← ハリカルナッソスのディオニュシオス

文章構成法

§2

配列の定義と構成要素およびその重要性

配列の定義および品詞分類の学説史を概観し、語・節・文という配列の階層構造を述べた上で、配列が順序では語の選択に後れるものの、力においてはそれを凌駕することを予告する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2

ἡ σύνθεσις ἔστι μέν, ὥσπερ καὶ αὐτὸ δηλοῖ τοὔνομα, ποιά τις θέσις παρʼ ἄλληλα τῶν τοῦ λόγου μορίων, ἃ δὴ καὶ στοιχεῖά τινες τῆς λέξεως καλοῦσιν. ταῦτα δὲ Θεοδέκτης μὲν καὶ Ἀριστοτέλης καὶ οἱ κατʼ ἐκείνους φιλοσοφήσαντες τοὺς χρόνους ἄχρι τριῶν προήγαγον, ὀνόματα καὶ ῥήματα καὶ συνδέσμους πρῶτα μέρη τῆς λέξεως ποιοῦντες. οἱ δὲ μετὰ τούτους γενόμενοι, καὶ μάλιστα οἱ τῆς Στωικῆς αἱρέσεως ἡγεμόνες, ἕως τεττάρων προὐβίβασαν, χωρίσαντες ἀπὸ τῶν συνδέσμων τὰ ἄρθρα. εἶθʼ οἱ μεταγενέστεροι τὰ προσηγορικὰ διελόντες ἀπὸ τῶν ὀνοματικῶν πέντε ἀπεφήναντο τὰ πρῶτα μέρη. ἕτεροι δὲ καὶ τὰς ἀντονομασίας ἀποζεύξαντες ἀπὸ τῶν ὀνομάτων ἕκτον στοιχεῖον τοῦτʼ ἐποίησαν. οἳ δὲ καὶ τὰ ἐπιρρήματα διελόντες ἀπὸ τῶν ῥημάτων καὶ τὰς προθέσεις ἀπὸ τῶν συνδέσμων καὶ τὰς μετοχὰς ἀπὸ τῶν προσηγορικῶν, οἳ δὲ καὶ ἄλλας τινὰς προσαγαγόντες τομὰς πολλὰ τὰ πρῶτα μόρια τῆς λέξεως ἐποίησαν· ὑπὲρ ὧν οὐ μικρὸς ἂν εἴη λόγος. πλὴν ἥ γε τῶν πρώτων εἴτε τριῶν ἢ τεττάρων εἴθʼ ὅσων δή ποτε ὄντων μερῶν πλοκὴ καὶ παράθεσις τὰ λεγόμενα ποιεῖ κῶλα, ἔπειθʼ ἡ τούτων ἁρμονία τὰς καλουμένας συμπληροῖ περιόδους, αὗται δὲ τὸν σύμπαντα τελειοῦσι λόγον. ἔστι δὴ τῆς συνθέσεως ἔργα τά τε ὀνόματα οἰκείως θεῖναι παρʼ ἄλληλα καὶ τοῖς κώλοις ἀποδοῦναι τὴν προσήκουσαν ἁρμονίαν καὶ ταῖς περιόδοις διαλαβεῖν εὖ τὸν λόγον. δευτέρα δʼ οὖσα μοῖρα τῶν περὶ τὸν λεκτικὸν τόπον θεωρημάτων κατὰ γοῦν τὴν τάξιν ʽἡγεῖται γὰρ ἡ τῶν ὀνομάτων ἐκλογὴ καὶ προὑφίσταται ταύτης κατὰ φύσιν’ ἡδονὴν καὶ πειθὼ καὶ κράτος ἐν τοῖς λόγοις οὐκ ὀλίγῳ κρείττονʼ ἐκείνης ἔχει.1 καὶ μηδεὶς ἡγήσηται παράδοξον, εἰ πολλῶν καὶ μεγάλων ὄντων θεωρημάτων περὶ τὴν ἐκλογήν, ὑπὲρ ὧν πολὺς ἐγένετο φιλοσόφοις τε καὶ πολιτικοῖς ἀνδράσι λόγος, ἡ σύνθεσις δευτέραν ἔχουσα χώραν τῇ τάξει καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα2 τοσαύτην ἰσχὺν ἔχει καὶ δύναμιν ὥστε περιεῖναι πάντων τῶν ἐκείνης ἔργων καὶ κρατεῖν, ἐνθυμούμενος3 ὅτι καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν, ὅσαι διαφόρους ὕλας λαμβάνουσαι συμφορητὸν ἐκ τούτων ποιοῦσι τὸ τέλος, ὡς οἰκοδομική τε καὶ τεκτονικὴ καὶ ποικιλτικὴ καὶ ὅσαι ταύταις εἰσὶν ὁμοιογενεῖς, αἱ συνθετικαὶ δυνάμεις τῇ μὲν τάξει δεύτεραι τῶν ἐκλεκτικῶν εἰσι, τῇ δὲ δυνάμει πρότεραι· ὥστʼ εἰ καὶ τῷ λόγῳ τὸ αὐτὸ συμβέβηκεν, οὐκ ἄτοπον ἡγητέον. οὐδὲν δὲ κωλύει καὶ πίστεις παρασχεῖν τοῦ προκειμένου, μή τι δόξωμεν ἐξ ἑτοίμου λαμβάνειν τῶν ἀμφισβήτησιν ἐχόντων λόγων.

