← ハリカルナッソスのディオニュシオス

デイナルコス論

§12-13

真正な私的弁論の一覧と偽作の判定

ディオニュシオスはデイナルコス作とされる真正な私的弁論の表題と冒頭句を列挙し、続いて年代記的証拠(歴代アルコン名や史料)に基づいて偽作とされる私的弁論を挙げ、デイナルコスの年齢と執筆年代の不一致を論証する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12

ἰδιωτικοὶ γνήσιοι κατὰ Προξένου βλάβης, ὃν αὐτὸς εἶπεν ὑπὲρ αὑτοῦ· εἴ τίς μοι θεῶν, ὦ ἄνδρες. κατὰ Κηφισοκλέους καὶ τῶν οἰκείων βλάβης· ἃ μὲν ἐγκαλῶν, ὦ ἄνδρες. πρὸς Φανοκλέα βλάβης ἀπολογία· ᾤμην μὲν ἐγώ, ὦ ἄνδρες. πρὸς Λυσικράτην ὑπὲρ Νικομάχου βλάβης· ἄνδρες δικασταί, ὅτι μὲν ἰδιώτης. Συνηγορία Παρμένοντι ὑπὲρ ἀνδραπόδου βλάβης· καὶ παραγεγενημένος ὕστερον, ἄνδρες δικασταί, ἔγωγε ἔγνων, ὅτι Παρμένων ἀδικεῖται. κατὰ Ποσειδίππου κλοπῆς· ἀδικηθείς, ὦ ἄνδρες. κατὰ Ἡδύλης ἀποστασίου· καταλιπόντος † ἐνοτίου πατρός. ἀποστασίου πρὸς Αρχέστρατον· πολλὰ καὶ ἀγαθὰ γένοιτο. Συνηγορία Ἡγελόχῳ ὑπὲρ ἐπικλήρου· ὥσπερ καὶ ἡμῶν ἕκαστος. Ἐπικληρικὸς ὑπὲρ τῆς Ἰοφῶντος θυγατρός· ἄνδρες δικασταί, οὐ πένης ὤν. Ὁ ὕστερος· ἄμαχον γὰρ ἦν, ὦ ἄνδρες. Διαμαρτυρία, ὡς οὐδὲ εἰσὶν ἐπίδικοι αἱ Ἀριστοφῶντος θυγατέρες· τοῦ νόμου δεδωκότος, ὦ ἄνδρες. κατὰ Πεδιέως κακώσεως παιδὸς ὀρφανοῦ· μηδεὶς ὑμῶν, ὦ ἄνδρες, θαυμάσῃ. Διαμαρτυρία περὶ τοῦ Εὐίππου κλήρου πρὸς Χάρητα· πολλάκις ἤδη ἤκουσα. ὑπὲρ τοῦ Μνησικλέους κλήρου· δικαίαν, ὦ ἄνδρες, δέησιν. κατὰ Προξένου ὕβρεως· ὑβριστής ἐστιν, ὦ ἄνδρες. Ἀπολογία πληγῶν, ἔδει δʼ ἐπιγεγράφθαι1 ἀπολογία ὕβρεως Ἐπιχάρει πρὸς Φιλωτάδην· τὸν θαυμαστόν, ὦ ἄνδρες. κατὰ Κλεομέδοντος αἰκίας· ὅτι μέν, ὦ ἄνδρες, καὶ ὁ πατὴρ Θεόδωρος δή. πρὸς Διοσκουρίδην περὶ νεώς· δικαίως ἂν οἶμαι, ὦ ἄνδρες. Ἐρανικὸς πρὸς τοὺς Πατροκλέους παῖδας· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. πρὸς Ἀμεινοκράτην διαδικασία περὶ καρπῶν χωρίου· ἐπὶ τούτοις, ὦ ἄνδρες, ἀνάγκη ἐστί. περὶ τοῦ ἵππου· τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες. ὁ ὕστερος· ἐβουλόμην ἄν, ὦ ἄνδρες. Λυσικλείδῃ κατὰ Δάου ὑπὲρ ἀνδραπόδων· ἃ μὲν ἀδικούμενος, ὦ ἄνδρες. Παραγραφὴ πρὸς Βιώτην· ὅτι μέν, ὦ ἄνδρες, καὶ αὐτὸς ἀπείρως. κατὰ Θεοδώρου ψευδομαρτυριῶν· νομίζομεν, ὦ ἄνδρες. Ἀγάθωνι συνηγορία· ὥσπερ καὶ αὐτὸς εἴρηκεν Ἀγάθων. ἀποστασίου ἀπολογία Αἰσχύλῳ πρὸς Ξενοφῶντα· χρήσασθαι μέν, ὦ ἄνδρες. κατὰ Καλλίππου μεταλλικός· ὅτι μέν, ὦ ἄνδρες, Κάλλιππος. ὑπὲρ υἱοποιήτου, ἔδει δʼ ἐπιγεγράφθαι ὑπὲρ Θεοδώρου, ὃν ἐποιήσατο υἱὸν Ἀρχεφῶν· βουλοίμην ἄν, ὦ ἄνδρες, ὥσπερ καλὸν καὶ δίκαιον. περὶ τοῦ Ἀρχεφῶντος κλήρου· καὶ δίκαιον εἶναι νομίζων.

