← アリストテレス

アテナイ人の国制

§23-25

アレオパゴス評議会の復権とエフィアルテスの改革

ペルシア戦争後にアレオパゴス評議会が一時的に実権を握り、アリスティデスとテミストクレスの指導下でアテナイが海の覇権を確立したこと、そしてその後に大衆への給養制度が整備されたこと、さらにエフィアルテスとテミストクレスによるアレオパゴス評議会の権限剥奪とエフィアルテスの暗殺を記述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23

​XXIII. τότε μὲν οὖν μέχρι τούτου προῆλθεν ἡ πόλις ἅμα τῇ δημοκρατίᾳ κατὰ μικρὸν αὐξανομένῃ· μετὰ δὲ τὰ Μηδικὰ πάλιν ἴσχυσεν ἡ ἐν Ἀρείῳ πάγῳ βουλὴ καὶ διῴκει τὴν πόλιν, οὐδενὶ δόγματι λαβοῦσα τὴν ἡγεμονίαν ἀλλὰ διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία.1 τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων2 τοῖς πράγμασι καὶ κηρυξάντων σῴ[ζ]ειν ἕκαστον ἑαυτόν, πορίσασα δραχμὰς ἑκάστῳ ὀκτὼ διέδωκε καὶ ἐνεβίβασεν εἰς τὰς ναῦς. διὰ ταύτην δὴ τὴν αἰτίαν παρεχώρουν αὐτῆς τῷ ἀξιώματι, καὶ ἐπολιτεύθησαν Ἀθηναῖοι καλῶς [καὶ] κατὰ τούτους τοὺς καιρούς. συνέβη γὰρ αὐτοῖς περὶ τὸν χρόνον τοῦτον τά τε εἰς τὸν πόλεμον ἀσκῆσαι καὶ παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ τὴν τῆς θαλάττης ἡγεμονίαν λαβεῖν ἀκόντων Λακεδαιμονίων. ἦσαν δὲ προστάται τοῦ δήμου κατὰ τούτους τοὺς καιροὺς Ἀριστείδης ὁ Λυσιμάχου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους, ὁ μὲν τὰ πολέμια δοκῶν <ἀσκεῖν>, ὁ δὲ τὰ πολιτικὰ δεινὸς εἶναι καὶ δικαιοσύνῃ τῶν καθ᾿ ἑαυτὸν διαφέρειν· διὸ καὶ ἐχρῶντο τῷ μὲν στρατηγῷ, τῷ δὲ συμβούλῳ. τὴν μὲν οὖν τῶν τειχῶν ἀνοικοδόμησιν κοινῇ διῴκησαν, καίπερ διαφερόμενοι πρὸς ἀλλήλους, ἐπὶ δὲ τὴν ἀπόστασιν τὴν τῶν Ἰώνων ἀπὸ τῆς τῶν Λακεδαιμονίων συμμαχίας Ἀριστείδης ἦν ὁ προτρέψας, τηρήσας τοὺς Λάκωνας διαβεβλημένους διὰ Παυσανίαν. διὸ καὶ τοὺς φόρους οὗτος ἦν ὁ τάξας ταῖς πόλεσιν τοὺς πρώτους ἔτει τρίτῳ μετὰ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐπὶ Τιμοσθένους ἄρχοντος, καὶ τοὺς ὅρκους ὤμοσεν τοῖς Ἴωσ[ιν] | ὥστε τὸν αὐτὸν ἐχθρὸν εἶναι καὶ φίλον, ἐφ᾿ οἷς καὶ τοὺς μύδρους ἐν τῷ πελάγει καθεῖσαν.

