← ハリカルナッソスのディオニュシオス

トゥキュディデス論

§37-38

メロス対話の劇的転換と文法および論理の批判

ディオニュシオスは、トゥキュディデスを讃える者たちが絶賛するメロス対話を取り上げ、その形式の劇的転換を述べるとともに、メロス人の発言に見られる性・数・格の不整合を文法的に批判し、さらにアテナイ人が正義を退けて武力の論理を剥き出しにする議論の不当性を弾劾する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§37

ἐξετάσωμεν δὴ παρὰ τοῦτον τὸν διάλογον τὸν οὕτω καλῶς καὶ περιττῶς ἔχοντα ἕτερον αὐτοῦ διάλογον, ὃν μάλιστα ἐπαινοῦσιν οἱ τοῦ χαρακτῆρος τούτου θαυμασταί. ὑποτίθεται δή, στρατιὰν ἀποστειλάντων Ἀθηναίων ἐπὶ Μηλίους Λακεδαιμονίων ἀποίκους, πρὶν ἄρξασθαι τοῦ πολέμου, τὸν στρατηγὸν τῶν Ἀθηναίων καὶ τοὺς προβούλους τῶν Μηλίων συνιόντας εἰς λόγους περὶ καταλύσεως τοῦ πολέμου· καὶ κατʼ ἀρχὰς μὲν ἐκ τοῦ ἰδίου προσώπου δηλοῖ τὰ λεχθέντα ὑφʼ ἑκατέρων, ἐπὶ μιᾶς δʼ ἀποκρίσεως τοῦτο τὸ σχῆμα διατηρήσας, τὸ διηγηματικόν, προσωποποιεῖ τὸν μετὰ ταῦτα διάλογον καὶ δραματίζει. ἄρχει δʼ ὁ Ἀθηναῖος τάδε λέγων· ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ συνεχεῖ ῥήσει οἱ λαοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐς ἅπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσι (γινώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἡ ἐς τοὺς ὀλίγους ἀγωγή,) ὑμεῖς οἱ προκαθήμενοι ἔτι ἀσφαλέστερον ποιήσετε. καὶ μηδʼ ὑμεῖς ἐν ὀλίγῳ ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε· καὶ πρῶτον, εἰ ἀρέσκει ὡς λέγομεν, εἴπατε. οἱ δὲ τῶν Μηλίων σύνεδροι ἀπεκρίναντο· ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται· τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ1 φαίνετε. τοῦτο τὸ τελευταῖον εἴ τις ἐν τοῖς σχήμασιν ἀξιώσει φέρειν, οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν;2 προθεὶς γὰρ ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν οὐ ψέγεται, ἔπειτα συνάψας τῷ ἑνικῷ καὶ κατὰ τὴν ὀρθὴν ἐξενηνεγμένῳ πτῶσιν τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα ἐπιζεύγνυσι τούτοις ἑνικὸν καὶ κατὰ τὴν γενικὴν ἐσχηματισμένον πτῶσιν, εἴ τε ἄρθρον δεικτικὸν βούλεταί τις αὐτὸ καλεῖν εἴ τε ἀντονομασίαν, τὸ αὐτοῦ· τοῦτο δὲ οὔτε τῷ θηλυκῷ καὶ ἑνικῷ καὶ ὀνοματικῷ προσαρμοττόμενον σῴζει τὴν ἀκολουθίαν οὔτε τῷ πληθυντικῷ καὶ οὐδετέρῳ καὶ κατὰ τὴν αἰτιατικὴν ἐσχηματισμένῳ πτῶσιν. ἦν δʼ ἂν ὁ λόγος κατάλληλος οὕτω σχηματισθείς· ἡ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθʼ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτῆς φαίνεται. τούτοις ἐπιτίθησιν ἐνθύμημα νενοημένον μὲν οὐκ ἀτόπως, ἡρμηνευμένον δὲ οὐκ εὐπαρακολουθήτως· εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα· εἰ δʼ ἐπὶ τοῦτο, λέγοιμεν ἄν.3 καὶ μετὰ τοῦτο ἀποστρέψας τοῦ διηγήματος τὸν διάλογον ἐπὶ τὸ δραματικὸν ταῦτα τὸν Ἀθηναῖον ἀποκρινόμενον ποιεῖ· εἰκὸς μὲν καὶ ξυγγνώμη, ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τραπέσθαι. ἔπειτα εὐσχήμονα πρόθεσιν ὑποθέμενος ἡ μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἤδη πάρεστι, καὶ ὁ λόγος, ᾧ προκαλεῖσθε τρόπῳ, εἰ δοκεῖ, γιγνέσθω πρῶτον μὲν εἴρηκεν ἐνθύμημα οὔτε τῆς Ἀθηναίων πόλεως ἄξιον οὔτʼ ἐπὶ τοιούτοις πράγμασιν ἁρμόττον λέγεσθαι ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετʼ ὀνομάτων καλῶν, ὡς ἢ δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν, ἢ ἀδικούμενοι νῦν ἐπεξερχόμεθα, λόγων μῆκος ἄπιστον παρέξομεν· τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν,4 ἐπειδὴ περὶ μηδετέρου τούτων βούλεται τὸν λόγον ὑπέχειν· οἷς ἐπιτίθησιν οὔθʼ ὑμᾶς ἀξιοῦμεν ἢ ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ἢ ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν, τὰ δυνατὰ δʼ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι. τοῦτο δέ ἐστιν· ὑμεῖς μὲν ἀληθῶς φρονοῦντες ὅτι ἀδικεῖσθε, τὴν ἀνάγκην φέρετε καὶ εἴκετε· ἡμεῖς δὲ οὐκ ἀγνοοῦντες, ὅτι ἀδικοῦμεν ὑμᾶς, τῆς ἀσθενείας ὑμῶν περιεσόμεθα τῇ βίᾳ· ταῦτα γὰρ ἑκατέροις δυνατά. ἔπειτα τὴν αἰτίαν ἀποδοῦναι τούτου βουληθεὶς ἐπιλέγει· ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται, δυνατὰ δὲ οἱ προὔχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσι.

