← ハリカルナッソスのディオニュシオス

文章構成法

§16#1

音の模倣による語形成と文字音節の配合美

詩人や散文作家が音の模倣によって事物や感情を写し出す言葉を構築・継承することを論じ、文字と音節の配合が言葉の美や文体の性格を決定づける原理をホメロスの詩句を引いて論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16#1

καὶ αὐτοὶ μὲν δὴ κατασκευάζουσιν οἱ ποιηταὶ καὶ λογογράφοι πρὸς χρῆμα ὁρῶντες οἰκεῖα καὶ δηλωτικὰ τῶν ὑποκειμένων τὰ ὀνόματα, ὥσπερ ἔφην· πολλὰ δὲ καὶ παρὰ τῶν ἔμπροσθεν λαμβάνουσιν ὡς ἐκεῖνοι κατεσκεύασαν, ὅσα μιμητικὰ τῶν πραγμάτων ἐστίν· ὡς ἔχει ταυτί "ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. αὐτὸς δὲ κλάγξας πέτετο πνοιῇς ἀνέμοιο. αἰγιαλῷ μεγάλα βρέμεται, σμαραγεῖ δέ τε πόντος. σκέπτετʼ ὀιστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων." μεγάλη δὲ τούτων ἀρχὴ καὶ διδάσκαλος ἡ φύσις ἡ ποιοῦσα μιμητικοὺς ἡμᾶς τῶν ὀνομάτων,1 οἷς δηλοῦται τὰ πράγματα κατά τινας εὐλόγους καὶ κινητικὰς τῆς διανοίας ὁμοιότητας· ὑφʼ ἧς ἐδιδάχθημεν ταύρων τε μυκήματα λέγειν καὶ χρεμετισμοὺς ἵππων καὶ φριμαγμοὺς τράγων πυρός τε βρόμον καὶ πάταγον ἀνέμων καὶ συριγμὸν κάλων καὶ ἄλλα τούτοις ὅμοια παμπληθῆ τὰ μὲν φωνῆς μηνύματα, τὰ δὲ μορφῆς, τὰ δὲ ἔργου, τὰ δὲ πάθους, τὰ δὲ κινήσεως, τὰ δʼ ἠρεμίας, τὰ δʼ ἄλλου χρήματος ὅτου δή· περὶ ὧν εἴρηται πολλὰ τοῖς πρὸ ἡμῶν, τὰ κράτιστα δʼ ὡς πρώτῳ τὸν ὑπὲρ ἐτυμολογίας εἰσαγαγόντι λόγον, Πλάτωνι τῷ Σωκρατικῷ, πολλαχῇ μὲν καὶ ἄλλῃ μάλιστα δʼ ἐν τῷ Κρατύλῳ. τί δὴ τὸ κεφάλαιόν ἐστί μοι τούτου τοῦ λόγου; ὅτι παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ἡ τῶν συλλαβῶν γίνεται δύναμις ποικίλη, παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ἡ τῶν ὀνομάτων φύσις παντοδαπή, παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας2 πολύμορφος ὁ λόγος· ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ἐν ᾗ καλά ἐστιν ὀνόματα, κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι κατὰ τὸ παραπλήσιον ὀνομάτων τε καὶ συλλαβῶν καὶ γραμμάτων, τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς, καθʼ ἃς δηλοῦται τά τε ἤθη καὶ τὰ πάθη καὶ αἱ διαθέσεις καὶ τὰ ἔργα τῶν προσώπων καὶ τὰ συνεδρεύοντα τούτοις, ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας.3 χρήσομαι δʼ ὀλίγοις παραδείγμασι τοῦ λόγου τοῦδε τῆς σαφηνείας ἕνεκα· τὰ γὰρ ἄλλα πολλὰ ὄντα ἐπὶ σαυτοῦ συμβαλλόμενος εὑρήσεις. ὁ δὴ πολυφωνότατος ἁπάντων ποιητῶν Ὅμηρος, ὅταν μὲν ὥραν ὄψεως εὐμόρφου καὶ κάλλος ἡδονῆς ἐπαγωγὸν ἐπιδείξασθαι βούληται, τῶν τε φωνηέντων τοῖς κρατίστοις χρήσεται καὶ τῶν ἡμιφώνων τοῖς μαλακωτάτοις, καὶ οὐ καταπυκνώσει τοῖς ἀφώνοις τὰς συλλαβὰς οὐδὲ συγκόψει τοὺς ἤχους παρατιθεὶς ἀλλήλοις τὰ δυσέκφορα, πραεῖαν δέ τινα ποιήσει τὴν ἁρμονίαν τῶν γραμμάτων καὶ ῥέουσαν ἀλύπως διὰ τῆς ἀκοῆς, ὡς ἔχει ταυτί "ἣ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσῇ Ἀφροδίτῃ. Δήλῳ δήποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα. καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς γῆμεν ἑὸν μετὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα." ὅταν δʼ οἰκτρὰν ἢ φοβερὰν ἢ ἀγέρωχον ὄψιν εἰσάγῃ, τῶν τε φωνηέντων οὐ τὰ κράτιστα θήσει ἀλλὰ τὰ δυσηχέστατα, καὶ τῶν ψοφοειδῶν ἢ ἀφώνων τὰ δυσεκφορώτατα λήψεται καὶ καταπυκνώσει τούτοις τὰς συλλαβάς, οἷά ἐστι ταυτί "σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ."

