← アリストテレス

アテナイ人の国制

§19-20

僭主追放とクレイステネスの台頭

ヒッピアスの過酷な僭主政治がスパルタの王クレオメネスの介入によって打倒される経緯と、その後に生じたクレイステネスとイサゴラスの政争、クレイステネスによる改革の端緒が語られる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19

​XIX. μετὰ δὲ ταῦτα συνέβαινεν πολλῷ τραχυτέραν εἶναι τὴν τυραννίδα· καὶ γὰρ διὰ τὸ τιμωρεῖν τἀδελφῷ καὶ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι καὶ ἐκβεβληκέναι πᾶσιν ἦν ἄπιστος καὶ πικρός. ἔτει δὲ τετάρτῳ μάλιστα μετὰ τὸν Ἱππάρχου θάνατον, ἐπεὶ κακῶς εἶχεν τὰ ἐν τῷ ἄστει, τὴν Μουνιχίαν ἐπεχείρησε τειχίζειν, ὡς ἐκεῖ μεθιδρυσόμενος· ἐν τούτοις δ᾿ ὢν1 ἐξέπεσεν ὑπὸ Κλεομένους τοῦ Λακεδαιμονίων βασιλέως, χρησμῶν γιγνομένων ἀεὶ τοῖς Λάκωσι καταλύειν τὴν τυραννίδα διὰ τοιάνδ᾿ αἰτίαν. οἱ φυγάδες, ὧν οἱ Ἀλκμεωνίδαι προειστήκεσαν, αὐτοὶ μὲν δι᾿ αὑτῶν οὐκ ἐδύναντο ποιήσασθαι τὴν κάθοδον, ἀλλ' αἰεὶ προσέπταιον· | ἔν τε γὰρ τοῖς ἄλλοις οἷς ἔπραττον διεσφάλλοντο καὶ τειχίσαντες ἐν τῇ χώρᾳ Λειψύδριον τὸ ὑπὲρ Πάρνηθος, εἰς ὃ συνεξῆλθόν τινες τῶν ἐκ τοῦ ἄστεως, ἐξεπολιορκήθησαν ὑπὸ τῶν τυράννων, ὅθεν ὕστερον μετὰ ταύτην τὴν συμφορὰν ᾖδον ἐν τοῖς σκολιοῖς αἰεί· αἰαῖ Λειψύδριον προδωσέταιρον, οἵους ἄνδρας ἀπώλεσας μάχεσθαι ἀγαθούς τε καὶ εὐπατρίδας, οἳ τότ᾿ ἔδειξαν οἵων πατέρων ἔσαν. ἀποτυγχάνοντες οὖν ἐν ἅπασι τοῖς ἄλλοις ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, ὅθεν εὐπόρησαν χρημάτων πρὸς τὴν τῶν Λακώνων βοήθειαν. ἡ δὲ Πυθία προέφερεν αἰεὶ τοῖς Λακεδαιμονίοις χρηστηριαζομένοις ἐλευθεροῦν τὰς Ἀθήνας εἰς τοῦθ᾿ ἕως προύτρεψε τοὺς Σπαρτιάτας, καίπερ ὄντων ξένων αὐτοῖς τῶν Πεισιστρατιδῶν· συνεβάλλετο δὲ οὐκ ἐλάττω μοῖραν τῆς ὁρμῆς τοῖς Λάκωσιν ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία.2 τὸ μὲν οὖν πρῶτον Ἀγχίμολον ἀπέστειλαν κατὰ θάλατταν ἔχοντα στρατιάν. ἡττηθέντος δ᾿ αὐτοῦ καὶ τελευτήσαντος διὰ τὸ Κινέαν βοηθῆσαι τὸν Θετταλὸν ἔχοντα χιλίους ἱππεῖς, προσοργισθέντες τῷ γενομένῳ Κλεομένην ἐξέπεμψαν τὸν βασιλέα στόλον ἔχοντα μείζω κατὰ γῆν, ὃς ἐπεὶ τοὺς τῶν Θετταλῶν ἱππεῖς ἐνίκησεν κωλύοντας αὐτὸν εἰς τὴν Ἀττικὴν παριέναι, κατακλείσας τὸν Ἱππίαν εἰς τὸ καλούμενον Πελαργικὸν τεῖχος ἐπολιόρκει μετὰ τῶν Ἀθηναίων. προσκαθημένου δ᾿ αὐτοῦ συνέπεσεν ὑπεξιόντας ἁλῶναι τοὺς τῶν Πεισιστρατιδῶν υἱεῖς· ὧν ληφθέντων ὁμολογίαν ἐπὶ τῇ τῶν παίδων σωτηρίᾳ ποιησάμενοι καὶ τὰ ἑαυτῶν ἐν πένθ᾿ ἡμέραις ἐκκομισάμενοι παρέδωκαν τὴν ἀκρόπολιν τοῖς Ἀθηναίοις ἐπὶ Ἁρπακτίδου ἄρχοντος, κατασχόντες τὴν τυραννίδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἔτη μάλιστα ἑπτακαίδεκα, τὰ δὲ σύμπαντα σὺν οἷς ὁ πατὴρ ἦρξεν ἑνὸς δεῖ πεντήκοντα.