では、このように見事で卓抜したあの対話篇と並べて、この文体の信奉者たちがとりわけ称賛している彼の別の対話を吟味してみよう。彼が設定するところによれば、アテナイ人がスパルタの植民市であるメロス人に対して軍隊を派遣した際、戦争を始める前に、アテナイ人の将軍とメロス人の長老評議員たちが戦争の終結をめぐって協議の席についたというのである。そして初めのうちは、自身の立場から双方によって語られたことを叙述し、一回の応答においてこの形式、すなわち物語的な形式を保ったのち、それに続く対話を登場人物に語らせる形にして劇的に仕立てている。そしてアテナイ人が次のように述べて口火を切る。 「この協議が民衆に対して行われるのではない以上――それはまさに、大衆が途切れのない演説によって、魅惑的で論駁されない言葉をわれわれから一度に聞いて欺かれないようにするためであるが(われわれが少数の者のもとへ導かれたことの意図がまさにこれであると知っているゆえに)――、席に列しているあなたがたは、いっそう安全な方法をとるがよい。あなたがたもまた一度にまとめてではなく、適切に述べられていないと思われる点に対して直ちに割って入って判断を下すがよい。そしてまず、われわれの提案の仕方が気に入るかどうかを答えていただきたい」これに対してメロス側の評議員たちは答えた。 「平穏な中で互いに説き聞かせることの道理は非難される筋合いのものではありません。しかし、戦争の事態がすでに目前にあり、将来のことではない点を、あなたがたはそれと食い違っているものとして示しておられます」もしこの最後の表現を語法の修飾表現に分類してよしとするならば、数や格に関して生じるあらゆる破格文法的誤りを修飾表現と呼ぶことになりはしないだろうか。なぜなら彼は、「平穏な中で説き聞かせることの道理は非難される筋合いのものではありません」と前置きしたのち、単数で主格に置かれたこの表現に、「しかし、戦争の事態がすでに目前にあり、将来のことではない点を」を結合させたうえで、これらに単数で属格に形作られた「それの」という語(これを指示冠詞と呼ぼうと代名詞と呼ぼうと勝手であるが)を結びつけているからである。ところがこれは、女性単数主格(「道理」)と調和して一貫性を保つこともなければ、中性複数対格(「戦争の事態」)に形作られたものとも一致しないのである。文が次のように形作られていたならば、適切であったであろう。 「平穏な中で互いに説き聞かせることの道理は非難される筋合いのものではありませんが、戦争の事態がすでに目前にあり、将来のことではない点は、その道理と食い違っているように見受けられます」彼はこれらに続けて、意図としては不当ではないものの、容易には追いがたい表現で論証を展開している。 「それゆえ、もしあなたがたが将来への憶測を算段するために、あるいは目の前の現実とご覧になっている状況から都市の保全について熟慮すること以外の何かのために集まったのであれば、われわれは打ち切りましょう。しかし、このことのためであるならば、お話しいたしましょう」そしてこののち、彼は対話を物語形式から劇形式へと転換させ、アテナイ人に次のように答えさせている。 「このような状況に置かれた者が、多くの事柄へと語り口においても思惑においても傾いていくのは、もっともなことであり寛恕されるべきことである」そののち、もっともらしい前置きを設けて、「とはいえ、この会合は現に保全をめぐるものであり、あなたがたが求める通りのやり方で、もしよろしければ協議を進めよう」と述べたあと、第一に、アテナイ人の都市にふさわしくもなく、このような事態において語られるに妥当でもない論証を口にしている。 「それゆえ、われわれ自身もまた、メディア人を倒したゆえに正当に支配しているのだとか、今や不正を被っているがゆえに進軍しているのだといった美しい美辞麗句を並べて、信じがたい長広舌を振るうつもりはない」しかしこれは、何の不正も働いていない者たちに対する軍事行動を自認することにほかならない。なぜなら、そのいずれについても釈明の弁を述べることを欲していないからである。これに続けて彼は言う。 「あなたがたに対しても、スパルタの植民市でありながら従軍しなかったとか、われわれにいかなる不正も働いていないと述べることによって、われわれを納得させられると思わないよう要求する。むしろ双方が真に考えているところから、実行可能な事柄を成し遂げようではないか」これはつまり、こういうことである。 「あなたがたは不正を被っていると真に思いながらも、不可避の必然に耐えて屈服せよ。われわれはあなたがたに対して不正を働いていることを知りながらも、力によってあなたがたの弱さを圧倒するであろう。なぜなら、これらこそが双方にとって実行可能なことだからである」そののち、このことの根拠を示そうと欲して、彼は付け加えている。 「なぜなら、人間の言説においては、正義とは対等な強制力に基づいて判定されるものであり、優越した者はなしうることを実行し、弱き者はこれに屈服するものだからである」

