← ハリカルナッソスのディオニュシオス

アンマイオスへの第二書簡

§15-17

過度な挿入句とゴルギア風の修辞技法

ディオニュシオスはトゥキュディデスの文体における過度な挿入句による文構造の複雑化と、ゴルギア風の過剰な修辞技法の例を挙げ、アンマエオスへの書簡を締めくくる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§15

ἀφικνούμεναι, διʼ ἃς ἡ φράσις δυσπαρακολούθητος γίνεται, πλεῖσται μέν εἰσιν καθʼ ὅλην τὴν ἱστορίαν· ἀρκέσουσι δὲ ἐκ τοῦ προοιμίου δύο ληφθεῖσαι μόναι, ἥ τε δηλοῦσα τὴν ἀσθένειαν τῶν ἀρχαίων τῆς Ἑλλάδος πραγμάτων καὶ τὰς αἰτίας ἀποδιδοῦσα· τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες1 ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε διὰ θαλάσσης, νεμόμενοί τε τὰ αὑτῶν ἕκαστοι ὅσον ἀποζῆν καὶ περιουσίαν χρημάτων οὐκ ἔχοντες, οὔτε γῆν φυτεύοντες, ἄδηλον ὂν2 πότε τις ἐπελθὼν καὶ ἅμʼ ἀτειχίστων ὄντων ἄλλος ἀφαιρήσεται· τῆς τε ἀναγκαίου τροφῆς πανταχοῦ ἂν ὁμοίως ἐπικρατήσειν οἰόμενοι οὐ χαλεπῶς ἀνίσταντο (εἰ γὰρ τὸ οὐ χαλεπῶς ἀνίσταντο προσέθηκεν τῇ πρώτῃ περιόδῳ καὶ ἐσχημάτισεν οὕτως· τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδʼ ἐπιμιγνύντες ἀδεῶς ἀλλήλοις οὔτε κατὰ γῆν οὔτε κατὰ θάλασσαν, νεμόμενοι δὲ τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν οὐ χαλεπῶς ἀνίσταντο, φανερωτέραν ἂν ἐποίει τὴν διάνοιαν· τῇ δὲ παρεμβολῇ τῶν μεταξὺ πραγμάτων πολλῶν ὄντων ἀσαφῆ καὶ δυσπαρακολούθητον πεποίηκεν), καὶ ἡ περὶ τῆς Εὐρυσθέως στρατείας ἐπὶ τὴν Ἀττικὴν ἥδε· Εὐρυσθέως ἐν τῇ Ἀττικῇ ὑπὸ Ἡρακλειδῶν ἀποθανόντος, Ἀτρέως δὲ μητρὸς ἀδελφοῦ ὄντος αὐτῷ, καὶ ἐπιτρέψαντος Εὐρυσθέως, ὅτʼ ἐστράτευε, Μυκήνας τε καὶ τὴν ἀρχὴν κατὰ τὸ οἰκεῖον Ἀτρεῖ· τυγχάνειν δὲ αὐτὸν φεύγοντα τὸν πατέρα διὰ τὸν Χρυσίππου θάνατον· καὶ ὡς οὐκέτι ἀνεχώρησεν Εὐρυσθεύς, βουλομένων καὶ τῶν Μυκηναίων φόβῳ τῶν Ἡρακλειδῶν, καὶ ἅμα δυνατὸν δοκοῦντα εἶναι καὶ τὸ πλῆθος τεθεραπευκότα τῶν Μυκηναίων τε καὶ ὅσων Εὐρυσθεὺς ἦρχεν τὴν βασιλείαν Ἀτρέα παραλαβεῖν.3 ἐν οἷς δὲ σκολιὰ καὶ πολύπλοκος καὶ δυσεξέλικτος ἡ τῶν ἐνθυμημάτων κατασκευὴ γίνεται, τοῦτον τὸν τρόπον ἔχει παρʼ αὐτῷ· κεῖται δὲ ἐν τῷ ἐπιταφίῳ ἡ λέξις· τὴν δὲ τῶν ἐναντίων τιμωρίαν ποθεινοτέραν αὐτῶν λαβόντες καὶ κινδύνων ἅμα τόνδε κάλλιστον νομίσαντες ἐβουλήθησαν τοὺς μὲν τιμωρεῖσθαι τῶν δʼ ἐφίεσθαι, ἐλπίδι μὲν τὸ ἀφανὲς τοῦ κατορθώσειν ἐπιτρέψαντες, ἔργῳ δὲ περὶ τοῦ ἤδη ὁρωμένου σφίσιν αὐτοῖς ἀξιοῦντες πεποιθέναι· ἐν τῷ ἀμύνεσθαι παθεῖν μᾶλλον ἡγησάμενοι ἢ ἐνδόντες σῴζεσθαι τὸ μὲν αἰσχρὸν τοῦ λόγου ἔφυγον, τὸ δʼ ἔργον τῷ σώματι ὑπέμειναν καὶ διʼ ἐλαχίστου καιροῦ τύχης ἅμα ἀκμῇ τῆς δόξης μᾶλλον ἢ τοῦ δέους ἀπηλλάγησαν. τοιαῦτά ἐστι καὶ τὰ περὶ Θεμιστοκλέους εἰρημένα ὑπὸ τοῦ συγγραφέως ἐν τῇ πρώτῃ βύβλῳ· ἦν γὰρ ὁ Θεμιστοκλῆς βεβαιότατα δὴ φύσεως ἰσχὺν δηλώσας καὶ διαφερόντως τι ἐς αὐτὸ μᾶλλον ἑτέρου ἄξιος θαυμάσαι. οἰκείᾳ γὰρ ξυνέσει, καὶ οὔτε προμαθὼν εἰς αὐτὴν οὐθὲν οὔτʼ ἐπιμαθὼν τῶν τε παραχρῆμα διʼ ἐλαχίστης βουλῆς κράτιστος γνώμων καὶ τῶν μελλόντων ἐπὶ πλεῖστον τοῦ γενησομένου ἄριστος εἰκαστής· καὶ ἃ μὲν μετὰ χεῖρας ἔχοι, καὶ ἐξηγήσασθαι οἷός τε· ὧν δὲ ἄπειρος εἴη, κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο·4 τό τε ἄμεινον ἢ χεῖρον ἐν τῷ ἀφανεῖ ἔτι προεώρα. καὶ τὸ ξύμπαν εἰπεῖν, φύσεως μὲν δυνάμει, μελέτης δὲ βραχύτητι κράτιστος δὴ οὗτος αὐτοσχεδιάζειν τὰ δέοντα ἐγένετο.

