← ハリカルナッソスのディオニュシオス

文章構成法

§25#1

散文が詩の美しさを得る原理と律動

著者は散文がいかにして詩や歌の美しさを獲得するかという論点に移り、デモステネスの法廷弁論冒頭を実例として挙げつつ、厳格な韻律ではなく隠された適度な律動(エウルリトミア)こそが散文に詩的調和をもたらす原理であることを、アリストテレスの所論を引きつつ説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§25#1

τούτων δή μοι τέλος ἐχόντων,1 ἐκεῖνά σε οἴομαι ποθεῖν ἔτι ἀκοῦσαι, πῶς γίνεται λέξις ἄμετρος ὁμοία καλῷ ποιήματι ἢ μέλει, καὶ πῶς ποίημα ἢ μέλος πεζῇ λέξει καλῇ παραπλήσιον. ἄρξομαι δὲ πρῶτον ἀπὸ τῆς ψιλῆς λέξεως, ἕνα τῶν ἀνδρῶν προχειρισάμενος ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν,2 βουλόμενος μὲν καὶ πλείους, οὐκ ἔχων δὲ χρόνον ἱκανὸν ἅπασι. φέρε δὴ τίς οὐκ ἂν ὁμολογήσειεν τοῖς κρατίστοις ἐοικέναι ποιήμασί τε καὶ μέλεσι τοὺς Δημοσθένους λόγους, καὶ μάλιστα τάς τε κατὰ Φιλίππου δημηγορίας καὶ τοὺς δικανικοὺς ἀγῶνας τοὺς δημοσίους; ὧν ἐξ ἑνὸς ἀρκέσει λαβεῖν τὸ προοίμιον τουτί· "μηδεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίσῃ με μήτʼ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχʼ ἥκειν Ἀριστοκράτους κατηγορήσοντα τουτουί, μήτε μικρὸν ὁρῶντά τι καὶ φαῦλον ἁμάρτημα ἑτοίμως οὕτως ἐπὶ τούτῳ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν· ἀλλʼ εἴπερ ἆρʼ ὀρθῶς ἐγὼ λογίζομαι καὶ σκοπῶ, περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή.3" πειρατέον δὴ καὶ περὶ τούτων λέγειν ἃ φρονῶ. μυστηρίοις μὲν οὖν ἔοικεν ἤδη ταῦτα καὶ οὐκ εἰς πολλοὺς οἷά τε ἐστὶν ἐκφέρεσθαι, ὥστʼ οὐκ ἂν εἴην φορτικός, εἰ παρακαλοίην οἷς θέμις ἐστὶν ἥκειν ἐπὶ τὰς τελετὰς τοῦ λόγου, θύρας δʼ ἐπιθέσθαι λέγοιμι ταῖς ἀκοαῖς τοὺς βεβήλους. εἰς γέλωτα γὰρ ἔνιοι λαμβάνουσι τὰ σπουδαιότατα διʼ ἀπειρίαν, καὶ ἴσως οὐδὲν ἄτοπον πάσχουσιν. ἃ δʼ οὖν βούλομαι λέγειν, τοιάδε ἐστί. πᾶσα λέξις ἡ δίχα μέτρου συγκειμένη ποιητικὴν μοῦσαν ἢ μελικὴν χάριν οὐ δύναται προσλαβεῖν κατὰ γοῦν τὴν σύνθεσιν αὐτήν· ἐπεὶ καὶ ἡ ἐκλογὴ τῶν ὀνομάτων μέγα τι δύναται, καὶ ἔστι τις ὀνομασία ποιητικὴ γλωττηματικῶν τε καὶ ξένων καὶ τροπικῶν καὶ πεποιημένων, οἷς ἡδύνεται ποίησις, εἰς κόρον ἐγκαταμιγέντων τῇ ἀμέτρῳ λέξει, ὃ ποιοῦσιν ἄλλοι τε πολλοὶ καὶ οὐχ ἥκιστα Πλάτων· οὐ δὴ λέγω