- 底本
- Dionysius of Halicarnassus. Dionysii Halicarnasei Opuscula, Vol 1. Usener, Hermann; Radermacher, Ludwig, editors. Leipzig: Teubner, 1899.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:10-11
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者はリュシアスの説得力に触れた後、彼の文体の真髄であり真贋鑑定の最終基準ともなる、言葉による説明を超えた「気品(カリス)」の美徳を論じる。
ὅτι μὲν γὰρ πιθανὴ καὶ πειστικὴ καὶ πολὺ τὸ φυσικὸν ἐπιφαίνουσα καὶ πάνθʼ ὅσα τῆς τοιαύτης ἰδέας ἔχεται, πρὸς εἰδότας οὐδὲν ἴσως δεῖ λέγειν· διʼ ὄχλου γὰρ ἤδη τοῦτό γε καὶ οὐδείς ἐστιν ὃς οὐχὶ καὶ πείρᾳ καὶ ἀκοῇ μαθὼν ὁμολογεῖ πάντων ῥητόρων αὐτὸν εἶναι πιθανώτατον. ὥστε καὶ ταύτην τὴν ἀρετὴν ληπτέον παρὰ τοῦ ῥήτορος. πολλὰ καὶ καλὰ λέγειν ἔχων περὶ τῆς Λυσίου λέξεως, ἣν λαμβάνων καὶ μιμούμενος ἄν τις ἀμείνων γένοιτο τὴν ἑρμηνείαν, τὰ μὲν ἄλλα τοῦ χρόνου στοχαζόμενος ἐάσω, μίαν δὲ ἀρετὴν ἔτι τοῦ ῥήτορος ἀποδείξομαι, κρίνας καλλίστην τε καὶ κυριωτάτην καὶ μόνην αὐτὴν μάλιστα τῶν ἄλλων τὸν Λυσίου χαρακτῆρα δυναμένην βεβαιῶσαι, ἣν ὑπερεβάλετο μὲν οὐδεὶς τῶν ὕστερον, ἐμιμήσαντο δὲ πολλοὶ καὶ παρʼ αὐτὸ τοῦτο κρείττους ἑτέρων ἔδοξαν εἶναι τὴν ἄλλην δύναμιν οὐθὲν διαφέροντες· ὑπὲρ ὧν, ἂν ἐγχωρῇ, κατὰ τὸν οἰκεῖον διαλέξομαι τόπον. τίς δʼ ἐστὶν ἥδε ἡ ἀρετή; ἡ πᾶσιν ἐπανθοῦσα τοῖς ὀνόμασι κἀπʼ ἴσης χάρις, πρᾶγμα παντὸς κρεῖττον λόγου καὶ θαυμασιώτερον. ῥᾷστον μὲν γάρ ἐστιν ὀφθῆναι καὶ παντὶ ὁμοίως ἰδιώτῃ τε καὶ τεχνίτῃ φανερόν, χαλεπώτατον δὲ λόγῳ δηλωθῆναι καὶ οὐδὲ τοῖς κράτιστα εἰπεῖν δυναμένοις εὔπορον.
実際、彼の文体が説得力に富み、人を納得させ、大いに自然さを現出させ、この種の様式に属するあらゆる要素を備えていることについては、すでに承知している人々に向かってはおそらく何も言う必要がないであろう。これについて語ることはすでに煩わしいことであり、経験と聞き知ることによって学び、彼がすべての弁論家のうちで最も説得力があることを認めない者など一人もいないからである。したがって、この美点もまたこの弁論家から学ぶべきである。 リュシアスの文体については、それを取り入れ模倣するなら表現においてより優れた者となるであろうような、多くの素晴らしい点を語ることができるが、時間の制約を考慮して他の諸点は措くこととし、私はこの弁論家の美点をもう一つだけ提示することにする。私はこれを最も美しく最も本質的な美点であり、他の何よりもそれ単独でリュシアスの特質を最もよく立証できるものと判断するからである。この美点においては、後代の誰一人として彼を凌駕することはできなかったが、多くの者がこれを模倣し、他の能力においては何ら抜きんでていないにもかかわらず、まさにこのことによって他者よりも優れているとみなされたのである。これらについては、可能であればしかるべき箇所で論じることにしよう。では、この美点とは何であるか。それは、すべての語の上に等しく咲き誇る気品(カリス)であり、いかなる言葉をも超越した、驚嘆すべきものである。というのも、それは目に見ることは極めて容易であり、素人にとっても玄人にとっても同様に明白であるが、言葉によって言い表すことは極めて困難であり、最も巧みに語ることができる者にとっても容易ではないからである。
