι καὶ τῷ ψυχρῷ λοῦσθαι ἀναγκάζει τῇ τοῦ Ποσειδῶνος ἡμέρᾳ. καὶ συγκαθήμενος δεινὸς περὶ τοῦ ἀναστάντος εἰπεῖν καὶ ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι.4

もちろん、他人が悪口を言っているときには、口を挟んでこう言うような者。 「私などはこの男が誰よりも大嫌いだ。実際、顔つきからして醜悪だし、その邪悪さに至っては比べるものがない。証拠を挙げよう。自分の妻が持参金として何タラントンも持ち込み、子供を産んでやったというのに、おかず代には銅貨三枚しか与えず、ポセイドンの月(真冬)の祝日に冷水で入浴することを強要しているのだ」また、一緒に座っている誰かが席を立つと、その男について悪態をつくのが得意で、一度口火を切ったらその男の身内の者たちを罵ることさえ思いとどまらないような者。

§28.6

καὶ πλεῖστα περὶ τῶν φίλων καὶ οἰκείων [κακὰ εἰπεῖν] καὶ περὶ τῶν τετελευτηκότων κακῶς λέγειν, ἀποκαλῶν παρρησίαν καὶ δημοκρατίαν καὶ ἐλευθερίαν καὶ τῶν ἐν τῷ βίῳ ἥδιστα τοῦτο ποιῶν.

また友人や身内について悪口を言い尽くし、死者についても誹謗し、それを率直な物言いであり、民主主義であり、自由であると呼び、これを人生で無上の歓びとするような者。

§28.7

οὕτως ὁ τῆς ἰδίας κακίας ἐρεθισμὸς μανικοὺς καὶ ἐξεστηκότας ἀνθρώπους τοῖς ἤθεσι ποιεῖ.

このように、自分自身の悪意の刺激は、人間をその性格において狂気じみ、分別を失ったものにするのである。

構文注4 件
  1. 28.2ἡ ψυχὴ

    母の素性を語る文脈で挿入された「あの御仁/愛しいお方」を意味する口語的・皮肉な換喩表現。「魂」を人格そのものの代称として親愛あるいは反語的嘲笑を込めて用いている。

  2. 28.3οἰκία τις αὕτη τὰ σκέλη ἠρκυῖα

    家(οἰκία)を娼婦に見立てた擬人化表現。ἠρκυῖα は αἴρω(持ち上げる、上げる)の完了能動分詞女性単数主格で、主語 οἰκία の補語。τὰ σκέλη(両脚)は動作の及ぶ部位を示す直接対格(いわゆる部分の対格ないし内的限界を示す対格)であり、「両脚を持ち上げた/股を開いた家」を意味する。

  3. 28.4οὐδὲν ὁμοία

    直訳すると「何物にも似ていない」であるが、慣用的に「比べるものがない」「並外れている」という意味を表す。ここでは相手の極端な悪辣さ(πονηρία)を強調している。

  4. 28.5ἀρχήν γε εἰληφὼς μὴ ἀποσχέσθαι μηδὲ τοὺς οἰκείους αὐτοῦ λοιδορῆσαι

    ἀρχὴν λαμβάνω(口火を切る、手をつける)に続く不定詞構文。否定辞 μή は結果や意図の文脈で不定詞 ἀποσχέσθαι を修飾し、さらに続く μηδέ は「〜さえもしない」と強調しつつ λοιδορῆσαι(罵る)を導く。文脈上「身内を罵ることさえ思いとどまらない(控えない)」という合成的意味を成す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0093.tlg009.humanitext-grc2:28.1-28.7