περὶ τῆς ἐκλογῆς, ἀλλʼ ἀφείσθω κατὰ τὸ παρὸν ἡ περὶ ταῦτα σκέψις. περὶ τῆς συνθέσεως αὐτῆς ἔστω ἡ θεωρία τῆς ἐν τοῖς κοινοῖς ὀνόμασι καὶ τετριμμένοις καὶ ἥκιστα ποιητικοῖς τὰς ποιητικὰς χάριτας ἐπιδεικνυμένης. ὅπερ οὖν ἔφην, οὐ δύναται ψιλὴ λέξις ὁμοία γενέσθαι τῇ ἐμμέτρῳ καὶ ἐμμελεῖ, ἐὰν μὴ περιέχῃ μέτρα καὶ ῥυθμούς τινας ἐγκατατεταγμένους ἀδήλως. οὐ μέντοι προσήκει γε ἔμμετρον οὐδʼ ἔρρυθμον αὐτὴν εἶναι δοκεῖν ʽποίημα γὰρ οὕτως ἔσται καὶ μέλος ἐκβήσεταί τε ἁπλῶς τὸν αὑτῆς χαρακτῆρἀ, ἀλλʼ εὔρυθμον αὐτὴν ἀπόχρη καὶ εὔμετρον φαίνεσθαι μόνον· οὕτως γὰρ ἂν εἴη ποιητικὴ μέν, οὐ μὴν ποίημά γε, καὶ ἐμμελὴς μέν, οὐ μέλος δέ. τίς δʼ ἐστὶν ἡ τούτων διαφορά, πάνυ ῥᾴδιον ἰδεῖν. ἡ μὲν ὅμοια περιλαμβάνουσα μέτρα καὶ τεταγμένους σῴζουσα ῥυθμοὺς καὶ κατὰ στίχον ἢ περίοδον ἢ στροφὴν διὰ τῶν αὐτῶν σχημάτων περαινομένη κἄπειτα πάλιν τοῖς αὐτοῖς ῥυθμοῖς καὶ μέτροις ἐπὶ τῶν ἑξῆς στίχων ἢ περιόδων ἢ στροφῶν χρωμένη καὶ τοῦτο μέχρι πολλοῦ ποιοῦσα ἔρρυθμός ἐστι καὶ ἔμμετρος, καὶ ὀνόματα κεῖται τῇ τοιαύτῃ λέξει μέτρον καὶ μέλος· ἡ δὲ πεπλανημένα μέτρα καὶ ἀτάκτους ῥυθμοὺς ἐμπεριλαμβάνουσα καὶ μήτε ἀκολουθίαν ἐμφαίνουσα αὐτῶν μήτε ὁμοζυγίαν μήτε ἀντιστροφὴν εὔρυθμος μέν ἐστιν, ἐπειδὴ διαπεποίκιλταί τισιν ῥυθμοῖς, οὐκ ἔρρυθμος δέ,4 ἐπειδὴ οὐχὶ τοῖς αὐτοῖς οὐδὲ κατὰ τὸ αὐτό. τοιαύτην δή φημι πᾶσαν εἶναι λέξιν ἄμετρον, ἥτις ἐμφαίνει τὸ ποιητικὸν καὶ μελικόν· ᾗ δὴ καὶ τὸν Δημοσθένη κεχρῆσθαί φημι. καὶ ὅτι ἀληθῆ ταῦτʼ ἐστὶ καὶ οὐδὲν ἐγὼ καινοτομῶ, λάβοι μὲν ἄν τις καὶ ἐκ τῆς Ἀριστοτέλους μαρτυρίας τὴν πίστιν· εἴρηται γὰρ τῷ φιλοσόφῳ τά τε ἄλλα περὶ τῆς λέξεως τῆς πολιτικῆς ἐν τῇ τρίτῃ βύβλῳ τῶν ῥητορικῶν τεχνῶν οἵαν αὐτὴν εἶναι προσῆκεν, καὶ δὴ καὶ περὶ τῆς εὐρυθμίας ἐξ ὧν τις τοιαύτη γένοιτο· ἐν ᾗ τοὺς ἐπιτηδειοτάτους ὀνομάζει ῥυθμοὺς καὶ πῇ χρήσιμος ἕκαστος αὐτῶν καταφαίνεται, καὶ λέξεις παρατίθησί τινας αἷς πειρᾶται βεβαιοῦν τὸν λόγον. χωρὶς δὲ τῆς Ἀριστοτέλους μαρτυρίας, ὅτι ἀναγκαῖόν ἐστιν ἐμπεριλαμβάνεσθαί τινας τῇ πεζῇ λέξει ῥυθμούς, εἰ μέλλοι τὸ ποιητικὸν ἐπανθήσειν αὐτῇ κάλλος, ἐκ τῆς πείρας τις αὐτῆς γνώσεται.

