← ハリカルナッソスのディオニュシオス

アンマイオスへの第二書簡

§1-2

書簡の執筆意図とトゥキュディデスの文体概説

著者はトゥベロ宛ての先駆的論述への読者の要望に応え、各提題に典拠の文言を並置する教授的形式を採用してトゥキュディデスの文体を再検討することを告げ、その語彙・統語・修辞的特徴の概略を提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

ἐγὼ μέν ὑπελάμβανον ἀρκούντως δεδηλωκέναι τὸν Θουκυδίδου χαρακτῆρα, τὰ μέγιστα καὶ κυριώτατα τῶν ὑπαρχόντων περὶ αὐτὸν ἰδιωμάτων ἐπεξελθών, ἐν οἷς γε δὴ μάλιστα διαφέρειν ἔδοξέν μοι τῶν πρὸ αὐτοῦ ῥητόρων τε καὶ συγγραφέων, πρότερον μὲν ἐν τοῖς περὶ τῶν ἀρχαίων ῥητόρων πρὸς τὸ σὸν ὄνομα συνταχθεῖσιν ὑπομνηματισμοῖς, ὀλίγοις δὲ δὴ πρόσθεν χρόνοις ἐν τῇ περὶ αὐτοῦ τοῦ Θουκυδίδου κατασκευασθείσῃ γραφῇ προσειπὼν τὸν Αἴλιον Τουβέρωνα, ἐν ᾗ πάντα τὰ δεόμενα λόγου μετὰ τῶν οἰκείων ἀποδείξεων διεξελήλυθα κατὰ τὴν ἐμαυτοῦ δύναμιν· σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς,1 ἐπειδὴ προεκθέμενος ἅπαντα τὰ συμβεβηκότα τῷ χαρακτῆρι τότε τὰς περὶ αὐτῶν πίστεις παρέχομαι, ἀκριβεστέραν δὲ τὴν δήλωσιν τῶν ἰδιωμάτων τοῦ χαρακτῆρος ἔσεσθαι νομίζοντος, εἰ παρὰ μίαν ἑκάστην τῶν προθέσεων τὰς λέξεις τοῦ συγγραφέως παρατιθείην, ὃ οἱ τὰς τέχνας καὶ τὰς εἰσαγωγὰς τῶν λόγων πραγματευόμενοι ποιοῦσιν, προελόμενος εἰς μηδὲν ἐλλείπειν καὶ τοῦτο πεποίηκα, τὸ διδασκαλικὸν σχῆμα λαβὼν ἀντὶ τοῦ ἀποδεικτικοῦ.

私は、トゥキュディデスの文体を十分に明らかにし終えたと考えていた。彼に備わる最大かつ最も決定的な固有の特徴を検討し尽くしたからである。それらにおいてこそ、彼は自らに先立つ弁論家や歴史家たちを凌駕していると私には思われたのであり、かつてはあなたの名に宛てて執筆された『古代の弁論家たちについて』の覚書において、またごく最近では、アエリウス・トゥベロに献辞を付して作成された、トゥキュディデス本人についての論述においてそうしたのである。後者の論述の中で私は、論究を要するすべての事柄を、自己の能力に応じてふさわしい証拠とともに論じ尽くした。しかし、私がその文体に帰属する諸特徴をあらかじめ一覧した上で、その後にそれらに関する論拠を提示しているため、私の著作の厳密さは不十分であるとあなたが判断し、もし言論の技術や導入論を扱う人々が行っているように、各提題のすぐ脇に歴史家の文言そのものを並置すれば、その文体の特質の明示はより厳密なものになるはずだとお考えになったので、私は何一つ不足のないようにしようと決心し、立証の形式に代えて教授の形式を取りつつ、このことも実行に移したのである。