……達し、そのために表現が追随困難なものとなるような実例は、歴史叙述の全体を通じて極めて多数ある。しかし、序論から二つだけを取り出せば十分であろう。すなわち、ギリシアの昔の情勢の微弱さを示し、その原因を提示している次の一節である。 「というのも、通商が存在せず、彼らは陸路でも海路でも恐怖なしには互いに交わらず、各自が生き長らえるのに十分なだけの自らの土地を耕作し、富の余剰を持たず、土地を植栽することもせず――誰かが襲来して、しかも城壁がない状態であるため、他人が奪い去るのがいつであるか定かでなかったからである――、また生活に必要な糧食はどこにおいてでも同様に確保できると考えて、容易に移住していたからである」(というのも、もし彼が「容易に移住していた」を第一の周期文に加え、次のように造構したならば、「というのも、通商が存在せず、彼らは陸路でも海路でも恐怖なしには互いに交わらず、各自が生き長らえるのに十分なだけの自らの土地を耕作して、容易に移住していたからである」と思想をより明白にしたであろうが、途中に多くの事態を挿入したことによって、不明瞭で追随困難なものにしてしまったのである)。そしてまた、エウリュステウスのアッティカ遠征に関する次の箇所もそうである。 「エウリュステウスがアッティカでヘラクレイダイによって殺害され、アトレウスが彼の母の兄弟であり、エウリュステウスが遠征した際にその親族関係のゆえにミュケナイとその統治権をアトレウスに委託していたこと、そしてアトレウス自身はクリュシッポスの死のために父を逃れて亡命中の身であったこと、またエウリュステウスがもはや帰還しなかった時、ヘラクレイダイへの恐怖からミュケナイ人たちも望み、また同時に彼が有力であると見なされ、ミュケナイ人やエウリュステウスが統治していたすべての人々の民衆の歓心を買っていたために、アトレウスが王位を継承したこと」また、彼のもとで論理構造の組み立てが屈折し、複雑で、解きほぐしがたくなる箇所は、次のようなありさまである。その語句は追悼演説の中に置かれている。 「しかし、彼らは敵への報復をそれらのものより切望されるものと捉え、同時にこの危険を最も美しいものと考えて、一方に報復し他方を追求することを望み、成否の見通せない結末を希望に委ねつつ、すでに目の前に見えている事態においては自ら自身を信頼すべきであると判断した。そして、屈服して生き延びるよりも防戦して命を落とすことこそがふさわしいと考え、風聞の恥辱からは逃れ、肉体をもって行動を耐え抜き、運命の極めてわずかな一瞬において、恐怖の絶頂ではなく名声の絶頂において世を去ったのである」また、第一巻において歴史家によってテミストクレスについて語られている事柄も、このようなものである。 「実際、テミストクレスは天賦の資質の力をもっとも確固として示した人物であり、そのことゆえに他の誰よりも際立って称賛に値する人物であった。なぜなら彼は生まれつきの知力により、そのための事前の学びも事後の学びも持たず、当面の問題については極めて短い考慮によって最善の判断者であり、未来の出来事についても生起することの大部分について最良の推測者であった。また手元に抱えている事柄については説明することもでき、経験のない事柄についても適切に判断する能力を欠いてはいなかった。そして、まだ見えぬ事態の中にあっても、より善きことやより悪しきことを予見していた。要するに、天性の能力と修練のわずかさによって、彼は必要な事態を即興で処置することにおいて最も優れた人物となったのである」

§17

οἱ δὲ μειρακιώδεις σχηματισμοὶ τῶν ἀντιθέτων τε καὶ παρομοιώσεων καὶ παρισώσεων, ἐν οἷς οἱ περὶ τὸν Γοργίαν μάλιστα ἐπλεόνασαν, ἥκιστα τῷ χαρακτῆρι τούτῳ προσήκοντες, αὐστηρὰν ἔχοντι τὴν ἀγωγὴν καὶ τοῦ κομψοῦ πλεῖστον ἀφεστηκότι, τοιοῦτοί τινές εἰσι παρὰ τῷ συγγραφεῖ· φαίνεται γὰρ ἡ νῦν καλουμένη Ἑλλὰς οὐ πάλαι βεβαίως οἰκουμένη. καὶ ἔτι δέ· οἳ μὲν καὶ παρὰ δύναμιν τολμηταί καὶ παρὰ γνώμην κινδυνευταί· τὸ δʼ ὑμέτερον τῆς τε δυνάμεως ἐνδεᾶ πρᾶξαι τῆς τε γνώμης μηδὲ τοῖς βεβαίοις πιστεῦσαι, τῶν δὲ δεινῶν μηδέποτε οἴεσθαι ἀπολυθήσεσθαι· καὶ ἐν οἷς τὰς καταλαβούσας τὴν Ἑλλάδα συμφορὰς διὰ τὰς στάσεις ἐπεξέρχεται τοιάδε γράφων· τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη· μέλλησις δὲ προμηθὴς δειλία εὐπρεπής, τὸ δὲ σῶφρον πρόσχημα τοῦ ἀνάνδρου, καὶ τὸ εἰς ἅπαν ξυνετὸν ἐπὶ πᾶν ἀργόν. πολλὰ τοιαῦτά τις ἂν εὕροι διʼ ὅλης αὐτοῦ τῆς ἱστορίας λεγόμενα, ἱκανὰ δὲ καὶ ταῦτα δείγματος ἕνεκα εἰρῆσθαι. Ἔχεις, ὦ φίλε Ἀμμαῖε, τὰ παρατηρήματα καθʼ ἕκαστον αὐτῶν ἐκ τῆς κοινῆς ἐξητασμένα πραγματείας, ὡς ἐπεζήτεις.

また、厳粛な品格を保ち優雅さから最もかけ離れているこの文体に最もそぐわない、対句や類音、対等句といった青臭い造構――ゴルギアスの流派の人々がとりわけ過度にもてはやしたもの――は、この歴史家のもとでは次のようなものである。 「なぜなら、現今ギリシアと呼ばれている地域は、古くは確固として居住されていなかったように見受けられるからである」さらにまた、「彼らは能力を超えても果敢であり、判断を超えても危険を冒すが、あなたがたの性向は、能力に満たないことを行い、確実な分別にすら信頼を置かず、恐ろしい事態から決して解放されないと思い込むことである」また、内乱によってギリシアを襲った不幸を詳述する箇所でも、次のように記している。 「実際、無分別な向こう見ずは仲間思いの勇敢さと見なされ、思慮深い逡巡はもっともらしい臆病、慎重さは卑怯さの隠れ蓑、あらゆることに通暁していることは何に対しても無為であることと見なされた」彼の全歴史叙述を通じて、人はこのような表現を数多く見出すことができるであろうが、例示のためにはこれらを述べるだけで十分であろう。 親愛なるアンマエオスよ、君が求めたとおり、共通の論考から検討された個別の観察結果をここに得たのである。

構文注4 件
  1. 15τῆς γὰρ ἐμπορίας οὐκ οὔσης, οὐδὲ ἐπιμιγνύντες

    独立属格(τῆς ἐμπορίας οὐκ οὔσης)から、接続詞 οὐδέ を介して主格分詞(ἐπιμιγνύντες, νεμόμενοι 等)へと構文が移行する破格構文(anakolouthon)。後続の主動詞 ἀνίσταντο の主語に直接一致させる主格分詞へと格が転換している。

  2. 15ἄδηλον ὂν

    非人称表現の絶対対格(accusative absolute)。間接疑問節 πότε τις ἐπελθὼν ... ἀφαιρήσεται を意味上の主語として従え、「〜が不明であったため」という原因・理由を表す。

  3. 15τυγχάνειν δὲ αὐτὸν φεύγοντα ... παραλαβεῖν

    伝聞や引用の文脈(トゥキュディデス第1巻9章における歴史的伝承の言及)に基づく対格不定詞構文。主文の動詞なしに不定詞 τυγχάνειν および παραλαβεῖν が連なり、先行する独立属格群(Εὐρυσθέως ... ἀποθανόντος 等)や分詞句がこれらに係っている。

  4. 16κρῖναι ἱκανῶς οὐκ ἀπήλλακτο

    二重否定的な表現で、「適切に判断することから免れてはいなかった」、すなわち「適切に判断する能力を欠いてはいなかった/十二分に判断することができた」を意味する慣用的な表現。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:15-17