- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg010.humanitext-grc2:18
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はトゥキュディデスがペリクレスの追悼演説を配置した場面が小規模な騎兵戦にすぎず不釣り合いであると批判し、ピュロスの大勝やシケリア遠征の惨劇こそ演説にふさわしかったと指摘して、ペリクレスの人物像を活用するために早期に配置せざるを得なかった歴史家の意図を推論する。
ὁ δὲ δὴ περιβόητος ἐπιτάφιος, ὃν ἐν τῇ δευτέρᾳ βύβλῳ διελήλυθε, κατὰ τίνα δή ποτε λογισμὸν ἐν τούτῳ κεῖται τῷ τόπῳ μᾶλλον ἢ οὐκ ἐν ἑτέρῳ; εἴ τε γὰρ ἐν ταῖς μεγάλαις συμφοραῖς τῆς πόλεως, ἐν αἷς Ἀθηναίων πολλοὶ καὶ ἀγαθοὶ μαχόμενοι διεφθάρησαν, τοὺς εἰωθότας ὀλοφυρμοὺς ἐπʼ αὐτοῖς ἐχρῆν λέγεσθαι, εἴ τʼ ἐπὶ ταῖς μεγάλαις εὐπραγίαις, ἐξ ὧν δόξα τις ἐπιφανὴς ἢ δύναμις ἐγένετο τῇ πόλει, τιμᾶσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις τοὺς ἀποθανόντας, ἐν ᾗ βούλεταί τις μᾶλλον βύβλῳ ἢ ἐν ταύτῃ τὸν ἐπιτάφιον ἥρμοττεν εἰρῆσθαι·1 ἐν ταύτῃ μὲν γὰρ οἱ κατὰ τὴν πρώτην τῶν Πελοποννησίων εἰσβολὴν πεσόντες Ἀθηναῖοι κομιδῇ τινες ἦσαν ὀλίγοι, καὶ οὐδʼ οὗτοι λαμπρόν τι πράξαντες ἔργον, ὡς αὐτὸς ὁ Θουκυδίδης γράφει· προειπὼν γὰρ περὶ τοῦ Περικλέους, ὅτι τὴν πόλιν ἐφύλασσε καὶ διʼ ἡσυχίας μάλιστα ὅσον ἐδύνατο εἶχεν· ἱππέας μέντοι τινὰς ἐξέπεμπεν ἀεὶ τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας εἰς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν,2 καὶ ἱππομαχίαν φησὶ γενέσθαι βραχεῖαν ἐν Φρυγίοις τῶν τε Ἀθηναίων τέλει ἑνὶ τῶν ἱππέων καὶ Θεσσαλοῖς μετʼ αὐτῶν πρὸς τοὺς Βοιωτῶν ἱππέας· ἐν ᾗ οὐκ ἔλαττον ἔσχον οἱ Θεσσαλοὶ καὶ Ἀθηναῖοι, μέχρι οὗ προσβοηθησάντων τοῖς Βοιωτοῖς τῶν ὁπλιτῶν τροπὴ ἐγένετο αὐτῶν, καὶ ἀπέθανον τῶν Θεσσαλῶν καὶ Ἀθηναίων οὐ πολλοί· ἀνείλοντο μέντοι αὐτοὺς αὐθημερὸν ἀσπόνδους· καὶ οἱ Πελοποννήσιοι τρόπαιον τῇ ὑστεραίᾳ ἔστησαν. ἐν δὲ τῇ τετάρτῃ βύβλῳ οἱ μετὰ Δημοσθένους περὶ Πύλον ἀγωνισάμενοι πρὸς Λακεδαιμονίων δύναμιν καὶ ἐκ γῆς καὶ ἐκ θαλάττης καὶ νικήσαντες ἐν ἀμφοτέραις ταῖς μάχαις, δι’ οὓς ἡ πόλις αὐχήματος ἐπληρώθη, πολλῷ πλείους τε καὶ κρείττους ἦσαν ἐκείνων. τί δή ποτε οὖν ἐπὶ μὲν τοῖς ὀλίγοις ἱππεῦσι καὶ οὐδεμίαν οὔτε δόξαν οὔτε δύναμιν τῇ πόλει κτησαμένοις τάς τε ταφὰς ἀνοίγει τὰς δημοσίας ὁ συγγραφεὺς καὶ τὸν ἐπιφανέστατον τῶν δημαγωγῶν Περικλέα τὴν ὑψηλὴν τραγῳδίαν ἐκείνην εἰσάγει διατιθέμενον· ἐπὶ δὲ τοῖς πλείοσι καὶ κρείττοσι, διʼ οὓς ὑπέπεσον Ἀθηναίοις οἱ τὸν πόλεμον ἐξενέγκαντες κατʼ αὐτῶν, ἐπιτηδειοτέροις οὖσι ταύτης τῆς τιμῆς τυγχάνειν οὐκ ἐποίησε τὸν ἐπιτάφιον; ἵνα δὲ πάσας ἀφῶ τὰς ἄλλας μάχας τάς τε κατὰ γῆν καὶ κατὰ θάλατταν, ἐν αἷς πολλοὶ διεφθάρησαν, οὓς πολὺ δικαιότερον ἦν κοσμεῖσθαι τοῖς ἐπιταφίοις ἐπαίνοις ἢ τοὺς περιπόλους τῆς Ἀττικῆς, ἱππεῖς δέκα ἢ πεντεκαίδεκα ὄντας, οἱ ἐν Σικελίᾳ μετὰ Νικίου καὶ Δημοσθένους ἀποθανόντες Ἀθηναίων καὶ τῶν συμμάχων ἔν τε ταῖς ναυμαχίαις ἔν τε τοῖς κατὰ γῆν ἀγῶσι καὶ τὸ τελευταῖον ἐν τῇ δυστήνῳ φυγῇ τετρακισμυρίων οὐκ ἐλάττους ὄντες καὶ οὐδὲ ταφῆς δυνηθέντες τυχεῖν τῆς νομίμου πόσῳ μᾶλλον ἦσαν ἐπιτηδειότεροι τυγχάνειν οἴκτων τε καὶ κόσμων ἐπιταφίων; ὃ δʼ οὕτως ἠμέληκε τῶν ἀνδρῶν, ὥστε μηδὲ τοῦτο αὐτὸ εἰπεῖν, ὅτι πένθος δημοσίᾳ προὔθετο ἡ πόλις καὶ τοὺς εἰωθότας ἐναγισμοὺς τοῖς ἐπὶ ξένης ἀποθανοῦσιν ἐπετέλεσεν καὶ τὸν ἐροῦντα ἐπʼ αὐτοῖς ἀπέδειξεν, ὃς τῶν τότε ῥητόρων λέγειν ἦν ἱκανώτατος. οὐ γὰρ δὴ εἰκὸς ἦν Ἀθηναίους ἐπὶ μὲν τοῖς πεντεκαίδεκα ἱππεῦσιν δημοσίᾳ πενθεῖν, τοὺς δʼ ἐν Σικελίᾳ πεσόντας, ἐν οἷς, τῶν δʼ ἐκ καταλόγου πλείους οἱ διαφθαρέντες ἢ πεντακισχίλιοι,3 μηδεμιᾶς ἀξιῶσαι τιμῆς. ἀλλʼ ἔοικεν ὁ συγγραφεὺς (εἰρήσεται γὰρ ἃ φρονῶ) τῷ Περικλέους προσώπῳ βουλόμενος ἀποχρήσασθαι καὶ τὸν ἐπιτάφιον ἔπαινον ὡς ὑπʼ ἐκείνου ῥηθέντα συνθεῖναι, ἐπειδὴ κατὰ τὸ δεύτερον ἔτος ἐτελεύτησεν ἁνὴρ τοῦδε τοῦ πολέμου καὶ οὐδεμιᾷ τῶν μετὰ ταῦτα γενομένων τῇ πόλει συμφορῶν παρεγένετο, εἰς ἐκεῖνο τὸ μικρὸν καὶ οὐκ ἄξιον σπουδῆς ἔργον τὸν ὑπὲρ τὴν ἀξίαν τοῦ πράγματος ἔπαινον ἀποθέσθαι.