​XXIII. さて、その時まで、国家は民主政とともに少しずつ成長しながら、ここに至るまで発展した。しかしペルシア戦争の後、アレオパゴスの評議会が再び力を持ち、国政を司るようになった。これは何らかの決議によって支配権を得たのではなく、サラミスの海戦の直接の原因となったからである。すなわち、将軍たちが事態に窮し、各自自己の安全をはかるようにと布告したとき、彼らは1人あたり8ドラクメの資金を工面して分配し、彼らを船に乗船させた。まさにこの理由のために、人々はアレオパゴス評議会の権威に譲歩し、この時期のアテナイ人は良好な国政を行っていた。実際、この時期に彼らは戦争への自己鍛錬を積むとともに、ギリシア人の間で高い名声を博し、ラケダイモン人たちが望まないにもかかわらず、海の覇権を手に入れることになった。この時期、民衆の指導者であったのは、リュシマコスの子アリスティデスとネオクレスの子テミストクレスであり、後者は軍事を司る者とみなされ、前者は政治に巧みで、同時代の人々のなかで正義において優れているとみなされていた。そのため、彼らは後者を将軍として、前者を顧問として用いていた。城壁の再建については、彼らは互いに対立していたにもかかわらず、共同で対処した。一方、イオニア人たちをラケダイモン人たちの同盟から離脱させることについては、アリスティデスがそれを促した者であった。彼はパウサニアスの件でラケダイモン人たちが反感を買っている機会を見逃さなかった。そのため、各都市に対して最初の貢納額を定めたのも彼であり、それはサラミスの海戦から3年目、ティモステネスがアルコンのときであった。また、彼はイオニア人たちと「同じ敵と同じ味方を持つ」という誓いを交わし、その条件の下で鉄塊を海底に沈めた。

§24

​XXIV. μετὰ δὲ ταῦτα θαρρούσης ἤδη τῆς πόλεως καὶ χρημάτων ἠθροισμένων πολλῶν, συνεβούλευεν ἀντιλαμβάνεσθαι τῆς ἡγεμονίας καὶ καταβάντας ἐκ τῶν ἀγρῶν οἰκεῖν ἐν τῷ ἄστει· τροφὴν γὰρ ἔσεσθαι πᾶσι, τοῖς μὲν στρατευομένοις, τοῖς δὲ φρουροῦσι, τοῖς δὲ τὰ κοινὰ πράττουσι, εἶθ᾿ οὕτω κατασχήσειν τὴν ἡγεμονίαν. πεισθέντες δὲ ταῦτα καὶ λαβόντες τὴν ἀρχὴν τοῖς τε συμμάχοις δεσποτικωτέρως ἐχρῶντο πλὴν Χίων καὶ Λεσβίων καὶ Σαμίων· τούτους δὲ φύλακας εἶχον τῆς ἀρχῆς, ἐῶντες τάς τε πολιτείας παρ᾿ αὐτοῖς καὶ ἄρχειν ὧν ἔτυχον ἄρχοντες. κατέστησαν δὲ καὶ τοῖς πολλοῖς εὐπορίαν τροφῆς, ὥσπερ Ἀριστείδης εἰσηγήσατο. συνέβαινεν γὰρ ἀπὸ τῶν φόρων καὶ τῶν τελῶν καὶ τῶν συμμάχων πλείους ἢ δισμυρίους ἄνδρας τρέφεσθαι. δικασταὶ μὲν γὰρ ἦσαν ἑξακισχίλιοι, τοξόται δ᾿ ἑξακόσιοι καὶ χίλιοι, καὶ πρὸς τούτοις ἱππεῖς χίλιοι καὶ διακόσιοι, βουλὴ δὲ πεντακόσιοι, καὶ φρουροὶ νεωρίων πεντακόσιοι, καὶ πρὸς τούτοις ἐν τῇ πόλει φρουροὶ ν̄, ἀρχαὶ δ᾿ ἔνδημοι μὲν εἰς ἑπτακοσίους ἄνδρας, ὑπερόριοι δ᾿ εἰς † ἑπτακοσίους· πρὸς δὲ τούτοις ἐπεὶ συνεστήσαντο τὸν πόλεμον ὕστερον, ὁπλῖται μὲν δισχίλιοι καὶ πεντακόσιοι, νῆες δὲ φρουρίδες εἴκοσι, ἄλλαι δὲ νῆες αἱ τοὺς φόρους ἄγουσαι τοὺς ἀπὸ τοῦ κυάμου3 δισχιλίους ἄνδρας, ἔτι δὲ πρυτανεῖον καὶ ὀρφανοὶ καὶ δεσμωτῶν φύλακες· ἅπασι γὰρ τούτοις ἀπὸ τῶν κοινῶν ἡ διοίκησις ἦν.

