- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 2. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1904.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:26#1
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は詩歌において散文に似た響きを生み出す技法(行の切断、不揃いな節や周期の多様化)を叙事詩と抒情詩の違いとともに論じ、散文らしさ(ロゴエイデイア)が非難されるべきなのは低俗な散文に似る場合であって、技術的に練られた政治的散文に似る場合は賞賛に値すると弁明する。
περὶ δὲ τῆς ἐμμελοῦς τε καὶ ἐμμέτρου συνθέσεως τῆς ἐχούσης πολλὴν ὁμοιότητα πρὸς τὴν πεζὴν λέξιν τοιαῦτά τινα λέγειν ἔχω, ὡς πρώτη μέν ἐστιν αἰτία κἀνταῦθα τὸν αὐτὸν τρόπον ὅνπερ ἐπὶ τῆς ἀμέτρου ποιητικῆς ἡ τῶν ὀνομάτων αὐτῶν ἁρμογή, δευτέρα δὲ ἡ τῶν κώλων σύνθεσις, τρίτη δὲ ἡ τῶν περιόδων συμμετρία. τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν1 καὶ τὰ κῶλα ἐν διαστήμασι ποιεῖν συμμέτρως, μὴ συναπαρτίζοντα τοῖς στίχοις ἀλλὰ διατέμνοντα τὸ μέτρον, ἄνισά τε ποιεῖν αὐτὰ καὶ ἀνόμοια, πολλάκις δὲ καὶ εἰς κόμματα συνάγειν βραχύτερα κώλων, τάς τε περιόδους μήτε ἰσομεγέθεις μήτε ὁμοιοσχήμονας τὰς γοῦν παρακειμένας ἀλλήλαις ἐργάζεσθαι· ἔγγιστα γὰρ φαίνεται λόγοις τὸ περὶ τοὺς ῥυθμοὺς καὶ τὰ μέτρα πεπλανημένον. τοῖς μὲν οὖν τὰ ἔπη καὶ τοὺς ἰάμβους καὶ τὰ ἄλλα τὰ ὁμοειδῆ μέτρα κατασκευάζουσιν οὐκ ἔξεστι πολλοῖς διαλαμβάνειν μέτροις ἢ ῥυθμοῖς τὰς ποιήσεις, ἀλλʼ ἀνάγκη μένειν ἀεὶ ἐπὶ τοῦ αὐτοῦ σχήματος· τοῖς δὲ μελοποιοῖς ἔξεστι πολλὰ μέτρα καὶ ῥυθμοὺς εἰς μίαν ἐμβαλεῖν περίοδον· ὥσθʼ οἱ μὲν τὰ μονόμετρα συντιθέντες ὅταν διαλύσωσι τοὺς στίχους τοῖς κώλοις διαλαμβάνοντες ἄλλοτε ἄλλως, διαχέουσι καὶ ἀφανίζουσι τὴν ἀκρίβειαν τοῦ μέτρου, καὶ ὅταν τὰς περιόδους μεγέθει τε καὶ σχήματι ποικίλας ποιῶσιν, εἰς λήθην ἐμβάλλουσιν ἡμᾶς τοῦ μέτρου· οἱ δὲ μελοποιοὶ πολυμέτρους τὰς στροφὰς ἐργαζόμενοι καὶ τῶν κώλων ἑκάστοτε πάλιν ἀνίσων τε ὄντων καὶ ἀνομοίων ἀλλήλοις ἀνομοίους τε καὶ ἀνίσους ποιούμενοι τὰς