この後、僭主政治ははるかに過酷なものになっていった。というのも、弟への復讐のため、また多くの人々を処刑し、あるいは追放したため、彼はすべての人から信頼されず、敵視されたからである。ヒッパルコスの死からおよそ4年目に、市内の情勢が悪化していたため、彼はそこへ移住するつもりで、ムニキアに城壁を築こうと試みた。その作業の途中にあったとき、彼はラケダイモン人の王クレオメネスによって追放されたが、それはラコニア人たちに僭主政治を打倒せよとの神託が常に下されていたためであり、その理由は次のようなものであった。亡命者たちは、彼らをアルクメオン家が率いていたが、自分たちだけの力では帰国を果たすことができず、常に失敗を繰り返していた。というのも、彼らが行った他のすべての試みにおいて失敗しただけでなく、アッティカ地方のパルネス山の上にあるレイプシュドリオに城砦を築き、そこに市内から一部の人々が合流して逃れてきたものの、僭主たちによって包囲されて陥落したからである。そのため、後にこの不運の後、人々は酒宴の歌で常に次のように歌った。 / 哀れ、友を裏切るレイプシュドリオよ、 / お前は何と優れた戦い手、 / 勇気ある高貴な男たちを失わせたことか。 / 彼らはそのとき、自分たちがどのような父たちの子であるかを示したのだ。こうして他のすべての試みに失敗した彼らは、デルポイの神殿の建築工事を請け負い、そこからラコニア人の援助を得るための資金を豊富に手に入れた。そしてピュティアは、ラケダイモン人が神託を求めるたびに、常にアテナイを解放せよと告げた。このことがスパルタ人たちをその行動へと促した。ペイシストラトスの息子たちは彼らと友好関係にあったにもかかわらずである。また、ラコニア人たちの決意に、ペイシストラトス一族がアルゴス人たちと結んでいた友好関係がもたらした影響も、決して小さくはなかった。彼らはまず、アンキモロスを軍勢とともに海路で派遣した。しかし、テッサリア人のキネアスが1000騎の騎兵を率いて救援に駆けつけたためにアンキモロスが敗れて戦死すると、スパルタ人はこの事態に激怒し、王クレオメネスをより大規模な軍勢とともに陸路で派遣した。クレオメネスは、自らのアッティカへの進入を阻もうとしたテッサリア人の騎兵を破ると、ヒッピアスをいわゆるペラルギコンの城壁に閉じ込め、アテナイ人たちとともに包囲した。彼が包囲を続けていたところ、たまたま、国外へ逃れようとしていたペイシストラトス一族の息子たちが捕らえられるということが起きた。彼らが捕らえられたため、僭主側は子供たちの安全と引き換えに合意を結び、5日以内に自分たちの財産を持ち出して、ハルパクティデスがアルコンのときにアクロポリスをアテナイ人たちに明け渡した。彼らが父親の死後に僭主の地位を保持したのは、およそ17年間であり、父親が支配した期間と合わせると、全体で50年から1年を引いた期間であった。

§20

​XX. καταλυθείσης δὲ τῆς τυραννίδος ἐστασίαζον πρὸς ἀλλήλους Ἰσαγόρας ὁ Τεισάνδρου φίλος ὢν τῶν τυράννων καὶ Κλεισθένης τοῦ γένους ὢν τῶν Ἀλκμεωνιδῶν. ἡττώμενος δὲ ταῖς ἑταιρείαις ὁ Κλεισθένης προσηγάγετο τὸν δῆμον, ἀποδιδοὺς τῷ πλήθει τὴν πολιτείαν. ὁ δὲ Ἰσαγόρας ἐπιλειπόμενος τῇ δυνάμει πάλιν ἐπικαλεσάμενος τὸν Κλεομένην, ὄντα ἑαυτῷ ξένον, συνέπεισεν ἐλαύνειν τὸ ἄγος,3 διὰ τὸ τοὺς Ἀλκμεωνίδας δοκεῖν εἶναι τῶν ἐναγῶν. ὑπεξελθόντος δὲ τοῦ Κλεισθένους <ἀφικόμενος ὁ Κλεομένης> μετ᾿ ὀλίγων ἠγηλάτει τῶν Ἀθηναίων ἑπτακοσίας οἰκίας· ταῦτα δὲ διαπραξάμενος τὴν μὲν βουλὴν ἐπειρᾶτο καταλύειν, Ἰσαγόραν δὲ καὶ τριακοσίους τῶν φίλων μετ᾿ αὐτοῦ κυρίους καθιστάναι τῆς πόλεως. τῆς δὲ βουλῆς ἀντιστάσης καὶ συναθροισθέντος τοῦ πλήθους οἱ μὲν περὶ τὸν Κλεομένην καὶ Ἰσαγόραν κατέφυγον εἰς τὴν ἀκρόπολιν, ὁ δὲ δῆμος δύο μὲν ἡμέρας προσκαθεζόμενος ἐπολιόρκει, τῇ δὲ τρίτῃ Κλεομένην μὲν καὶ τοὺς μετ᾿ αὐτοῦ πάντας ἀφεῖσαν ὑποσπόνδους, Κλεισθένη δὲ καὶ τοὺς ἄλλους φυγάδας μετεπέμψαντο. κατασχόντος δὲ τοῦ δήμου τὰ πράγματα Κλεισθένης ἡγεμὼν ἦν καὶ τοῦ δήμου προστάτης. αἰτιώτατοι γὰρ σχεδὸν ἐγένοντο τῆς ἐκβολῆς τῶν τυράννων οἱ Ἀλκμεωνίδαι καὶ στασιάζοντες τὰ πολλὰ διετέλεσαν. ἔτι δὲ πρότερον τῶν Ἀλκμεωνιδῶν Κήδων ἐπέθετο τοῖς τυράννοις, διὸ καὶ ᾖδον καὶ εἰς τοῦτον ἐν τοῖς σκολιοῖς· ἔγχει καὶ Κήδωνι, διάκονε, μηδ᾿ ἐπιλήθου, εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν.4