​XXIV. この後、国家がすでに自信を深め、多くの資金が蓄積されると、彼は覇権を握ること、そして田舎から降りてきて市内に居住することを勧告した。というのも、従軍する者、守備に就く者、公務を行う者など、すべての人々に扶養が提供されることになり、そうすることによって覇権を維持できるからである、と。この勧告を受け入れ、支配権を握ると、彼らはキオス、レスボス、サモスを除く同盟国に対して、より高圧的な支配を行うようになった。これらの3島については支配の擁護者として扱い、彼らの独自の国政を認め、彼らが支配していた領域を支配し続けることを許した。また、彼らはアリスティデスが提案したように、一般大衆に対しても十分な糧食を確立した。実際、貢納金や関税、同盟国からの収入から、2万人以上の人々が養われることになった。すなわち、裁判官が6,000人、弓兵が1,600人、さらに騎兵が1,200人、評議会議員が500人、造船所の守備兵が500人、さらに市内の守備兵が50人、国内の官職が700人にのぼり、国外の官職も700人にのぼった。これらに加えて、後に彼らが戦争体制を整えたときには、重装歩兵が2,500人、守備船が20隻、さらに抽選で選ばれて貢納金を集める他の船に乗り組む者が2,000人いた。さらにプリュタネイオンでの食事支給対象者、孤児、囚人の看守がいた。これらすべての人々への支給は、公的な資金から賄われていたからである。

§25

​XXV. ἡ μὲν οὖν τροφὴ τῷ δήμῳ διὰ τούτων ἐγίγνετο. ἔτη δὲ ἑπτακαίδεκα μάλιστα μετὰ τὰ Μηδικὰ διέμεινεν ἡ πολιτεία προεστώτων τῶν Ἀρεοπαγιτῶν, καίπερ ὑποφερομένη κατὰ μικρόν. αὐξανομένου δὲ τοῦ πλήθους γενόμενος τοῦ δήμου προστάτης Ἐφιάλτης ὁ Σοφωνίδου, | δοκῶν καὶ ἀδωροδόκητος εἶναι καὶ δίκαιος πρὸς τὴν πολιτείαν, ἐπέθετο τῇ βουλῇ. καὶ πρῶτον μὲν ἀνεῖλεν πολλοὺς τῶν Ἀρεοπαγιτῶν, ἀγῶνας ἐπιφέρων περὶ τῶν διῳκημένων· ἔπειτα τῆς βουλῆς ἐπὶ Κόνωνος ἄρχοντος ἅπαντα περιεῖλε<το> τὰ ἐπίθετα δι᾿ ὧν ἦν ἡ τῆς πολιτείας φυλακή, καὶ τὰ μὲν τοῖς πεντακοσίοις τὰ δὲ τῷ δήμῳ καὶ τοῖς δικαστηρίοις ἀπέδωκεν. ἔπρα[ξ]ε δὲ ταῦτα συναιτίου γενομένου Θεμιστοκλέους, ὃς ἦν μὲν τῶν Ἀρεοπαγιτῶν, ἔμελλε δὲ κρίνεσθαι μηδισμοῦ. βουλόμενος δὲ καταλυθῆναι τὴν βουλὴν ὁ Θεμιστοκλῆς πρὸς μὲν τὸν Ἐφιάλτην ἔλεγεν ὅτι συναρπάζειν αὐτὸν ἡ βουλὴ μέλλει, πρὸς δὲ τοὺς Ἀρεοπαγίτας ὅτι δείξει τινὰς συνισταμένους ἐπὶ καταλύσει τῆς πολιτείας. ἀγαγὼν δὲ τοὺς αἱρεθέντας τῆς βουλῆς οὗ διέτριβεν ὁ Ἐφιάλτης, ἵνα δείξῃ τοὺς ἀθροιζομένους, διελέγετο μετὰ σπουδῆς αὐτοῖς. ὁ δ᾿ Ἐφιάλτης ὡς εἶδεν καταπλαγεὶς καθίζει μονοχίτων4 ἐπὶ τὸν βωμόν. θαυμασάντων δὲ πάντων τὸ γεγον[ὸς] καὶ μετὰ ταῦτα συναθροισθείσης τῆς βουλῆς τῶν πεντακοσίων κατηγόρουν τῶν Ἀρεοπαγιτῶν ὅ τ᾿ Ἐφιάλτης καὶ <ὁ> Θεμιστοκλῆς, καὶ πάλιν ἐν τῷ δήμῳ τὸν αὐτὸν τρόπον, ἕως περιείλοντο αὐτῶν τὴν δύναμιν. καί * * * ἀνῃρέθη δὲ καὶ ὁ Ἐφιάλτης δολοφονηθεὶς μετ᾿ οὐ πολὺν χρόνον δι᾿ Ἀριστοδίκου τοῦ Ταναγραίου.

