← ハリカルナッソスのディオニュシオス

トゥキュディデス論

§47

ペリクレスの演説における矛盾の批判と美点の称賛

ディオニュシオスは、ペリクレスの演説において希望の否定と海軍力による未来の希望への依存という論理的矛盾を指摘して批判する一方、思考と文体が抑制され見事な表現となっている複数の箇所を引用して高く賞賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§47

ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος τὴν ὀργὴν τὴν κατειληφυῖαν αὐτοὺς ἐπὶ ταῖς παρούσαις συμφοραῖς, ὧν αἱ πλείους παράλογοί τε συνέβησαν αὐτοῖς καὶ ἀπροσδόκητοι, καὶ παρακαλῶν τὰς συμφορὰς γενναίως ὑφίστασθαι μὴ ἀφανίζοντας τὴν τῆς πόλεως ἀξίωσιν, ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι, καὶ μετὰ τοῦτο διεξελθών, ὅτι τὴν κατὰ θάλατταν ἀρχὴν βεβαίως ἔχοντες οὔτε ὑπὸ βασιλέως οὔτε ὑπὸ Λακεδαιμονίων οὔτε ὑπʼ ἄλλου ἀνθρώπων ἔθνους οὐδενὸς καταλυθήσονται (ὧν ἡ πίστις οὐχ ἡ παροῦσα ἦν ἀλλʼ ἡ μέλλουσα, οὐδʼ ἐν τῇ προνοίᾳ τὸ βέβαιον ἔχουσα ἀλλʼ ἐν ταῖς ἐλπίσιν), ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι,1 ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς. ἐναντία γὰρ δὴ ταῦτα ἀλλήλοις, εἴ γε δὴ τὸ μὲν λυποῦν τὴν αἴσθησιν εἶχεν ἤδη παροῦσαν, τῆς δʼ ὠφελείας ἡ δήλωσις ἔτι ἀπῆν. ἀλλʼ ὥσπερ ταῦτα οὐκ ἐπαινῶ οὔτε κατὰ τὸ πραγματικὸν μέρος οὔτε κατὰ τὸ λεκτικόν, οὕτως ἐκεῖνα τεθαύμακα ὡς νενοημένα τε ἀκριβῶς καὶ ἡρμηνευμένα περιττῶς καὶ συγκείμενα ἡδέως· καὶ γὰρ οἷς μὲν αἵρεσις γεγένηται τὰ ἄλλα εὐτυχοῦσι, πολλὴ ἄνοια πολεμῆσαι· εἰ δʼ ἀναγκαῖον ἦν ἢ εἴξαντας εὐθὺς τοῖς πέλας ὑπακοῦσαι ἢ κινδυνεύσαντας περιγενέσθαι, ὁ φυγὼν τὸν κίνδυνον τοῦ ὑποστάντος μεμπτότερος· καὶ ἐγὼ μὲν ὁ αὐτός εἰμι καὶ οὐκ ἐξίσταμαι, ὑμεῖς δὲ μεταβάλλετε, ἐπειδὴ ξυνέβη ὑμῖν πεισθῆναι μὲν ἀκεραίοις, μεταμέλειν δὲ κακουμένοις. καὶ ἔτι ἐκεῖνα· δουλοῖ γὰρ φρόνημα τὸ αἰφνίδιον καὶ τὸ ἀπροσδόκητον καὶ τὸ πλείστῳ παραλόγῳ ξυμβαῖνον· ὅμως δὲ πόλιν μεγάλην οἰκοῦντας καὶ ἐν ἤθεσιν ἀντιπάλοις αὐτῇ τεθραμμένους χρεὼν καὶ τὰς συμφορὰς ἐθέλειν ὑφίστασθαι καὶ τὴν ἀξίωσιν μὴ ἀφανίζειν· ἐν ἴσῳ γὰρ οἱ ἄνθρωποι δικαιοῦσι τῆς τε ὑπαρχούσης δόξης αἰτιᾶσθαι, ὅστις ἂν μαλακίᾳ ἐλλείπῃ, καὶ τῆς μὴ προσηκούσης μισεῖν τὸν θρασύτητι ὀρεγόμενον. καὶ ἔτι τὰ διεγείροντα τὰς ψυχὰς τῶν Ἀθηναίων ἐπὶ τὸ φρόνημα τὸ πάτριον ταυτί· τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν, ᾧ ὑπὲρ ἅπαντας ἀγάλλεσθε, βοηθεῖν2 καὶ μὴ φεύγειν τοὺς πόνους, ἢ μηδὲ τὰς τιμὰς διώκειν· μηδὲ νομίσαι περὶ ἑνὸς μόνου, δουλείας ἀντʼ ἐλευθερίας, ἀγωνίζεσθαι, ἀλλὰ καὶ ἀρχῆς στερήσεως καὶ κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε.3 ἧς οὐδʼ ἐκστῆναι ἔτι ὑμῖν ἔστιν, εἴ τις καὶ τόδε ἐν τῷ παρόντι δεδιὼς ἀπραγμοσύνῃ ἀνδραγαθίζεται. ὡς τυραννίδα γὰρ ἤδη ἔχετε αὐτήν, ἣν λαβεῖν μὲν ἄδικον δοκεῖ εἶναι, ἀφεῖναι δὲ ἐπικίνδυνον, καὶ τὰ τούτοις ὅμοια, ὅσα τάς τε ἐξαλλαγὰς τῶν ὀνομάτων καὶ τῶν σχημάτων μετρίας ἔχει καὶ οὔτε περιέργους οὔτε δυσπαρακολουθήτους.