διαιρέσεις, διʼ ἄμφω δὲ ταῦτα οὐκ ἐῶντες ἡμᾶς ὁμοειδοῦς ἀντίληψιν λαβεῖν ῥυθμοῦ πολλὴν τὴν πρὸς τοὺς λόγους ὁμοιότητα κατασκευάζουσιν ἐν τοῖς μέλεσιν, ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια.2 μηδεὶς δὲ ὑπολαμβανέτω με ἀγνοεῖν ὅτι κακία ποιήματος ἡ καλουμένη λογοείδεια δοκεῖ τις εἶναι, μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων·3 ὡς δὲ ἀξιῶ διαιρεῖν κἀν τούτοις τὰ σπουδαῖα ἀπὸ τῶν μηδενὸς ἀξίων, ἀκούσας μαθέτω. ἐγὼ τοὺς λόγους τὸν μὲν ἰδιώτην ἐπιστάμενος ὄντα, τὸν ἀδολέσχην τοῦτον λέγω καὶ φλύαρον, τὸν δὲ πολιτικόν, ἐν ᾧ τὸ πολὺ κατεσκευασμένον ἐστὶ καὶ ἔντεχνον, ὅ τι μὲν ἂν τῶν ποιημάτων ὅμοιον εὑρίσκω τῷ φλυάρῳ καὶ ἀδολέσχῃ, γέλωτος ἄξιον τίθεμαι, ὅ τι δʼ ἂν τῷ κατεσκευασμένῳ καὶ ἐντέχνῳ, ζήλου καὶ σπουδῆς ἐπιτήδειον τυγχάνειν οἴομαι. εἰ μὲν οὖν διαφόρου προσηγορίας τῶν λόγων ἑκάτερος ἐτύγχανεν, ἀκόλουθον ἦν ἂν καὶ τῶν ποιημάτων ἃ τούτοις ἔοικεν διαφόροις ὀνόμασι καλεῖν ἑκάτερον· ἐπειδὴ δὲ ὅ τε σπουδαῖος καὶ ὁ τοῦ μηδενὸς ἄξιος ὁμοίως καλεῖται λόγος, οὐκ ἂν ἁμαρτάνοι τις τὰ μὲν ἐοικότα τῷ καλῷ λόγῳ ποιήματα καλὰ ἡγούμενος, τὰ δὲ τῷ μοχθηρῷ πονηρὰ οὐδὲν ὑπὸ τῆς τοῦ λόγου ὁμοειδείας ταραττόμενος. κωλύσει γὰρ οὐδὲν ἡ τῆς ὀνομασίας ὁμοιότης κατὰ διαφόρων ταττομένης πραγμάτων τὴν ἑκατέρου φύσιν ὁρᾶν.
散文の言論に対して多くの類似性を持つ、有節的かつ韻律的な語の結合に関しては、次のようなことを語ることができる。すなわち、無韻律の詩作におけるのとまさに同じ仕方で、ここでも第一の原因となるのは語それ自体の調和であり、第二は節(コロン)の結合、第三は周期(ピリオド)の調和的均衡であるということである。それゆえ、この部門において成功を収めようと欲する者は、表現の構成要素を多種多様に向きを変えて適合させ、節を規則的な間隔で配置し、行と一致させて終えるのではなく韻律を切断し、それらを不揃いで不同なものにし、しばしば節より短い小節(コンマ)へと縮約し、少なくとも互いに隣り合う周期を同一の大きさでも同一の形態でもないものに作り上げねばならない。なぜなら、リズムと韻律に関して定まった形から逸脱したものが、最も散文の言論に近く見えるからである。それゆえ、叙事詩やイアンボス詩やその他の同種の韻律を構成する者たちは、多くの韻律やリズムによって詩作を区分することは許されず、常に同一の形態にとどまらざるをえないが、抒情詩人たちには、多くの韻律とリズムを一つの周期に投げ込むことが許されている。