ὥστε εἴ τις ἀξιοίη λόγῳ διδαχθῆναι ταύτην τὴν δύναμιν, ἥ τίς ποτʼ ἐστίν, οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον·1 λέγω δὲ ἐπὶ κάλλους μὲν σωμάτων, τί δή ποτε τοῦτʼ ἐστίν, ὃ καλοῦμεν ὥραν, ἐπὶ κινήσεως δὲ μελῶν καὶ πλοκῆς φθόγγων, τί λέγεται τὸ εὐάρμοστον, ἐπὶ συμμετρίας δὲ χρόνων, τίς ἡ τάξις καὶ τί τὸ εὔρυθμον, καὶ ἐπὶ παντὸς δὲ συλλήβδην ἔργου τε καὶ πράγματος, τίς ὁ λεγόμενος καιρὸς καὶ ποῦ τὸ μέτριον. αἰσθήσει γὰρ τούτων ἕκαστον καταλαμβάνεται καὶ οὐ λόγῳ. ὥσθʼ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν τοῖς βουλομένοις ἀκούειν ἀκριβῶς ἁρμονίας, ὥστε μηδὲ τὴν ἐλαχίστην ἐν τοῖς διαστήμασι δίεσιν ἀγνοεῖν, τὴν ἀκοὴν ἐθίζειν καὶ μηδὲν ἄλλο ταύτης ἀκριβέστερον ζητεῖν κριτήριον, τοῦτο κἀγὼ τοῖς ἀναγινώσκουσι τὸν Λυσίαν καὶ τίς ἡ παρʼ αὐτῷ χάρις ἐστὶ βουλομένοις μαθεῖν ὑποθείμην ἂν ἐπιτηδεύειν,2 χρόνῳ πολλῷ καὶ μακρᾷ τριβῇ καὶ ἀλόγῳ πάθει τὴν ἄλογον συνασκεῖν αἴσθησιν. ταύτην μέντοι κρατίστην τε ἀρετὴν καὶ χαρακτηρικωτάτην τῆς Λυσίου λέξεως ἔγωγε τίθεμαι, εἴτε φύσεως αὐτὴν δεῖ καλεῖν εὐτυχίαν εἴτε πόνου καὶ τέχνης ἐργασίαν εἴτε μικτὴν ἐξ ἀμφοῖν ἕξιν ἢ δύναμιν, ᾗ πάντας ὑπερέχει τοὺς λοιποὺς ῥήτορας. καὶ ὅταν διαπορῶ περί τινος τῶν ἀναφερομένων εἰς αὐτὸν λόγων καὶ μὴ ῥᾴδιον ᾖ μοι διὰ τῶν ἄλλων σημείων τἀληθὲς εὑρεῖν, ἐπὶ ταύτην καταφεύγω τὴν ἀρετὴν ὡς ἐπὶ ψῆφον ἐσχάτην. ἔπειτα ἂν μὲν αἱ χάριτες αἱ τῆς λέξεως ἐπικοσμεῖν δοκῶσί μοι τὴν γραφήν, τῆς Λυσίου ψυχῆς αὐτὴν τίθεμαι καὶ οὐδὲν ἔτι πορρωτέρῳ ταύτης σκοπεῖν ἀξιῶ. ἐὰν δὲ μηδεμίαν ἡδονὴν μηδὲ ἀφροδίτην ὁ τῆς λέξεως χαρακτὴρ ἔχῃ, δυσωπῶ καὶ ὑποπτεύω μήποτʼ οὐ Λυσίου ὁ λόγος3 καὶ οὐκ ἔτι βιάζομαι τὴν ἄλογον αἴσθησιν, οὐδʼ ἐὰν πάνυ δεινὸς εἶναι τὰ γοῦν ἄλλα μοι δοκῇ καὶ περιττῶς ἐξειργασμένος ὁ λόγος, τὸ μὲν εὖ γράφειν πολλοῖς οἰόμενος ὑπάρχειν κατά τινας καὶ ἄλλους ἰδίους λέξεως χαρακτῆρας (πολυειδὲς γὰρ τοῦτο), τὸ δʼ ἡδέως καὶ κεχαρισμένως καὶ ἐπαφροδίτως Λυσίᾳ.