さらに私自身は次のことにも思い至った。すなわち、現在の災厄——その大半は彼らにとって予期せぬ思いがけない出来事であったのだが——に際して彼らを捉えていた怒りを宥め、都市の威厳を損なうことなく災厄に気高く耐え忍び、個人の苦痛を捨て去って公共の救済のために力を合わせるよう促し、そしてこの後、海上支配を堅固に保持している以上、大王によってもスパルタ人によっても他のいかなる民族によっても滅ぼされることはない(その確証は現在のものではなく未来のものであり、確固たる根拠を予見のうちにではなく希望のうちに持っているものなのだが)と説き聞かせながら、その後にこれらのことを忘れて、絶境においてこそ力を発揮する希望を信じるなと要求していることである。実に、苦痛をもたらすものはすでに現実に存在感を放っていたのに対し、利益の表明は依然として現実から遠く離れていたのであるから、これらはまさに互いに矛盾しているのである。 しかし、私がこれらの箇所を内容の面でも文体の面でも称賛しないのと同様に、周到に考え抜かれ、巧みに表現され、快く組み立てられた以下の箇所には感嘆している。 「というのも、他の点において恵まれ、選択の余地がある人々にとって、戦争を始めることは甚だしい狂気である。だが、直ちに屈服して隣国に服従するか、危険を冒して生き残りを図るかのいずれかが不可避であったとすれば、危険を逃れた者は危険に耐え抜いた者よりも非難されるべきである。そして私自身は同じままであって意見を変えないが、諸君のほうが変わってしまっているのである。なぜなら諸君には、無事であったときには説得を受け容れたものの、打撃を被るや後悔することが起こったからである」さらに次の箇所もそうである。 「突発的なこと、予期せぬこと、そして最大の不条理を伴って生じる出来事は、気力を挫いてしまうものである。しかしそれでもなお、大都市に住まい、その偉大さに相応しい気風の中で育まれた諸君は、災厄に進んで耐え忍び、威厳を損なわないように努めるべきである。なぜなら世の人々は、惰弱さのゆえに現にある名声に及ばない者を咎めるのと同様に、不当な名声を無謀にも追い求める者を憎むのが当然であるとみなすからである」そしてさらに、アテナイ人の魂を父祖伝来の誇りへと奮い立たせる次のような箇所もそうである。 「諸君が万人に勝って誇りとしている、支配から生じる都市の尊厳を諸君が助け守り、苦難から逃れようとしないか、さもなければ名誉をも追求しないのが当然である。また、単に一つのこと、すなわち自由の代わりの隷属についてのみ戦っているのではなく、支配権の喪失と、その支配において諸君が買った怨恨に伴う危険についても戦っているのだと考えねばならない。この支配権からは、たとえ眼下の事態を恐れて無為のうちに義士ぶる者がいるとしても、もはや退くことすら諸君には許されていない。なぜなら諸君はすでにそれを僭主政のように保持しており、これを手に入れることは不正と思われようとも、手放すことは危険だからである」そしてこれらに類する諸々の箇所、すなわち語句や修辞形式の奇抜さが控えめで、過度でも理解しがたくもないすべての箇所を私は賞賛しているのである。

構文注3 件
  1. 47ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος ... ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι

    長大な構文の骨格を示す。主節は ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην であり、κἀκεῖνο の同格・内容説明として ὅτι 節が続く。ὅτι 節の主語は演説者(ペリクレス)であり、複数の分詞句(παραμυθούμενος, καὶ παρακαλῶν, καὶ ... διεξελθών)が連鎖したのち、ἔπειτα τούτων ἐπιλαθόμενος(分詞)を経て主動詞 ἀξιοῖ に至る。これによって、演説者が一方で希望を抱かせながら他方で希望を信じるなと要求する矛盾の構図が浮き彫りにされている。

  2. 47τῆς τε πόλεως ὑμᾶς εἰκὸς τῷ τιμωμένῳ ἀπὸ τοῦ ἄρχειν ... βοηθεῖν

    τῷ τιμωμένῳ は現在受動分詞中性単数(名詞化)で「重んじられていること」「名誉・尊厳」を表し、動詞 βοηθεῖν の目的語(与格)となっている。τῆς πόλεως は所属・起源を表す属格で τῷ τιμωμένῳ に係り、「支配から生じる(ἀπὸ τοῦ ἄρχειν)、都市の尊厳」を意味する。文頭の τῆς πόλεως を強調のために前置した構造。

  3. 47κινδύνου ὧν ἐν τῇ ἀρχῇ ἀπήχθεσθε

    関係代名詞の牽引(attraction)を伴う表現。先行詞となる代名詞 τούτων が省略されており、本来は τούτων ἅ(あるいは τούτων διʼ ἅ)「諸君が憎しみを買う原因となった事柄」となるところ、関係代名詞 ἅ が先行詞の属格に引かれて ὧν となっている。全体として κινδύνου τούτων ὧν...「諸君が支配において買った怨恨に伴う危険」という意味をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:47