- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg004.humanitext-grc2:19#2
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
語り手は、自らの窮状に乗じて預金を横領し、逆に奴隷の連れ去りと横領をでっち上げて提訴したパシオンの不正を糾弾する。引用に続いて、ハリカルナッソスのディオニュシオスが本弁論の法廷弁論的文体を分析し始めている。
ἐπειδὴ δὲ ταῦτα πρὸς τοὺς περὶ Σάτυρον διεπραξάμην, ἔγνων αὐτὸν ἐπιβουλεύοντα τοῖς ἐμοῖς. βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον καιρὸν αὑτῷ παραπεπτωκέναι·1 τὰ μὲν γὰρ χρήματα πολλὰ εἶναι τὰ παρʼ αὐτῷ κείμενα καὶ ἄξια ἀναισχυντίας, ἐμὲ δὲ πολλῶν ἀκουόντων ἔξαρνον γεγενῆσθαι μηδὲν κεκτῆσθαι πᾶσί τε φανερὸν ἀπαιτούμενον καὶ ἑτέροις ὁμολογοῦντα ὀφείλειν· καὶ πρὸς τούτοις, ὦ ἄνδρες δικασταί, νομίζων, εἰ μὲν αὐτοῦ μένειν ἐπιχειροίην, ἐκδοθήσεσθαί με ὑπὸ τῆς πόλεως Σατύρῳ, εἰ δʼ ἄλλοσέ ποι τραποίμην, οὐδὲν αὐτῷ μελήσειν τῶν ἐμῶν λόγων, εἰ δʼ εἰσπλευσοίμην εἰς τὸν Πόντον, ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός· ταῦτα διαλογιζόμενος διενοεῖτό με ἀποστερεῖν τὰ χρήματα καὶ πρὸς μὲν ἐμὲ προσεποιεῖτο ἀπορεῖν ἐν τῷ παρόντι καὶ οὐκ ἂν ἔχειν ἀποδοῦναι. ἐπειδὴ δʼ ἐγώ, βουλόμενος εἰδέναι τὸ πρᾶγμα, προσπέμπω Φιλόμηλον αὐτῷ καὶ Μενέξενον ἀπαιτήσοντας, ἔξαρνος γίνεται πρὸς αὐτοὺς μηδὲν ἔχειν τῶν ἐμῶν. πανταχόθεν δέ μοι τοσούτων κακῶν προσπεπτωκότων τίνα οἴεσθέ με γνώμην ἔχειν; ᾧ γε ὑπῆρχε σιωπῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δὲ εἰς τὴν μεγίστην διαβολὴν ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι.2 κράτιστον οὖν ἡγησάμην ἡσυχίαν ἄγειν. μετὰ ταῦτα, ὦ ἄνδρες δικασταί, ἀφικνοῦνταί μοι ἀπαγγέλλοντες, ὅτι ὁ πατὴρ ἀφεῖται καὶ Σατύρῳ οὕτως ἁπάντων μεταμέλει τῶν πεπραγμένων, ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη3 καὶ τὴν ἀρχὴν ἔτι μείζω πεποιηκὼς ἧς εἶχε πρότερον καὶ τὴν ἀδελφὴν τὴν ἐμὴν γυναῖκα τῷ ἑαυτοῦ υἱεῖ εἰληφώς. πυθόμενος δὲ ταῦτα Πασίων καὶ εἰδὼς ὅτι φανερῶς ἤδη πράξω περὶ τῶν ἐμαυτοῦ, ἀφανίζει τὸν παῖδα, ὃς συνῄδει περὶ τῶν χρημάτων. ἐπειδὴ δὲ ἐγὼν προσελθὼν ἐπεζήτουν αὐτόν, ἡγούμενος ἔλεγχον ἂν τοῦτον σαφέστατον γενέσθαι περὶ ὧν ἐνεκάλουν, λέγει λόγον δεινότατον, ὡς ἐγὼ καὶ Μενέξενος διαφθείραντες καὶ πείσαντες τὸν ἐπὶ τῇ τραπέζῃ καθήμενον ἓξ τάλαντα ἀργυρίου λάβοιμεν παρʼ αὐτοῦ. ἵνα δὲ μηδεὶς ἔλεγχος μηδὲ βάσανος γένοιτο περὶ αὐτῶν, ἔφασκεν ἡμᾶς ἀφανίσαντας τὸν παῖδα ἀντεγκαλεῖν αὐτῷ καὶ ἐξαιτεῖν τοῦτον, ὃν αὐτοὶ ἠφανίσαμεν. καὶ ταῦτα λέγων καὶ ἀγανακτῶν καὶ δακρύων εἷλκέ με πρὸς τὸν πολέμαρχον, ἐγγυητὰς αἰτῶν, καὶ οὐ πρότερον ἀφῆκεν, ἕως αὐτῷ κατέστησα ἓξ ταλάντων ἐγγυητάς. καί μοι ἀνάβητε τούτων μάρτυρες. ταῦθʼ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν.4 οὐ μέντοι παντάπασί γε τὴν Ἰσοκράτειον ἀγωγὴν ἐκβέβηκεν, ἀκαρῆ δέ τινα διασῴζει τῆς κατασκευῆς τε καὶ