さて、私にとってこれらに決着がついた今、いかにして韻律のない言論(散文)が美しい詩や歌に似るようになるのか、またいかにして詩や歌が美しい散文に似るようになるのかを、そなたはまだ聞きたがっていると私は思う。そこでまず、詩的な表現を最もよく我が物に刻み込んだと私が考える人物の一人を取り上げて、飾りのない言論(散文)から始めよう。本当はもっと多くの者を挙げたいのだが、そのすべてを扱う十分な時間がないのである。さあ、デモステネスの言論、とりわけ『ピリッポス弾劾演説』や公の法廷弁論が、最も優れた詩や歌に似ているということに誰が同意しないであろうか。それらのうちの一つから、この冒頭部を引くだけで十分であろう。 「アテナイの市民の皆さん、私がこのアリストクラテスを告発するために法廷に出てきたのは、いかなる個人的な怨恨によるものでもなく、また何らかの些細でつまらぬ過ちを見て、そのためにこれほど進んで自らを憎まれ役へと追いやっているのではないと、あなたがたの誰も思わないでいただきたい。むしろ、もし私が真に正しく熟考し検討しているならば、あなたがたがケルソネソスを安全に保持し、欺かれて再びそれを奪われないようにすること、このことについてこそ私のすべての配慮が向けられているのです。」 さて、これらについても私が考えていることを述べるよう試みなければならない。実のところ、これらは今や秘儀に似ており、多くの大衆の前へ持ち出すことはできないものである。したがって、言論の秘儀へと参入することが許されている者たちを招き入れ、穢れた(入信していない)者たちにはその耳に扉を閉ざすよう言ったとしても、私は無作法(不作法)な者とはならないであろう。というのも、ある者たちは経験の不足から最も真剣な事柄を笑い草にし、おそらく彼らがそうなるのも何ら奇異なことではないからである。ともあれ、私が述べたいのは次のようなことである。 韻律なしに組み立てられたいかなる言論も、少なくともその配列(結合)自体によれば、詩的な霊感や旋律の魅力を獲得することはできない。なぜなら、語の選択もまた大いなる力を持っており、詩を甘美にする古語・外来語・比喩表現・造語といった詩的な命名法が存在し、それらが散文の言論に過度なほど混ぜ合わされると詩的な趣が生じるからである(これは他の多くの者たち、そしてとりわけプラトンが行っていることである)。しかし、私は語の選択について語るのではない。これらに関する考察は差し当たり置いておこう。日常的で使い古され、最も詩的でない語において詩的な魅力を提示する配列そのものについて、この考察を進めることとしよう。したがって私が先ほど述べたように、飾りのない言論(散文)は、目立たない仕方でひそかに配備された何らかの韻律や律動を含んでいなければ、韻律と旋律を帯びた詩歌に似ることはできない。しかしながら、それが韻律的(メトリカル)あるいは厳密に律動的(リズミカル)であると思われるのは適切ではない(なぜなら、そのようになれば詩となり歌となってしまい、散文自身の固有の性格から完全に逸脱してしまうからである)。むしろ、それが適度に律動的(エウルリトモス)であり、適度に韻律的(エウメトロス)であると見えるだけで十分なのである。そうすれば、それは詩的ではあっても決して詩ではなく、旋律の美を備えながらも決して歌ではないことになるからである。 これら両者の差異が何であるかは、極めて容易に見分けることができる。類似した韻律を内包し、整然とした律動を保持し、行ごと、あるいは周期節(ピリオド)ごと、あるいはストロペーごとに同一の形態を経て完結し、次いで後続の行や周期節やストロペーにおいても再び同一の律動と韻律を用い、これを長く続けるものは厳密に律動的であり韻律的であって、そのような言論には「韻律」や「旋律(歌)」という名称が与えられる。他方、定まった軌道をもたない韻律や不規則な律動を内包し、それらの規則的な連続も、対等の結合も、対称的照応(アンティストロペー)も示さないものは、ある種の律動によって多彩に彩られているがゆえに適度に律動的(エウルリトモス)ではあるが、同一のものによってでも同一の規則によってでもないがゆえに厳密な律動(エルリトモス)ではない。詩的かつ旋律的な性格を示すようなすべての散文は、まさにこのようなものであると私は主張する。まさにこれこそ、デモステネスも用いた手法であると私は述べるのである。そして、これらが真実であり私が何ら新しい奇説を導入しているのではないということは、アリストテレスの証言からもその確信を得ることができるであろう。なぜなら、この哲学者によって『弁論術』第3巻において、公的な言論がいかにあるべきかという他の事柄とともに、いかなる要素から言論がそのようになるのかという、まさに適度な律動(エウルリトミア)についても述べられているからである。その中で彼は最も適した律動を名指し、それらの各々がどのように有用であるかを明らかにし、自らの議論を確固たるものにしようといくつかの例文を提示している。しかしアリストテレスの証言を離れても、散文に詩的な美が開花すべきであるならば、散文にある種の律動が含まれることが不可避であるということは、実践そのものから誰もが知るであろう。