僭主政治が打倒されると、テイサンドロスの子で僭主たちの友人であったイサゴラスと、アルクメオン家の出身であるクレイステネスが、互いに争うようになった。クレイステネスは、党派の争いで劣勢に立たされると、国政を民衆に委ねることで、民衆を自分の味方に引き入れた。これに対し、勢力において劣っていたイサゴラスは、再び自らの客友であったクレオメネスを呼び寄せ、アルクメオン家が不浄の者たちとみなされていたことから、その不浄を追い出すよう彼を説得した。クレイステネスが密かに出国すると、クレオメネスは少数の兵とともにやって来て、アテナイ人のうち700の家系を追放した。このことを実行した後、彼は評議会を解散しようと企て、イサゴラスとその友人たち300人を彼とともに都市の支配者に据えようとした。しかし、評議会が抵抗し、民衆が集結したため、クレオメネスとイサゴラスの一派はアクロポリスへと逃げ込んだ。民衆は2日間にわたって包囲を続け、3日目にクレオメネスと彼に付き従っていた者たち全員を、合意のもとに無事に退去させ、クレイステネスと他の亡命者たちを呼び戻した。民衆が国政の実権を握ると、クレイステネスがその指導者となり、民衆の保護者となった。というのも、アルクメオン家の人々は、僭主たちの追放においてほぼ最大の功労者であり、絶えず対抗して反乱を起こし続けていたからである。また、アルクメオン家よりもさらに前に、ケドンという人物が僭主たちを攻撃した。そのため、人々は彼についても酒宴の歌で次のように歌った。 / 給仕よ、ケドンにも酒を注げ、忘れるな、 / もし優れた男たちに酒を酌ぐべきであるならば。

構文注4 件
  1. 19.2ἐν τούτοις δ᾿ ὢν

    現在分詞 ὤν は「〜している最中に」という時間的状況(時を表す分詞)を示し、主節の動詞 ἐξέπεσεν(追放された)にかかる。ἐν τούτοις(これらのことの中に)は、直前のムニキアの城壁建設工事を指している。

  2. 19.4ἡ πρὸς τοὺς Ἀργείους τοῖς Πεισιστρατίδαις ὑπάρχουσα φιλία

    主語は後置された ἡ ... φιλία(友好関係)であり、述語動詞は συνεβάλλετο である。τοῖς Λάκωσιν(ラコニア人たちに)は与格で影響の対象を示し、τῆς ὀρμῆς(決意/熱意)は συνεβάλλετο の一部である「〜の分け前を与える」の属格。アルゴスとスパルタの敵対関係を背景に、僭主一族とアルゴスの友好がスパルタの攻撃意欲を刺激した構造を指す。

  3. 20.2συνέπεισεν ἐλαύνειν τὸ ἄγος

    不定詞 ἐλαύνειν は συνέπεισεν(説得した)の目的語。τὸ ἄγος(不浄、呪い)は、かつてメガクレスらアルクメオン家がキロンの反乱の際に犯した神殿侵犯の不浄を指し、この語は不浄そのものだけでなく「不浄を帯びた者たち(ἐναγεῖς)」の追放という文脈で使われている。

  4. 20.5εἰ χρὴ τοῖς ἀγαθοῖς ἀνδράσιν οἰνοχοεῖν

    条件節 εἰ χρὴ ...(〜すべきであるならば)は、主節の命令形 ἔγχει(注げ)および μὴ ἐπιλήθου(忘れるな)の理由や前提を示す。「優れた男たちに酒を酌ぐことが義務(χρή)であるならば、[その優れた男の一人である]ケドンにも注ぐべきだ」という、彼を称えるための論理構造になっている。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・修正履歴(86 件・最終 2026-10-12)
  • 2026-10-12 AI校閲 — 訳文 4 件
  • 2026-10-12 底本との照合 — 原文 1 件
  • 2026-10-11 底本との照合 — 原文 80 件
  • 2026-09-21 AI校閲 — 原文 1 件
urn:cts:greekLit:tlg0086.tlg003.humanitext-grc1:19-20