詩人たちや散文作家たち自身も、私が言ったように、対象を見据えて、主題にふさわしくそれを示す言葉を自ら作り出す。しかしまた、事物への模倣性を持つ言葉については、先行者たちが作った通りのものを多く彼らから受け取っている。次のようなものがそれである。 「巨大な波が陸地の乾いた岸に向かって轟いていた。彼自身は叫び声を上げつつ風の突風に乗って飛んでいった。海辺で〔波が〕激しく唸り、海が鳴り響く。彼は矢の唸る響きと投げ槍の轟音を見極めていた。」 そして、これら(の模倣的表現)の偉大な始原にして教師は自然であり、この自然こそが我々を、理に適い精神を動かす何らかの類似性に従って事物が示されるような言葉の模倣者にするのである。この自然によって我々は、雄牛の「唸り声」、馬の「嘶き」、山羊の「鼻鳴らし」、火の「轟き」、風の「打ち鳴らす音」、索具の「擦れ鳴る音」、その他これらに類する無数の表現を語るよう教えられたのであり、それらのあるものは声を、あるものは形態を、あるものは行為を、あるものは感情を、あるものは運動を、あるものは静止を、またあるものはその他のいかなる事柄をも知らせる。これらについては先行の人々によって多くのことが語られているが、語源論を最初に導入した人物としてのソクラテスの徒プラトンによって、他の多くの箇所、とりわけ『クラテュロス』の中で最も卓越して論じられている。 では、私のこの議論の要点とは何であろうか。文字の絡み合いによって音節の多様な力が生じ、音節の結合によって言葉の百般の性質が生じ、言葉の調和によって文体の多面的な姿が生じるということである。したがって、美しい言葉が含まれている文彩が美しくなること、美しい音節や文字が言葉の美しさの原因となること、聴覚を喜ばせる言葉や音節や文字から同様の仕方で心地よい文体が生じること、また人々の人柄や感情、性格や行動、およびこれらに伴う事柄が示されるところの、これらの中に存する個別の差異もまた、文字の最初の構成からそのようなものとして生じることは、大いに必然的である。 私はこの議論の明瞭さのために少数の例を用いることにしよう。というのも、他の多くの例は、あなた自身で突き合わせることで見出すであろうからである。すべての詩人の中で最も響き豊かなホメロスは、美しく整った容姿の若々しさや、快感をもたらす美しさを表現しようと望むときには、母音の中でも最上のものを用い、半母音の中でも最も柔らかいものを用い、無声音によって音節を過密にすることも、発音しにくい文字を互いに並置して響きを途切れさせることもせず、文字の調和を穏やかで聴覚を苦もなく流れるようなものにする。次のようなものがそれである。 「一方、思慮深いペネロペイアは、アルテミスあるいは黄金のアフロディーテにも似て、寝所から出て行った。私はかつてデロス島において、アポロンの祭壇の傍らに、そのように若々しく立ち伸びるナツメヤシの新芽を目にした。また私は、ネーレウスがかつてその美しさを慕って娶った、きわめて美しいクロリスを見た。彼は数え切れない結納の品を与えたのだ。」 しかし、彼が哀れを誘う光景、恐ろしい光景、あるいは荒々しい光景を導入するときには、母音のうちでも最良のものではなく最も耳障りなものを置き、騒音的な文字や無声音のうちでも最も発音しにくいものを取り、これらによって音節を過密にするのである。次のようなものがそれである。 「彼は彼女たちの前に、塩水によって損なわれ、恐ろしい姿で現れた。」

構文注3 件
  1. 16μιμητικοὺς ἡμᾶς τῶν ὀνομάτων

    形容詞 μιμητικός(模倣的な、模倣する)が目的格的属格 τῶν ὀνομάτων を伴い、二重対格(分詞 ποιοῦσα による目的語 ἡμᾶς とその補語 μιμητικούς)を形成している。「自然が我々を言葉の模倣者にする」あるいは関係代名詞節 οἷς δηλοῦται τὰ πράγματα と連動して「自然が事物を模倣する言葉を我々に作らせる・模倣させる」という意味を表す。

  2. 16παρὰ μὲν τὰς τῶν γραμμάτων συμπλοκὰς ... παρὰ δὲ τὴν τῶν συλλαβῶν σύνθεσιν ... παρὰ δὲ τὰς τῶν ὀνομάτων ἁρμονίας

    対格を伴う前置詞 παρά が3回並列され、「〜によって」「〜に応じて / 〜に依存して」という原因・依存関係を表している。文字の編み合わせ、音節の合成、言葉の調和という階層的な構成に応じて、それぞれ音節の能力、言葉の性質、文体の形態が規定されるという推移関係を示す。

  3. 16ὥστε πολλὴ ἀνάγκη καλὴν μὲν εἶναι λέξιν ... κάλλους δὲ ὀνομάτων συλλαβάς τε καὶ γράμματα καλὰ αἴτια εἶναι, ἡδεῖαν δὲ διάλεκτον ἐκ τῶν ἡδυνόντων τὴν ἀκοὴν γίνεσθαι ... τάς τε κατὰ μέρος ἐν τούτοις διαφοράς ... ἀπὸ τῆς πρώτης κατασκευῆς τῶν γραμμάτων γίνεσθαι τοιαύτας

    結果節を導く ὥστε のあとに非人称的な πολλὴ ἀνάγκη [ἐστί] が補われ、これに4つの不定詞構文((1) καλὴν μὲν εἶναι λέξιν..., (2) κάλλους δὲ ... αἴτια εἶναι, (3) ἡδεῖαν δὲ διάλεκτον ... γίνεσθαι, (4) τάς τε ... διαφοράς ... γίνεσθαι τοιαύτας)が意味上の主語として並列接続されている。長大な文であるが、骨格は ἀνάγκη に従属する4つの対格不定詞句の連鎖である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg012.humanitext-grc2:16#1