- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:28-30
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ハリカルナッソスのディオニュシオスは、リュシアスの顕示的弁論が法廷弁論ほど聴衆を奮い立たせないと論じ、その実例として、ギリシアの団結と僭主打倒を訴えた『オリュンピア演説』の冒頭部を引用する。
ἐν μὲν δὴ τοῖς δικανικοῖς λόγοις τοιοῦτός τις ὁ ἀνήρ ἐστιν, ἐν δὲ τοῖς ἐπιδεικτικοῖς μαλακώτερος, ὥσπερ ἔφην. βούλεται μὲν γὰρ ὑψηλότερος εἶναι καὶ μεγαλοπρεπέστερος καὶ τῶν γε καθʼ ἑαυτὸν ἢ πρότερον ῥητόρων ἀκμασάντων οὐθενὸς ἂν δόξειεν εἶναι καταδεέστερος, οὐ διεγείρει δὲ τὸν ἀκροατὴν ὥσπερ Ἰσοκράτης. θήσω δὲ καὶ τούτων παράδειγμα.
さて、法廷弁論においてはこの人物はそのような者であるが、顕示的弁論においては、私が言ったように、いくぶん迫力に欠けている。というのも、彼はいっそう高邁で壮大であろうと望み、同時代のあるいはそれ以前に全盛を誇った弁論家たちの誰にも劣っているとは思われないであろうが、イソクラテスのように聴衆を奮い立たせることはないからである。これらについても実例を提示しよう。
ἔστι δή τις αὐτῷ πανηγυρικὸς λόγος, ἐν ᾧ πείθει τοὺς Ἕλληνας ἀγομένης Ὀλυμπίασι τῆς πανηγύρεως ἐκβάλλειν Διονύσιον τὸν τύραννον ἐκ τῆς ἀρχῆς καὶ Σικελίαν ἐλευθερῶσαι ἄρξασθαί τε τῆς ἔχθρας αὐτίκα μάλα, διαρπάσαντας τὴν τοῦ τυράννου σκηνὴν χρυσῷ τε καὶ πορφύρᾳ καὶ ἄλλῳ πλούτῳ πολλῷ κεκοσμημένην. ἔπεμψε γὰρ δὴ θεωροὺς εἰς τὴν πανήγυριν ὁ Διονύσιος ἄγοντας θυσίαν τῷ θεῷ, μεγαλοπρεπής τε καταγωγὴ τῶν θεωρῶν ἐγένετο ἐν τῷ τεμένει καὶ πολυτελής, ἵνα θαυμασθείη μᾶλλον ὁ τύραννος ὑπὸ τῆς Ἑλλάδος. ταύτην λαβὼν τὴν ὑπόθεσιν τοιαύτην πεποίηται τὴν ἀρχὴν τοῦ λόγου·
彼にはある祝祭演説があり、その中で彼はギリシア人たちに対し、オリュンピアで祝祭が催されている折に、僭主ディオニュシオスを支配の座から追放してシケリアを解放し、黄金や紫衣や他の多くの富で飾られた僭主の天幕を略奪して、ただちに敵対行動を開始するよう説得している。というのも、ディオニュシオスは神への犠牲を携えた使節たちを祝祭に派遣し、僭主が全ギリシアからいっそう賞賛されるよう、神域における使節たちの宿泊所は壮麗かつ豪奢を極めたからである。この主題を取り上げて、彼は演説の冒頭を次のように作っている。
ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι καὶ ὅτι1 τόνδε τὸν ἀγῶνα πρῶτος συνήγειρε διʼ εὔνοιαν τῆς Ἑλλάδος. ἐν μὲν γὰρ τῷ τέως χρόνῳ ἀλλοτρίως αἱ πόλεις πρὸς ἀλλήλας διέκειντο, ἐπειδὴ δὲ ἐκεῖνος τοὺς τυράννους ἔπαυσε καὶ τοὺς ὑβρίζοντας ἐκώλυσεν, ἀγῶνα μὲν σωμάτων ἐποίησε, φιλοτιμίαν δὲ πλούτῳ, γνώμης δʼ ἐπίδειξιν ἐν τῷ καλλίστῳ τῆς Ἑλλάδος, ἵνα τούτων ἁπάντων ἕνεκα εἰς τὸ αὐτὸ συνέλθωμεν, τὰ μὲν ὀψόμενοι, τὰ δʼ ἀκουσόμενοι. ἡγήσατο γὰρ τὸν ἐνθάδε σύλλογον ἀρχὴν γενήσεσθαι τοῖς Ἕλλησι τῆς πρὸς ἀλλήλους φιλίας. ἐκεῖνος μὲν οὖν ταῦθʼ ὑφηγήσατο. ἐγὼ δὲ ἥκω οὐ μικρολογησόμενος οὐδὲ περὶ τῶν ὀνομάτων