したがって、もし誰かがこの能力がいかなるものであるかを言葉によって教えられることを要求するならば、その者は言葉では言い表しがたい他の多くの美しい事柄についても説明を要求せざるを得なくなるであろう。すなわち私が言っているのは、肉体の美しさに関して言えば、われわれが若々しい盛りの美と呼ぶものがそもそも何であるか、手足の動きや声の組み合わせに関して言えば、調和したものと呼ばれるものが何であるか、音の長さの均斉に関して言えば、秩序とは何であり律動の良さとは何であるか、そして一言で言えばすべての制作や行為に関して言えば、いわゆる好機(カイロス)とは何であり、節度ある中庸がどこにあるのかということである。なぜなら、これらの各々は感覚によって捉えられるものであり、言葉によるのではないからである。それゆえ、音程の間の極小の音の差異(ディエシス)すら見逃さないように、音楽家たちが調和を精確に聞き分けたいと望む者たちに耳を慣らすよう指示し、これ以上に精確な基準を他には求めないよう命じるのと同じことを、私もまたリュシアスを読み、彼のもとにある気品がいかなるものであるかを学びたいと望む者たちに実践するよう勧めたいのである。すなわち、多くの時間と長きにわたる修練、そして論理を超えた経験によって、論理によらぬ直観的感覚をともに鍛え上げることである。まさに私は、これをリュシアスの文体の最も卓越した、最も特徴的な美点と見なしている。これを生まれつきの幸運と呼ぶべきか、労苦と技術の産物と呼ぶべきか、あるいはその双方からなる習性もしくは能力と呼ぶべきかはともかく、これによって彼は残りのすべての弁論家を凌駕しているのである。そして、彼に帰せられる弁論のどれかについて疑念を抱き、他の諸々の証拠によって真相を見出すことが私にとって容易でないときには、私は最後の決定打としてこの美点に頼るのである。そして、文体の気品がその著作を美しく飾っていると私に思われるなら、私はそれをリュシアスの魂に帰し、もはやこれ以上先を調べるに及ばないとする。他方、もし文体の性格が何の喜びも魅惑(アフロディーテー)も帯びていないなら、私は当惑し、その弁論はおそらくリュシアスのものではないのではないかと疑い、もはや論理によらぬ感覚に無理強いをすることはない。たとえその弁論が少なくとも他の諸点において極めて優れており、入念に仕上げられていると私に思われるとしてもである。というのも、文体の他のある独自の特質に従って立派に書くことは多くの者にある(これは多様なものであるから)としても、心地よく、快く、魅惑に満ちて書くことはリュシアスに固有のものであると考えるからである。
- 11οὐκ ἂν φθάνοι καὶ ἄλλων πολλῶν καὶ καλῶν πραγμάτων δυσεκλαλήτων ἀπαιτῶν λόγον
οὐκ ἂν φθάνοι + 分詞(ここでは ἀπαιτῶν)は、「〜するのを免れないであろう」「直ちに〜することを求めざるを得なくなる」を意味する慣用表現。形式的には「他を出し抜くことはできない」という比較・先取りの動詞 φθάνω に否定辞 οὐ と潜在を表す ἄν が結びついた構文で、帰結節において「必然的にそうなる」という事態の不可避性を表す。
- 11ὥσθʼ ὅπερ οἱ μουσικοὶ παραγγέλλουσι ποιεῖν ... τοῦτο κἀγὼ ... ὑποθείμην ἂν ἐπιτηδεύειν
関係代名詞 ὅπερ から始まる音楽家の例えが挿入され、主節の指示代名詞 τοῦτο と相関している(ὅπερ ... τοῦτο ...)。文構造の骨格は「音楽家たちが指示するのとまさに同じこと(ὅπερ ... ποιεῖν)を、私もまた(τοῦτο κἀγὼ)読者たちに実践するよう勧めたい(ὑποθείμην ἄν)」であり、不定詞句 τὴν ἀκοὴν ἐθίζειν 以下が ὅπερ の指示内容、τὴν ἄλογον συνασκεῖν αἴσθησιν 以下が τοῦτο の内容を承ける同格として機能している。
- 11ὑποπτεύω μήποτʼ οὐ Λυσίου ὁ λόγος
疑念を表す動詞 ὑποπτεύω に接続詞 μήποτʼ οὐ が後続する構文。懸念・疑惑の節において否定辞 οὐ を伴う μή(または μήποτε)は「〜ではないのではないかと恐れる/疑う」という肯定的な疑念を表す。動詞 ἐστί が省略されており、「その弁論がリュシアスのものではないのではないか(=他人の作ではないか)と疑う」の意。