そして、私がサテュロスの使者たちとの間でこれらの手筈を整えると、彼が私の財産を狙っていることに私は気づきました。というのも、私が自分の財産を回収してビュザンティオンへ船出しようと望んだとき、彼は自分にとって最善の好機が転がり込んできたと考えたからです。彼のもとに預けられている金は多額であり、恥知らずな振る舞いに及ぶに値するものである一方、私は多くの者が聞く前で何も所有していないと否認し、誰の目にも金を要求され、他人に借金があると認めていることが明らかだったからです。その上、裁判員諸官、もし私が当地に留まろうとすれば都市によってサテュロスに引き渡されるであろうし、どこか他所へ赴くならば彼にとっては私の訴えなどどうでもよくなるであろうし、もしポントスへ船で帰るならば父とともに処刑されるであろうと彼は考えたのです。これらを熟考した上で、彼は私の金銭を横領しようと企て、私に対しては当座は金がなく、返済できないふりをしたのでした。しかし、真相を知りたいと思った私が、返済を要求させるためにピロメロスとメネクセノスを彼のもとへ遣わしたところ、彼は彼らに対して私のものを何一つ持っていないと否認したのです。 四方八方からこれほど多くの災厄が降りかかったとき、私がどのような心境であったと皆様はお思いになりますか。黙っていれば彼によって金を奪われたままであり、他方で口外すれば金が戻るわけでもないのに、サテュロスに対して自分と父をこの上ない疑惑に晒すことになる、そのような境遇に私はあったのです。そこで私は、事態を静観するのが最善だと判断しました。 裁判員諸官、そののち、父は釈放され、サテュロスは行われたことすべてを大いに後悔し、父に最大の誓約を与え、父が以前持っていたよりもさらに大きな権力を与え、私の妹を自分の息子の妻として迎えたとの知らせをもたらす者たちが私のところにやって来ました。このことを知ったパシオンは、私が今や公然と自分の財産について行動を起こすことを知ると、金銭の件を知っていた奴隷を隠してしまいました。私が赴き、自分が告発している事柄についてこの者こそが最も明白な証拠となると考えてその奴隷を探し求めたところ、〔パシオン〕は、私とメネクセノスが銀行に座っていた奴隷を買収して説得し、彼から銀六タラントンを受け取ったのだという、途方もない話を言い出しました。そして、その件に関して何らの検証も拷問尋問も行われないようにするために、私たちがその奴隷を隠しておきながら、自分たちが隠した当の奴隷を要求して自分を逆告発しているのだと彼は主張したのです。そしてこう語り、憤慨し、涙を流しながら、彼は私を軍務執政官のもとへと引き立て、保証人を要求し、私が彼に六タラントンの保証人を立てるまで私を放しませんでした。さあ、これらのことの証人たちよ、証言台に上がってください。 これらが言葉の特質において、演説的・助言的弁論とは類種が全く異なっていることは、誰もが認めるであろう。しかしながら、まったくイソクラテス的な指導法から逸脱しているわけではなく、文体構成と……のわずかな特質を保持しており……
- 19βουλομένου γὰρ ἐμοῦ κομίσασθαι τἀμαυτοῦ καὶ πλεῖν εἰς Βυζάντιον, ἡγησάμενος οὗτος κάλλιστον καιρὸν αὑτῷ παραπεπτωκέναι·
主格分詞 ἡγησάμενος οὗτος で文が開始されているが、後続に長い間接話法(τὰ μὲν γὰρ χρήματα... ἀποθανεῖσθαί με μετὰ τοῦ πατρός)が挿入されたため文構造が中断し、末尾の ταῦτα διαλογιζόμενος διενοεῖτο で新たに主節動詞へと接続し直される破格構文(anacoluthon)を形成している。
- 19ᾧ γε ὑπῆρχε σιωπῶντι μὲν ὑπὸ τούτου ἀπεστερῆσθαι τῶν χρημάτων, λέγοντι δὲ ταῦτα μὲν μηδὲν μᾶλλον κομίσασθαι, πρὸς Σάτυρον δὲ εἰς τὴν μεγίστην διαβολὴν ἐμαυτὸν καὶ τὸν πατέρα καταστῆσαι.
関係代名詞与格 ᾧ(先行詞は直前の文脈の ἐμοί)は所有・状況の与格として非人称的動詞 ὑπῆρχε に係り、対比される2つの分詞 σιωπῶντι と λέγοντι が意味上の条件・状況を示している(「黙っていれば〜であり、言えば〜であるような境遇にあった私にとって」)。
- 19ὥστε πίστεις τε τὰς μεγίστας αὐτῷ δεδωκὼς εἴη
結果節(ὥστε節)において迂言的希求法(完了分詞 δεδωκώς + εἴη)が用いられているのは、主節動詞 ἀφικνοῦνται... ἀπαγγέλλοντες ὅτι... の間接話法(伝聞)の統語的影響による斜格希求法(optativus obliquus)である。
- 19ταῦθʼ ὅτι μὲν ὅλῳ τῷ γένει διαφέρει τῶν ἐπιδεικτικῶν τε καὶ συμβουλευτικῶν κατὰ τὸν χαρακτῆρα τῆς λέξεως, οὐθείς ἐστιν ὃς οὐκ ἂν ὁμολογήσειεν.
文頭の指示代名詞 ταῦθʼ(ταῦτα、引用された演説の諸節を指す)は、ὅτι節の主語となる要素が主節の前に前置・話題化された先取り(prolepsis)構文である。