μαχούμενος· ἡγοῦμαι γὰρ ταῦτα ἔργα μὲν εἶναι σοφιστῶν λίαν ἀχρήστων καὶ σφόδρα βίου δεομένων, ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν,2 ὁρῶν οὕτως αἰσχρῶς διακειμένην τὴν Ἑλλάδα καὶ πολλὰ μὲν αὐτῆς ὄντα ὑπὸ τῷ βαρβάρῳ, πολλὰς δὲ πόλεις ὑπὸ τυράννων ἀναστάτους γεγενημένας. καὶ ταῦτα εἰ μὲν διʼ ἀσθένειαν ἐπάσχομεν, στέργειν ἂν ἦν ἀνάγκη τὴν τύχην, ἐπειδὴ δὲ διὰ στάσιν καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, πῶς οὐκ ἄξιον τῶν μὲν παύσασθαι, τὰ δὲ κωλῦσαι, εἰδότας ὅτι φιλονεικεῖν μέν ἐστιν εὖ πραττόντων, γνῶναι δὲ τὰ βέλτιστʼ ἀγωνιώντων; ὁρῶμεν γὰρ τοὺς κινδύνους καὶ μεγάλους καὶ πανταχόθεν περιεστηκότας. ἐπίστασθε δὲ ὅτι ἡ μὲν ἀρχὴ τῶν κρατούντων τῆς θαλάττης, τῶν δὲ χρημάτων βασιλεὺς ταμίας, τὰ δὲ τῶν Ἑλλήνων σώματα τῶν δαπανᾶσθαι δυναμένων, ναῦς δὲ πολλὰς αὐτὸς κέκτηται, πολλὰς δʼ ὁ τύραννος τῆς Σικελίας. ὥστε ἄξιον τὸν μὲν πρὸς ἀλλήλους πόλεμον καταθέσθαι, τῇ δʼ αὐτῇ γνώμῃ χρωμένους τῆς σωτηρίας ἀντέχεσθαι καὶ περὶ μὲν τῶν παρεληλυθότων αἰσχύνεσθαι, περὶ δὲ τῶν μελλόντων ἔσεσθαι δεδιέναι καὶ πρὸς τοὺς προγόνους μιμεῖσθαι, οἳ τοὺς μὲν βαρβάρους ἐποίησαν τῆς ἀλλοτρίας ἐπιθυμοῦντας τῆς σφετέρας αὐτῶν στερεῖσθαι, τοὺς δὲ τυράννους ἐξελάσαντες κοινὴν ἅπασι τὴν ἐλευθερίαν κατέστησαν. θαυμάζω δὲ Λακεδαιμονίους πάντων μάλιστα, τίνι ποτὲ γνώμῃ χρώμενοι καιομένην τὴν Ἑλλάδα περιορῶσιν ἡγεμόνες ὄντες τῶν Ἑλλήνων οὐκ ἀδίκως καὶ διὰ τὴν ἔμφυτον ἀρετὴν καὶ διὰ τὴν περὶ τὸν πόλεμον ἐπιστήμην, μόνοι δὲ οἰκοῦντες ἀπόρθητοι καὶ ἀτείχιστοι καὶ ἀστασίαστοι καὶ ἀήττητοι καὶ τρόποις ἀεὶ τοῖς αὐτοῖς χρώμενοι· ὧν ἕνεκα ἐλπὶς ἀθάνατον τὴν ἐλευθερίαν αὐτοὺς κεκτῆσθαι καὶ ἐν τοῖς παρεληλυθόσι κινδύνοις σωτῆρας γενομένους τῆς Ἑλλάδος περὶ τῶν μελλόντων προορᾶσθαι. οὐ τοίνυν ὁ ἐπιὼν καιρὸς τοῦ παρόντος βελτίων· οὐ γὰρ ἀλλοτρίας δεῖ τὰς τῶν ἀπολωλότων συμφορὰς νομίζειν ἀλλʼ οἰκείας, οὐδʼ ἀναμεῖναι, ἕως ἂν ἐπʼ αὐτοὺς ἡμᾶς αἱ δυνάμεις ἀμφοτέρων ἔλθωσιν, ἀλλʼ ἕως ἔτι ἔξεστι, τὴν τούτων ὕβριν κωλῦσαι. τίς γὰρ οὐκ ἂν εν ὁρῶν3 ἐν τῷ πρὸς ἀλλήλους πολέμῳ μεγάλους αὐτοὺς γεγενημένους; ὧν οὐ μόνον αἰσχρῶν ὄντων ἀλλὰ καὶ δεινῶν τοῖς μὲν μεγάλα ἡμαρτηκόσιν ἐξουσία γεγένηται τῶν πεπραγμένων, τοῖς δὲ Ἕλλησιν οὐδεμία αὐτῶν τιμωρία.