配列(シュンセシス)とは、その名自体が示しているように、言論の構成部分――ある人々はこれを表現の構成要素とも呼んでいる――を互いに並べ置くある種の配置である。テオデクテスやアリストテレス、そして当時の哲学者たちはこれらを三つにまで進め、名詞、動詞、接続詞を表現の最初の構成部分としていた。彼らの後に現れた人々、とりわけストア派の指導者たちは、接続詞から冠詞を分離して四つにまで進めた。その後、後世の人々は普通名詞(普通名辞)を固有名詞から区別して、最初の部分を五つと宣言した。またある人々は代名詞をも名詞から切り離して、これを第六の構成要素とした。さらにある人々は副詞を動詞から、前置詞を接続詞から、分詞を普通名詞から区分し、またある人々はさらに別の区分を付け加えて、表現の最初の構成部分を多数にした。これらについては多大な議論が必要となろう。しかしともかく、最初の部分が三つであれ、四つであれ、あるいはいくらあろうとも、それらの結合と並置が、いわゆる節(コロン)を作り出し、次いでこれらの調和がいわゆる周期文(ピリオドス)を満たし、周期文が言論の全体を完成させるのである。したがって、配列の働きとは、言葉を互いに適切に配置すること、節にふさわしい調和を与えること、そして周期文によって言論を巧みに区切ることにほかならない。 配列は表現の領域に関する諸理論のなかで、少なくとも順序においては第二位の区分であるが(言葉の選択が自然の理において先行し、これに先立って存在しているからである)、言論における快楽と説得力と威力を、あの選択よりも少なからず勝るものとして備えている。そして、選択については数多くの大いなる理論が存在し、哲学者や政治家たちによって多大な議論がなされてきたのに対し、順序においては第二の地位を占め、あの選択に等しい議論など遠く及ばぬほどしか享受してこなかった配列が、選択のすべての働きを凌駕し支配するほどの力と威力を有しているとしても、誰も奇怪なことと考えてはならない。それは、建築術や木工術、刺繍術、その他これと同種のあらゆる技術のように、異なる素材を取り入れてそれらから寄せ集めの完成品を作り出す他の諸技術においても、配列する能力は順序においては選択する能力の次位にあるが、力においては優位にある、ということを考慮するならば明らかである。それゆえ、もし言論においても同じことが起きているとしても、不条理と考えてはならない。そして、われわれが異論の余地ある議論を自明のこととして受け取っているかのように思われないためにも、提示された論題について論証を提出することを妨げるものは何もない。

構文注3 件
  1. 2κρείττονʼ ἐκείνης ἔχει

    κρείττονʼ は κρείττονα(中性複数対格、または女性・男性対格単数)のアポストロフィによる母音脱落。先行する三つの目的語 ἡδονὴν καὶ πειθὼ καὶ κράτος(快楽、説得力、威力)を包括的に受ける中性複数対格の述語的同格として機能しており、「それ(選択)よりもはるかに優れたものとして有している」の意。文末の ἐκείνης は比較の属格で、直前の括弧内の ἡ τῶν ὀνομάτων ἐκλογή(語の選択)を指す。

  2. 2καὶ λόγων οὐδὲ πολλοῦ δεῖ τῶν ἴσων ἐκείνῃ τυχοῦσα

    οὐδὲ πολλοῦ δεῖ は「〜に遠く及ばない」「決して〜ない」を表す慣用句で、ここでは分詞句 τυχοῦσα(属格支配)の目的語 τῶν ἴσων λόγων(同等の議論・言及)を修飾・強調している。「配列は順序において第二位を占め、しかもあの選択と同等の議論を享受することなど遠く及ばない(極めて僅かしか論じられてこなかった)にもかかわらず」という譲歩的な意味を帯びる。

  3. 2ἐνθυμούμενος

    男性単数主格の分詞。構文上は主節の不定代名詞 μηδείς(誰も〜ない)に意味上一致(格・数の一致)しており、条件または理由を表す(「〜と心に留めるならば/熟慮するならば、誰も怪しんではならない」)。主節の主動詞は禁止・勧告を表す接続法 μηδεὶς ἡγήσηται である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:2