​XXV. このようにして、民衆への糧食支給が行われていた。ペルシア戦争の後、アレオパゴスの人々が指導的立場に立つ形で、国政はおよそ17年間維持されたが、徐々に衰退していった。しかし民衆の数が増大するにつれ、ソポニデスの子エフィアルテスが民衆の指導者となった。彼は賄賂を受け取らず、国政に対して公正な人物とみなされていたが、アレオパゴス評議会を攻撃した。まず第一に、彼はアレオパゴス評議会の議員の多くを、その職務執行に関する裁判に引き出すことで取り除いた。次に、コノンがアルコンのときに、評議会から、それによって国政の守護が行われていたあらゆる付加的な権限を剥奪し、その一部を500人評議会に、他の部分を民衆および裁判所に返還した。彼は、アレオパゴス評議会の一員でありながら、ペルシア通いの罪で裁判にかけられようとしていたテミストクレスと共同してこれらの事を行った。テミストクレスは、アレオパゴス評議会が解体されることを望み、エフィアルテスに対しては、評議会が彼を逮捕しようとしていると告げ、他方アレオパゴス評議会に対しては、国政を転覆させようと謀立している者たちがいることを暴露すると告げた。そして、エフィアルテスが滞在していた場所に、評議会から選ばれた者たちを案内し、集まっている者たちを見せるためだとして、彼らと真剣に話し込んでみせた。エフィアルテスはこれを見て驚愕し、下着一枚の姿で祭壇に座り込んだ。すべての者がこの出来事に驚き、その後に500人評議会が集められたとき、エフィアルテスとテミストクレスはアレオパゴス評議会を告発した。さらに民衆集会においても同様の方法で行い、ついに彼らの権力を奪い取った。そして……エフィアルテスも、それから間もなく、タナグラのアリストディコスによって暗殺された。

構文注4 件
  1. 23.1διὰ τὸ γενέσθαι τῆς περὶ Σαλαμῖνα ναυμαχίας αἰτία

    前置詞 διὰ が冠詞付き不定詞 τὸ γενέσθαι を支配する構文。不定詞の意味上の主語は主節の主語(アレオパゴス評議会)と同一であるため省略され、補語 αἰτία(原因、女性単数主格)は主格に置かれている。また、属格 τῆς ... ναυμαχίας は αἰτία にかかっている。

  2. 23.1τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων

    τῶν γὰρ στρατηγῶν ἐξαπορησάντων ... καὶ κηρυξάντων ... は属格独立(独立分詞)構文であり、主節の主語(アレオパゴス評議会)とは異なる主語である「将軍たち」が事態に窮した状況を表す。主節の主動詞 διέδωκε の主語はアレオパゴス評議会であり、女性主格単数分詞 πορίσασα はそれと一致している。

  3. 24.3ἀπὸ τοῦ κυάμου

    直訳すると「豆によって」であり、アテナイの各種公職や任務の選出で用いられた抽選用の豆(クアモス)を指す。ここでは副詞的に働き、2,000人の男たちが抽選によって選ばれて徴税船に配置されていたことを示している。

  4. 25.3μονοχίτων

    「下着(キトン)一枚の姿で」という意味の形容詞。主語(エフィアルテス)の状態を説明する述語的形容詞として機能しており、外衣(ヒマティオン)を羽織る余裕すらないほど、彼が驚愕して大急ぎで祭壇へ逃げ込んだという緊迫した状況を生き生きと描写している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(85 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 訳文 2 件
  • 2026-10-12 底本との照合 — 原文 4 件
  • 2026-10-11 底本との照合 — 原文 77 件
  • 2026-09-22 AI校閲 — 訳文 1 件
  • 2026-09-21 AI校閲 — 訳文 1 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:23-25