構文注4 件
  1. 25τούτων δή μοι τέλος ἐχόντων

    名詞句 τούτων と現在分詞 ἐχόντων による属格絶対構文。与格 μοι は「私にとって」を表す利害関係の与格(あるいは判断主体の与格)で、「これらが私にとって完了した/一段落ついたので」の意を表す。

  2. 25ὃν ἐν τοῖς μάλιστα οἶμαι τὴν ποιητικὴν ἐκμεμάχθαι φράσιν

    関係詞 ὃν は先行詞 ἕνα τῶν ἀνδρῶν を受け、完了不定詞 ἐκμεμάχθαι の意味上の主語(対格不定詞構文)。ἐν τοῖς μάλιστα は「とりわけ」「何よりも」を表す慣用句。動詞 ἐκμάττομαι は「型を取る、完全に模写・刻印する」の意。

  3. 25περὶ τοῦ Χερόνησον ἔχειν ὑμᾶς ἀσφαλῶς καὶ μὴ παρακρουσθέντας ἀποστερηθῆναι πάλιν αὐτῆς, περὶ τούτου ἐστί μοι ἅπασα ἡ σπουδή

    前置詞 περὶ に名詞的定冠詞 τοῦ を伴う二つの不定詞(ἔχειν と ἀποστερηθῆναι)が統語的に結合し、後続の περὶ τούτου で反復・再開されている(照応的再開構文)。不定詞の意味上の主語は ὑμᾶς であり、分詞 παρακρουσθέντας もこれに一致している。

  4. 25εὔρυθμος μέν ἐστιν ... οὐκ ἔρρυθμος δέ

    接頭辞 εὐ-(「適切に、心地よく」)と ἐν-(「内在的に、厳密に」)による術語的対比。ディオニュシオスは、厳格な計量律動に従う ἔρρυθμος(狭義の詩・歌)と、自由で変化に富みつつも心地よいリズムを保つ εὔρυθμος(散文の美徳)を明確に区別している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:25#1