真正な私的弁論: 自ら自らのために語った『プロクセノスに対する損害賠償訴訟』: 「皆さん、もし神々のどなたかが私に。」 『ケフィソクレスおよびその親族に対する損害賠償訴訟』: 「皆さん、私が訴え出ている事柄は。」 『ファノクレスに対する損害賠償訴訟の弁明』: 「皆さん、私は考えていた。」 『リュシクラテスに対する、ニコマコスを擁護する損害賠償訴訟』: 「裁判員の皆さん、私が私人であることは。」 『奴隷の損害に関するパルメノンへの援助演説』: 「裁判員の皆さん、後から立ち会った私も、パルメノンが不当な扱いを受けていることを確かに知りました。」 『ポセイディッポスに対する窃盗訴訟』: 「皆さん、不当な被害を受けた私は。」 『ヘデュレに対する解放奴隷義務不履行の訴え』: 「父が残した……。」 『アルケストラトスに対する解放奴隷義務不履行の訴え』: 「多くの善きことがあらんことを。」 『相続人女子に関するヘゲロコスへの援助演説』: 「我々の各人と同じように。」 『イオフォンの娘に関する相続人女子訴訟弁論』: 「裁判員の皆さん、貧者ではない私は。」 『第二の弁論』: 「皆さん、抗いがたいことであったゆえに。」 『アリストフォンの娘たちが係争中ではない旨の異議申立』: 「皆さん、法が与えたゆえに。」 『孤児に対する虐待に関するペディエウスへの訴え』: 「皆さん、あなた方のうち誰も怪しまないでいただきたい。」 『エウイッポスの遺産に関するカレスに対する異議申立』: 「すでに幾度も耳にいたしました。」 『ムネシクレスの遺産をめぐる弁論』: 「皆さん、正当な懇願を。」 『プロクセノスに対する暴行訴訟』: 「皆さん、彼は傲慢無礼な男です。」 『殴打の弁明』――ただし表題は『フィロタデスに対するエピカレスのための暴行弁明』と記されるべきであった――: 「皆さん、驚くべき人物を。」 『クレオメドンに対する傷害訴訟』: 「皆さん、父テオドロスもまた。」 『船に関するディオスクリデスに対する弁論』: 「皆さん、私は当然のことと思う。」 『パトロクレスの子供たちに対する無尽講訴訟』: 「皆さん、不当な扱いを受けて私が。」 『土地の収穫をめぐるアメイノクラテスとの権利確定訴訟』: 「皆さん、これらの事態の上には必然性が存在する。」 『馬をめぐって』: 「皆さん、この裁判について。」 『第二の弁論』: 「皆さん、私としては望ましかったのだが。」 『リュシクレイデスのための、奴隷たちをめぐるダオスに対する訴え』: 「皆さん、不当な扱いを受けて私が。」 『ビオテスに対する妨訴抗弁』: 「皆さん、私自身も不慣れであることは。」 『テオドロスに対する偽証訴訟』: 「皆さん、我々は考える。」 『アガトンへの援助演説』: 「アガトン自身が語ったように。」 『アイスキュロスのための、クセノフォンに対する解放奴隷義務不履行の弁明』: 「皆さん、用いることは。」 『カリッポスに対する鉱山訴訟』: 「皆さん、カリッポスが。」 『養子をめぐる弁論』――ただし表題は『アルケフォンが養子にしたテオドロスのための弁論』と記されるべきであった――: 「皆さん、美しく正当であるのと同様に、私は望みたい。」 『アルケフォンの遺産をめぐって』: 「正当であると考えつつも。」

§13

ἰδιωτικοὶ ψευδεπίγραφοι. πρὸς Πεδιέα παραγραφή· κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς ἱστορίαις λέγει. Δείναρχος δʼ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε. πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας· ὥσπερ οἱ νόμοι κελεύουσιν. οὗ ἂν ὁ λόγος ἀλλʼ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθʼ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος.2 πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος· οὐδεμιᾷ φιλοπραγμοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γʼ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι.3 μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δʼ εἰς Πύλας Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος. πρὸς Μαντίθεον περὶ προικός· πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ τὴν λέξιν τοιαῦτα, ἃ εἴη ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ περὶ Δημοσθένους γραφῇ δεδηλώκαμεν. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον· φίλος μοι καὶ ἐπιτήδειος ὤν. ὁ ὕστερος· οἴομαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος σὺν τοῖς ἄλλοις τοῖς ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. πρὸς Μήκυθον μεταλλικός· πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπʼ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία· μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην· εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δʼ ἐστὶ τῶν Δεινάρχου χρόνων ὁ λόγος. εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφʼ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω. Τιμόθεος δὲ τὰς εὐθύνας ὑπέσχηκεν ἐπὶ Διοτίμου τοῦ μετὰ Καλλίστρατον, ὅτε καὶ