§2

ἵνα δὲ εὐπαρακολούθητος ὁ λόγος σοι γένηται, προθεὶς κατὰ λέξιν, ὅσα περὶ τοῦ συγγραφέως τυγχάνω προειρηκώς, ἐπιτροχάδην ἀναλήψομαι τῶν προθέσεων ἑκάστην καὶ τὰς ἀποδείξεις παρέξομαι, καθάπερ ἠξίους. ἕπεται δὲ τοῖς περὶ Ἡροδότου γραφεῖσιν τὰ μέλλοντα δηλοῦσθαι. τούτῳ γὰρ Θουκυδίδης τῷ ἀνδρὶ ἐπιβαλὼν καὶ τοῖς ἄλλοις ὧν πρότερον ἐμνήσθην, καὶ συνιδών, ἃς ἕκαστος αὐτῶν ἔσχεν ἀρετάς, ἴδιόν τι γένος χαρακτῆρος, οὔτε πεζὸν αὐτοτελῶς οὔτʼ ἔμμετρον ἀπηρτισμένως, κοινὸν δέ τι καὶ μικτὸν ἐξ ἀμφοῖν ἐργασάμενος εἰς τὴν ἱστορικὴν πραγματείαν ἐσπούδασεν εἰσαγαγεῖν· ἐπὶ μὲν τῆς ἐκλογῆς τῶν ὀνομάτων τὴν τροπικὴν καὶ γλωττηματικὴν καὶ ἀπηρχαιωμένην καὶ ξένην λέξιν παραλαμβάνων πολλάκις ἀντὶ τῆς κοινῆς καὶ συνήθους τοῖς καθʼ ἑαυτὸν ἀνθρώποις, ἐπὶ δὲ τῶν σχηματισμῶν, ἐν οἷς μάλιστα ἐβουλήθη διενεγκεῖν τῶν πρὸ αὑτοῦ, πλείστην εἰσενεγκάμενος πραγματείαν, τοτὲ μὲν λόγον ἐξ ὀνόματος ποιῶν, τοτὲ δὲ εἰς ὄνομα συνάγων τὸν λόγον· καὶ νῦν μὲν τὸ ῥηματικὸν ὀνοματικῶς ἐκφέρων, αὖθις δὲ τοὔνομα ῥῆμα ποιῶν· καὶ αὐτῶν γε τούτων ἀναστρέφων τὰς χρήσεις, ἵνα τὸ μὲν ὀνοματικὸν προσηγορικὸν γένηται, τὸ δὲ προσηγορικὸν ὀνοματικῶς λέγηται, καὶ τὰ μὲν παθητικὰ ῥήματα δραστήρια, τὰ δὲ δραστήρια παθητικά· πληθυντικῶν δὲ καὶ ἑνικῶν ἀλλάττων τὰς φύσεις καὶ ἀντικατηγορῶν ταῦτα ἀλλήλων, θηλυκά τʼ ἀρρενικοῖς καὶ ἀρρενικὰ θηλυκοῖς καὶ οὐδέτερα τούτων τισὶν συνάπτων, ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται·2 τὰς δὲ τῶν ὀνοματικῶν ἢ μετοχικῶν πτώσεις τοτὲ μὲν πρὸς τὸ σημαινόμενον ἀπὸ τοῦ σημαίνοντος ἀποστρέφων, τοτὲ δὲ πρὸς τὸ σημαῖνον ἀπὸ τοῦ σημαινομένου· ἐν δὲ τοῖς συνδετικοῖς καὶ τοῖς προθετικοῖς μορίοις καὶ ἔτι μᾶλλον ἐν τοῖς διαρθροῦσι τὰς τῶν ὀνομάτων δυνάμεις ποιητοῦ τρόπον ἐνεξουσιάζων. πλεῖστα δʼ ἄν τις εὕροι παρʼ αὐτῷ τῶν σχημάτων, προσώπων τε ἀποστροφαῖς καὶ χρόνων ἐναλλαγαῖς καὶ τροπικῶν σημειώσεων μεταφοραῖς ἐξηλλαγμένα καὶ σολοικισμῶν λαμβάνοντα φαντασίας· ὁπόσα τε γίνεται πράγματα ἀντὶ σωμάτων ἢ σώματα ἀντὶ πραγμάτων, καὶ ἐφʼ ὧν ἐνθυμημάτων τε καὶ νοημάτων αἱ μεταξὺ παρεμπτώσεις πολλαὶ γινόμεναι διὰ μακροῦ τὴν ἀκολουθίαν κομίζονται, τά τε σκολιὰ καὶ πολύπλοκα καὶ δυσεξέλικτα καὶ τὰ ἄλλα τὰ συγγενῆ τούτοις. εὕροι δʼ ἄν τις οὐκ ὀλίγα καὶ τῶν θεατρικῶν σχημάτων κείμενα παρʼ αὐτῷ, τὰς παρισώσεις λέγω καὶ παρομοιώσεις καὶ παρονομασίας καὶ ἀντιθέσεις, ἐν αἷς ἐπλεόνασε Γοργίας ὁ Λεοντῖνος καὶ οἱ περὶ Πῶλον καὶ Λικύμνιον καὶ πολλοὶ ἄλλοι τῶν κατʼ αὐτὸν ἀκμασάντων. ἐκδηλότατα δὲ αὐτοῦ καὶ χαρακτηρικώτατά ἐστι τό τε πειρᾶσθαι διʼ ἐλαχίστων ὀνομάτων πλεῖστα σημαίνειν πράγματα καὶ πολλὰ συντιθέναι νοήματα εἰς ἓν καὶ τὸ ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλιπεῖν,3 ὑφʼ ὧν ἀσαφὲς γίνεται τὸ βραχύ. ἵνα δὲ συνελὼν εἴπω, τέσσαρα μέν ἐστιν ὥσπερ ὄργανα τῆς Θουκυδίδου λέξεως, τὸ ποιητικὸν τῶν ὀνομάτων, τὸ πολυειδὲς τῶν σχημάτων, τὸ τραχὺ τῆς ἁρμονίας, τὸ τάχος τῆς σημασίας· χρώματα δὲ αὐτῆς τό τε στριφνὸν καὶ τὸ πικρὸν καὶ τὸ πυκνὸν καὶ τὸ αὐστηρὸν καὶ τὸ ἐμβριθὲς καὶ τὸ δεινὸν καὶ φοβερόν, ὑπὲρ ἅπαντα δὲ αὐτοῦ ταῦτα τὸ παθητικόν. τοιουτοσὶ μὲν δὴ τίς ἐστιν ὁ Θουκυδίδης κατὰ τὸν τῆς λέξεως χαρακτῆρα, ᾧ παρὰ τοὺς ἄλλους διήνεγκεν.