したがって、単一の韻律を紡ぐ者たちは、行を解体して節によって時々に異なって区切るとき、韻律の厳密さを曖昧にして消し去り、周期を大きさと形態において多様に作るとき、私たちを韻律の忘却へと投げ込むのである。一方、抒情詩人たちはストロペーを多様な韻律で作り上げ、その都度また節が互いに不揃いで不同であるときに、その分割を不同かつ不揃いに行い、これら両方のことによって私たちが同種のリズムの認識を得るのを許さず、歌曲の中に散文の言論に対する多くの類似性を生み出すのである。そして、詩作の中に比喩的表現や外来語、古語・難語、その他の詩的語彙がとどまっているとしても、それらが少しも劣らず散文の言論に類似して見えることは十分に可能なのである。 しかし、いわゆる「散文様(ロゴエイデイア)」が詩作の欠点であると考えられていることを私が知らずにいるとは、何人も見なしてはならないし、あたかも私が詩作や言論の卓越性の中に何らかの欠点を位置づけているかのように、私のこの無知を責めてはならない。むしろ、私がこれらにおいても価値あるものを無価値なものからどのように区別すべきだと考えているかを、聞いて知るがよい。私は、散文の言論のうち、一方は素人じみたもの——このお喋りでくだらないものを言っているのだが——であり、他方は政治的なもの、すなわちその中に多くの工夫が凝らされ技術が込められているものであると理解している。それゆえ、詩作のうちくだらぬお喋りに似ていると見出すものは笑うべきものと見なし、工夫が凝らされ技術が込められたものに似ているものは賞賛と熱意に値するものと見なすのである。したがって、もし散文の言論のそれぞれが異なる名称を得ていたとすれば、これらに似ている詩作のそれぞれをも異なる名称で呼ぶことが整合的であっただろう。しかし、価値ある言論も無価値な言論も同様に「言論(ロゴス)」と呼ばれる以上、優れた言論に似ている詩作を優れていると考え、劣った言論に似ているものを悪しきと考え、言論という同種の名称に少しも惑わされない者は、誤ることはないであろう。なぜなら、異なる事物に対して割り当てられた呼称の同一性は、それぞれの本質を見抜くことを何ら妨げないからである。
- 26τὸν δὴ βουλόμενον ἐν τούτῳ τῷ μέρει κατορθοῦν τὰ τῆς λέξεως μόρια δεῖ πολυειδῶς στρέφειν τε καὶ συναρμόττειν
非人称動詞 δεῖ に支配される対格不定詞構文において、意味上の主語は τὸν βουλόμενον である。τὰ τῆς λέξεως μόρια は不定詞 στρέφειν および συναρμόττειν の目的語であり、後続する分詞 μή συναπαρτίζοντα ... ἀλλὰ διατέμνοντα および ἄνισά τε ποιεῖν 等の不定詞群もこの主語 τὸν βουλόμενον に呼応して展開している。
- 26ἔνεστί τε καὶ τροπικῶν καὶ ξένων καὶ γλωττηματικῶν καὶ τῶν ἄλλων ποιητικῶν ὀνομάτων μενόντων ἐν τοῖς ποιήμασιν μηδὲν ἧττον αὐτὰ φαίνεσθαι λόγῳ παραπλήσια
非人称動詞 ἔνεστι(「〜することが可能である」)に不定詞 φαίνεσθαι が結びつく構造。その主語対格は αὐτά(詩作)であり、中間にある τροπικῶν ... μενόντων は譲歩を表す属格絶対構文(「〜が詩の中にとどまっているとしても」)である。
- 26μηδὲ καταγιγνωσκέτω μου ταύτην τὴν ἀμαθίαν, ὡς ἄρα ἐγὼ κακίαν τινὰ ἐν ἀρεταῖς τάττω ποιημάτων ἢ λόγων
動詞 καταγιγνώσκω は人(μου: 属格)に罪・過失(ταύτην τὴν ἀμαθίαν: 対格)を帰する二重格支配をとる。続く ὡς ἄρα 節は ταύτην τὴν ἀμαθίαν の同格的説明であり、「あたかも私が……であるかのように」という推測・言いがかりのニュアンスを小辞 ἄρα が添えている。