ところで、彼が第二巻で展開したあの名高い追悼演説は、いったいどのような思慮によって、他の場所ではなくまさにこの場所に置かれているのだろうか。都市の重大な災難――その中でアテナイの多くの優れた市民たちが戦って斃れた――に際して、彼らのために慣例の哀悼の辞が語られるべきであったとするにせよ、あるいは都市に顕著な名声や国力をもたらした重大な成功に際して、戦没者たちが追悼の称賛によって称えられるべきであったとするにせよ、人が望む他のどの巻において語られる方が、この巻において語られるよりもふさわしかったのである。なぜなら、この巻においてペロポネソス勢の最初の侵入に際して斃れたアテナイ人は、まったくの少数にすぎず、しかもトゥキュディデス自身が書いているように、何ら輝かしい功績を立てたわけでもないからである。実際、ペリクレスについて彼は前もってこう述べている。 「彼は都市を警備し、可能な限り最善を尽くして静穏を保っていた。もっとも、敵軍からの先鋒部隊が都市近郊の耕地に乱入して損害を与えることのないように、常に若干の騎兵を出撃させていた」そして彼は、次のように短い騎兵戦が起きたと述べている。 「プリュギアにおいて、アテナイ人の一隊の騎兵部隊およびこれに同伴したテッサリア人たちと、ボイオティア人の騎兵たちとの間で(戦いが生じた)。その戦いにおいてテッサリア人とアテナイ人は劣勢ではなかったが、重装歩兵がボイオティア人への救援に駆けつけるに及んで彼らは敗走させられ、テッサリア人とアテナイ人の戦死者は少数であった。もっとも彼らはその日のうちに休戦協定なしに死者を収容した。そしてペロポネソス勢は翌日戦勝記念碑を建てた。」 他方、第四巻においてピュロス周辺で陸からも海からもラケダイモン勢の戦力に立ち向かって奮戦し、双方の戦いで勝利を収め、彼らのおかげで都市が誇りに満ち溢れることとなったデモステネス麾下の兵士たちは、彼ら(第二巻の騎兵たち)よりもはるかに多数であり、かつ優れていた。それならいったいなぜ、少数の騎兵であり都市にいかなる名声も国力ももたらさなかった人々に対して、歴史家は国家による公葬の場を開き、民衆指導者の中で最も著名なペリクレスを登場させてあの崇高な悲劇を演じさせながら、彼らに対して戦争を仕掛けてきた者たちをアテナイ人に屈服させ、この栄誉に浴するのによりふさわしかった、はるかに多数で優れた兵士たちに対しては追悼演説を設けなかったのだろうか。陸上と海上における他のすべての戦闘――そこでは多数の者が斃れ、アッティカの巡察隊にすぎない十名か十五名の騎兵よりも追悼の称賛によって飾られることがはるかに正当であった――をすべて不問に付すとしても、シケリアにおいてニキアスおよびデモステネスとともに海戦でも陸上の戦いでも、そして最後には悲惨な敗走において斃れたアテナイ人および同盟軍の戦士たちは、四万人を下らず、慣例の埋葬さえ受けることができなかったのに、哀悼と追悼の栄誉に浴するのになんと遥かにふさわしかったことか。しかるに歴史家はこれらの人々をあまりにも顧みなかったため、都市が公の服喪を布告し、異郷で戦死した者たちに慣例の慰霊祭を執行し、当時の弁論家たちの中で最も演説に長けていた者を彼らのために語る者として指名した、ということさえも述べなかったのである。なぜなら、アテナイ人が十五名の騎兵のために公に服喪しながら、シケリアで斃れた人々――そのうち重装歩兵名簿から出征して斃れた者だけでも五千人を超えていた――に対して、いかなる栄誉も値しないとみなしたはずは決してないからである。しかし歴史家は――私の考えるところを語るなら――ペリクレスという人物を存分に活用し、彼によって語られたものとして追悼の称賛を構成したいと欲しながら、この人物がこの戦争の第二年に死去し、都市にその後生じた災難のいかなるものにも立ち会わなかったがゆえに、あの些細で真剣な配慮に値しない出来事に対して、事の重大さを超えた称賛をあてがったように思われるのである。
- 18ἐν ᾗ βούλεταί τις μᾶλλον βύβλῳ ἢ ἐν ταύτῃ τὸν ἐπιτάφιον ἥρμοττεν εἰρῆσθαι
関係詞節 ἐν ᾗ βούλεταί τις [βύβλῳ] が比較級副詞 μᾶλλον … ἤ(〜よりもむしろ…)と組み合わさり、「人が望む他のどの巻において〜である方が、この巻においてよりも」という相関・比較構文をなしている。主動詞 ἥρμοττεν は過去の義務・妥当性(「〜するのがふさわしかったはずである」)を表す非人称の直説法未完了過去であり、事実と反するニュアンス(反実仮想的含意)を含む。
- 18τοῦ μὴ προδρόμους ἀπὸ τῆς στρατιᾶς ἐσπίπτοντας εἰς τοὺς ἀγροὺς τοὺς ἐγγὺς τῆς πόλεως κακουργεῖν
トゥキュディデス(2.22.2)からの引用。属格定冠詞 τοῦ + 否定辞 μή + 不定詞 κακουργεῖν は、目的あるいは結果(防止)を表す属格不定詞構文(「〜しないように」)。不定詞の意味上の主語は対格分詞句 προδρόμους … ἐσπίπτοντας である。
- 18ἐν οἷς, τῶν δʼ ἐκ καταλόγου πλείους οἱ διαφθαρέντες ἢ πεντακισχίλιοι
関係詞節 ἐν οἷς の内部において、接続小辞 δέ が挿入され構文的な破格(アナコルートン)を呈している。意味上は「その戦死者のうち、正規名簿(重装歩兵)から出征して斃れた者だけでも5000人を超えていた」を指し、コピュラ ἦσαν が省略されている。τῶν ἐκ καταλόγου は部分の属格(属格補足語)として機能している。