しかし、議論があなたにとって追いやすくなるよう、歴史家に関して私が以前に述べておいた事柄を言葉どおりに提示した上で、各提題を手短に復習し、あなたが求められたとおりに証拠を提出することにしよう。これから明らかにされようとする内容は、ヘロドトスに関して書かれた事柄に引き続くものである。なぜならトゥキュディデスはこの人物および私が先に言及した他の著述家たちの後に続き、彼らの各々が備えていた長所を洞察した上で、完全に散文的でもなく完成された韻文的でもなく、双方からなる共通の混淆的な独自の文体種を作り出し、それを歴史記述の仕事へ導入しようと努めたからである。すなわち、語彙の選択においては、自分自身の同時代人にとって共通で日常的な表現の代わりに、転義的、稀語的、古風、かつ異国の語法をしばしば採用し、他方、先人たちと差異化することを最も望んだ構文法においては、最大の労力を注ぎ込み、ある時は単語から文を作り、ある時は文を単語へと縮約し、ある時は動詞的なものを名詞的に表現し、またある時は名詞を動詞とし、さらにこれらそのものの用法を転倒させて、固有の名称が普通名詞となり、普通名詞が固有名詞的に語られるようにし、受動の動詞を能動とし、能動の動詞を受動とし、また複数と単数の性質を入れ換えてこれらを互いに述語づけ合い、女性形を男性形に、男性形を女性形に、中性形をこれらのいずれかに結合させ、これらによって自然な文法的照応が撹乱されるようにし、名詞や分詞の格を、ある時は能記から所記へとそらし、ある時は所記から能記へとそらし、接続詞や前置詞的な小辞において、またさらには語の力を分節する諸要素において、詩人のごとく自在に権能を振るったのである。また彼の文には、人称の転向や時制の交代、比喩的標示の転用によって異化され、破格構文の印象を与える多くの構図を見出すことができよう。事物が身体の代わりに、身体が事物の代わりに生じるあらゆる事例や、諸々の論証や着想において、中間に多くの挿入節が生じることで遠く隔たって照応関係を結ぶもの、屈曲して複雑で解き難いもの、その他これらに類する諸々の構図である。さらに、彼の文中には、少なからぬ演劇的修辞構図、すなわちパリソーシス、パロモイオーシス、パロノマシア、アンティテシスが置かれているのを見出すことができよう。これらにおいては、レオンティノイのゴルギアスや、ポロス、リキュムニオスの一派、その他彼の時代に全盛を極めた多くの人々が過剰に耽溺したのである。彼の最も顕著で特徴的な点は、極めて少数の語によって最も多くの事柄を意味しようと試みること、多くの思索を一つに合成すること、そして聞き手がさらに何かを聞くであろうと待ち受けている状態のまま残すことであり、これらによって簡潔さが不明瞭さとなってしまうのである。要約して言えば、トゥキュディデスの文体には四つの道具のようなものがある。すなわち語の詩的性格、修辞構図の多様さ、調和の粗削りさ、意味作用の迅速さである。そしてその文体の色彩は、凝縮、辛辣、稠密、厳格、重厚、迫力と恐怖であり、これら彼のすべての特質を超越して情念的な性格がある。語の文体に関して、他の著述家たちに卓越していたトゥキュディデスとは、実にこのような人物なのである。

構文注3 件
  1. 1σοῦ δὲ ὑπολαμβάνοντος ἧττον ἠκριβῶσθαι τὰς γραφάς

    文頭の ἐγὼ μὲν ὑπελάμβανον(私は〜と考えていた)に対応する σοῦ δὲ ὑπολαμβάνοντος... νομίζοντος は属格独立構文(Genitive Absolute)であり、主節の主語・動詞である προελόμενος... πεποίηκα(私は〜と決心し、〜を実行した)へと意味的・理由的に接続する対比構造を成している。

  2. 2ἐξ ὧν ἡ κατὰ φύσιν ἀκολουθία πλανᾶται

    関係代名詞 ὧν の先行詞は、直前の一連の文法的不整合(数・性の不一致や異質な結合)全体である。ἡ κατὰ φύσιν ἀκολουθία は「自然な(文法的)論理的一貫性/照応」を指し、πλανᾶται(迷い出る、乱れる)によって統語的規範からの逸脱が表現されている。

  3. 2τὸ ἔτι προσδεχόμενόν τι τὸν ἀκροατὴν ἀκούσεσθαι καταλιπεῖν

    καταλιπεῖν(放置すること、残すこと)の目的語が τὸν ἀκροατήν(聞き手を)であり、付帯状況・補語として分詞 προσδεχόμενον(待ち受けつつ)が係っている。さらにこの分詞が ἀκούσεσθαι(聞くであろうと)という不定詞と代名詞 τι(何かを)を補語として支配する複層的構文である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg011.humanitext-grc2:1-2