「人々よ、他の多くの立派な業績のためにも、またギリシアへの好意からこの競技会を最初に創設したことのためにも、ヘラクレスを思い起こすことは価値があります。というのも、それ以前の時代には諸都市は互いに敵対的に関係していましたが、彼が僭主たちをやめさせ傲慢な者たちを阻んだ後、肉体の競技を、富を競う場を、そして知性の披露をギリシアで最も美しい場所において設けたからです。それは、これらすべてのために私たちが同じ場所に集まり、あるものは見、あるものは聞くためでした。彼はここでの集いがギリシア人にとって相互の友好の始まりになると考えたからです。彼が指導したのはそうしたことでした。しかし私は些細な論難をするためでも、言葉について争うためでもなくここに来ました。なぜなら、そうしたことは極めて役に立たず生活に酷く困窮しているソフィストたちのすることであり、最も重大な事柄について助言することこそが優れた人物にして重んずべき市民の務めであると考えるからです。私は、ギリシアがあまりにも無様に陥り、その多くの部分が異民族の支配下にあり、多くの都市が僭主たちによって荒廃させられているのを見ているのです。そしてもし私たちがこれらを無力さゆえに被っているのなら、運命を受け入れる必然もありましょう。しかし内紛と互いの抗争ゆえであるなら、抗争をやめ災厄を阻止するのが至当ではないでしょうか。競い争うことは繁栄している者たちのすることであり、最善の道を見出すことは苦闘している者たちのすることであると知りながら。私たちは危機が大きく、四方から取り囲んでいるのを目にしているのです。またあなた方は知っています、制海権を握る者のもとに支配があり、大王が資金の管理者であり、ギリシア人の肉体は金を費やすことのできる者たちのものであり、大王自身が多くの船を所有し、シケリアの僭主もまた多くの船を所有していることを。したがって、互いの戦争をやめ、一致した意志をもって自らの救済にすがりつき、過去のことについては恥じ入り、未来のことについては恐れを抱き、先祖たちに倣うことが至当です。先祖たちは、異民族が他人の土地を欲した結果として自らの土地を奪われるようにし、僭主たちを追放してすべての人々に共通の自由を打ち立てたのです。しかし私はとりわけラケダイモン人たちを怪しむものです。彼らはいかなる意図をもって、ギリシアが焼き払われているのを等閑視しているのか。彼らは生まれ持った卓越性と戦争に関する知見ゆえに不当ならずギリシアの指導者であり、唯一略奪されることなく、城壁を持たず、内紛もなく、不敗のままで暮らし、常に同じ慣習を守り続けています。これらのことゆえに彼らが不滅の自由を保ち、過去の危機においてギリシアの救い手となった以上、未来のことについても先見の明を持つことが期待されるのです。それゆえ、来たるべき好機は現在よりも優れてはいません。滅び去った者たちの災難を他人のものとではなく身内のものと見なすべきであり、両者の軍勢が我ら自身に向かってくるまで待つのではなく、まだ許されている間に、彼らの驕慢を阻止すべきなのです。互いの内戦によって彼らが強大になったのを見て、誰が嘆かずにいられましょうか。これらが恥ずべきことであるだけでなく恐ろしいことであるにもかかわらず、大いなる過ちを犯した者たちには成したことに対する勝手気ままが許され、ギリシア人たちには彼らに対する何の処罰も下せないでいるというのに。」
- 30ἄλλων τε πολλῶν καὶ καλῶν ἔργων ἕνεκα, ὦ ἄνδρες, ἄξιον Ἡρακλέους μεμνῆσθαι καὶ ὅτι
原因・理由を示す名詞句(ἄλλων... ἔργων ἕνεκα)と原因の副詞節(ὅτι...)が καί で対等に並列接続されている。ἄξιον の補語となる不定詞 μεμνῆσθαι が支配する対象は名詞属格 Ἡρακλέους であり、その追憶に値する理由が前置詞句 ἕνεκα と ὅτι 節の双方によって二重に提示されている。
- 30ἀνδρὸς δὲ ἀγαθοῦ καὶ πολίτου πολλοῦ ἀξίου περὶ τῶν μεγίστων συμβουλεύειν
前半の ἔργα μὲν εἶναι σοφιστῶν(ソフィストたちの業である)と対比され、述語名詞 ἔργον(業・本分)が省略された所属・性質の属格構文である。不定詞 συμβουλεύειν が主語に相当し、「最も重大な事柄について助言することは、優れた人物かつ重んずべき市民の務めである」という意味をなす。
- 30τίς γὰρ οὐκ ἂν εν ὁρῶν
写本伝承上の破損箇所である。潜在の ἄν に続くべき希求法動詞(例えば ἀλγήσειεν「嘆く」や ἀγανακτήσειεν「憤慨する」など)が脱落し、語尾の断片 εν のみが残存していると校訂本で一般に推定される。構文としては分詞 ὁρῶν(「見つつ」)を条件または状況として伴う潜在希求法の疑問文を形成していたと解釈して訳出している。