構文注4 件
  1. 37διαφέροντα αὐτοῦ

    トゥキュディデス 5.86 の語句に対するディオニュシオスの文法注釈。前文の主語・先行詞は ἡ ἐπιείκεια(女性単数主格)であるのに、代名詞 αὐτοῦ が中性/男性単数属格形をとっている点、また対比される目的語 τὰ τοῦ πολέμου(中性複数対格)とも一致しない不整合を指摘している。ディオニュシオスは文法的に整えるならば αὐτῆς(女性単数属格)とすべきであったと論じている。

  2. 37οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν;

    οὐκ ἂν φθάνοι+分詞(ここでは καλῶν)は、「ただちに〜することになる」「〜せずにはいられない」を意味する慣用表現。ディオニュシオスは反語的修辞疑問文として用い、トゥキュディデスの破格を「修飾表現(σχῆμα)」として弁護することを認めるならば、ありとあらゆる初歩的な文法破格(ソロイキスモス)まで修飾表現と呼ばざるを得なくなるではないかと痛烈に批判している。

  3. 37εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἢ ἄλλο τι ξυνήκετε, ἢ ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα· εἰ δʼ ἐπὶ τοῦτο, λέγοιμεν ἄν.

    トゥキュディデス 5.87 の引用。条件節において εἰ μὲν... λογιούμενοι... ξυνήκετε(直説法過去)と分詞構文が接続され、後半で ἢ ἐκ τῶν παρόντων... βουλεύσαντες(直説法動詞を欠く不完全な分詞結合)が重なる破格構文(アナコルトン)。ディオニュシオスが「意図としては不当でないが、容易には追いがたい表現」と評するように、主節の παυόμεθα(直説法現在)および後続の εἰ δʼ ἐπὶ τοῦτο, λέγοιμεν ἄν(潜在の希求法)との間に時制・法の変則的な交錯が見られる。

  4. 38τοῦτο δέ ἐστιν ὁμολογοῦντος τὴν ἐπὶ τοὺς μηδὲν ἀδικοῦντας στράτευσιν

    述語属格構文(「〜の特質・態度を示すものである」)。τοῦτό ἐστιν に属格分詞 ὁμολογοῦντος(自認する者の)が続き、「これは、何ら不正を働いていない者たちに対する軍事遠征を自認する者の態度にほかならない」の意。アテナイ人が大義名分(ペルシア戦争の功績や相手側の非)を議論から除外したことを、侵略性の明白な自白と断定する論法である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:37-38