偽作の私的弁論: 『ペディエウスに対する妨訴抗弁』: 「この法律に従って。」 この弁論はアリストデモスがアルコンの時に語られたものであることは、弁論そのものから明らかとなる。というのも、サモス島へ派遣されたクレルーコス(植民者)たちはこのアルコンの時に派遣されたのであり、フィロコロスが『歴史』の中で述べている通りだからである。しかしデイナルコスはその時まだ十歳にも達していなかった。『トリエラルキア(三段櫂船建造負担)をめぐるメレサンドロスに対する弁論』: 「諸法が命じているように。」 ……弁論を語っている者は、不正行為がモロンがアルコンの時に生じたとして演説を行っている。そして訴訟に入るのは翌年、ニコフェモスがアルコンの時であると述べているが、まさにその年にデイナルコスは生まれたと確認されるのである。『名をめぐるボイオトスに対する弁論』: 「どのような余計なお節介によるのでもなく。」 この弁論をデモステネスから剥ぎ取ってデイナルコスに帰する者たちが、たとえ他の点において論駁されないとしても、少なくとも年代の点において虚偽を述べていることが示されるであろう。というのも、ピュライへの出兵が最近起きたこととして言及されているが、アテナイ人のピュライへの出兵はトゥデモスがアルコンの時に生じたのであり、その時デイナルコスは八歳であったからである。『持参金をめぐるマンティテオスに対する弁論』: 「すべての事柄の中で最も苦痛なのは。」 これは先の弁論に続くものであり、文辞の点でも同一の弁論家のものであることを示すような多くの要素を備えている。デイナルコスの年代の範囲外であり……告発者がこの裁判を争ったのは何年も後〔ではなく〕、二、三年後のことであり、我々が『デモステネス論』の中でこれらについてより正確に明らかにした通りである。『アミュンティコスに対する筏をめぐるアテナデスへの援助演説』: 「私にとって友であり親しい者であるゆえに。」 『第二の弁論』: 「皆さん、私はあなた方が。」 この弁論はアテナイの将軍ディオペイテスがまだヘレスポントス周辺に滞在していた時に語られたものであり、このことは弁論そのものから明白となる。その年代はピュトドトスがアルコンの時であり、フィロコロスがこのアルコンの時代の他の出来事とともに明らかにしている通りであって、デイナルコスはまだ二十歳に達していなかった。『メキュトスに対する鉱山訴訟』: 「皆さん、鉱山を購入して。」 この弁論はニコマコスがアルコンの時に語られたものである。語り手は、エウブロスがアルコンの時に鉱山を賃借し、三年間にわたって採掘したのち、隣接する鉱山の所有者によって追い出されたため、ニコマコスがアルコンの時に彼に対する訴訟を起こしたと述べているからであり、その時デイナルコスは二十一歳であった。『サテュロスのための、カリデモスに対する後見をめぐる弁明』: 「重大な危険が生じたわけではないが。」 これもニコマコスがアルコンの時に語られたものである。『メガクレイデスに対する財産交換(アンティドシス)をめぐる弁論』: 「皆さん、もし三、四人に対して行うべきであったなら。」 語っている者はアファレウスであるが、この弁論はデイナルコスの年代の範囲外である。というのも、将軍ティモテオスの生前、彼がメネステウスとともに将軍職に就いていた時期に語られたものであり、その職務を理由にティモテオスは審査を受けて有罪となったからである。そしてティモテオスが審査を受けたのは、カリストラトスの後のディオティモスがアルコンの時であり、その時また……

構文注3 件
  1. 12ἔδει δʼ ἐπιγεγράφθαι

    非人称動詞 ἔδει(過去時制)に完了受動不定詞 ἐπιγεγράφθαι が後続し、「〜と題されてあるべきであった(しかし実際にはそう題されていない)」という過去の事実に反する訂正的判断を表す。

  2. 13καθʼ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος

    関係代名詞 καθʼ ὅν は直前の男性名詞句 Νικοφήμου ἄρχοντος(アルコンであるニコフェモス)を先行詞とし、「その在任中に」という時間的基準を示す。動詞 εὑρίσκεται は分詞 γεγεννημένος を補語に取り、「〜生まれたと(記録上)判明する」という確認のニュアンスを表す。

  3. 13εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γʼ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι

    εἰ + 希求法(ἐλέγχοιντο)に対して、主節に ἄν + 希求法(ἐπιδειχθεῖεν ἄν)が呼応する潜在的条件構文。分詞句 οἱ ... ἀφαιρούμενοι ... καὶ ... προσάπτοντες が両節共通の主語。小辞 γʼ οὖν は「少なくとも〜の点では」と限定的妥当性を強調する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg009.humanitext-grc2:12-13