← ハリカルナッソスのディオニュシオス

リュシアス論

§1-3

リュシアスの生涯と文体の純粋さ

ハリカルナッソスのディオニュシオスは、弁論家リュシアスの生涯と著作の概要を略述したのち、その修辞的特質の考察に入り、第一の美点として当時の日常アッティカ方言の純粋性を、第二の美点として詩的誇張を排し日常語によって威厳を生み出す簡素な文体を挙げて称賛する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1

Λυσίας ὁ Κεφάλου Συρακουσίων μὲν ἦν γονέων, ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ1 καὶ συνεπαιδεύθη τοῖς ἐπιφανεστάτοις Ἀθηναίων. ἔτη δὲ πεντεκαίδεκα γεγονὼς εἰς Θουρίους ᾤχετο πλέων σὺν ἀδελφοῖς δυσίν, κοινωνήσων τῆς ἀποικίας, ἣν ἔστελλον Ἀθηναῖοί τε καὶ ἡ ἄλλη Ἑλλὰς δωδεκάτῳ πρότερον ἔτει τοῦ Πελοποννησιακοῦ πολέμου, καὶ διετέλεσεν αὐτόθι πολιτευόμενος ἐν εὐπορίᾳ πολλῇ καὶ παιδευόμενος παρὰ Τισίᾳ τε καὶ Νικίᾳ μέχρι τῆς συμφορᾶς τῆς κατασχούσης Ἀθηναίους ἐν Σικελίᾳ. μετʼ ἐκεῖνο δὲ τὸ πάθος στασιάσαντος τοῦ δήμου ἐκπίπτει σὺν ἄλλοις τριακοσίοις ἀττικισμὸν ἐγκληθείς. καὶ παραγενόμενος αὖθις εἰς Ἀθήνας κατὰ ἄρχοντα Καλλίαν, ἕβδομον καὶ τετταρακοστὸν ἔτος ἔχων, ὡς ἄν τις εἰκάσειεν, ἐξ ἐκείνου τοῦ χρόνου διετέλεσε τὰς διατριβὰς ποιούμενος Ἀθήνησι. πλείστους δὲ γράψας λόγους εἰς δικαστήριά τε καὶ βουλὰς καὶ πρὸς ἐκκλησίας εὐθέτους, πρὸς δὲ τούτοις πανηγυρικούς, ἐρωτικούς, ἐπιστολικούς, τῶν μὲν ἔμπροσθεν γενομένων ῥητόρων ἢ κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων ἠφάνισε τὰς δόξας, τῶν δὲ ἐπιγινομένων οὔτε πολλοῖς τισι κατέλιπεν ὑπερβολὴν οὔτʼ ἐν ἁπάσαις ταῖς ἰδέαις τῶν λόγων καὶ μὰ Δίʼ οὔ τί γε ταῖς φαυλοτάταις. τίνι δὲ κέχρηται χαρακτῆρι λόγων καὶ τίνας ἀρετὰς εἰσενήνεκται τίνι τε κρείττων ἐστὶ τῶν μεθʼ ἑαυτὸν ἀκμασάντων καὶ πῇ καταδεέστερος καὶ τί δεῖ λαμβάνειν παρʼ αὐτοῦ, νῦν ἤδη πειράσομαι λέγειν.

ケパロスの息子リュシアスは、両親はシュラクサイ人であったが、父が在留外人として住んでいたアテナイで生まれ、アテナイ人の最も著名な人々とともに教育を受けた。十五歳になると、彼はペロポネソス戦争の十二年前にアテナイ人および他のギリシア世界が派遣した植民事業に参加するため、二人の兄弟とともに船でトゥリオイへと赴き、シケリアでアテナイ人を襲った惨禍に至るまで、かの地で多大な富の中で市民生活を送り、ティシアスやニキアスの下で教育を受けつつ過ごした。しかし、あの惨禍ののちに民衆が党争を起こすと、彼はアテナイ派であると弾劾されて、他の三百人とともに追放された。そしてカリアスがアルコンであった年に、推測されるところでは四十七歳で再びアテナイにやって来ると、その時以降、彼はアテナイで諸活動に従事して過ごした。彼は法廷や評議会、また民会に適したきわめて多くの弁論を書いたほか、祭典演説、愛の対話、書簡演説を著し、以前の弁論家たちや同時代に全盛を極めた者たちの名声を凌駕した。また後世の者たちに対しても、彼を凌ぎうる余地を、多くの者たちにも、また弁論のすべての文体形式においても残すことはなく、ゼウスにかけて、決して最も取るに足らない形式においてではなかった。彼がどのような弁論の文体を用い、どのような美点を導入し、いかなる点で自身のあとに全盛を極めた者たちに優り、いかなる点で劣り、彼から何を学び取るべきかについて、今や論ずることを試みよう。

§2

καθαρός ἐστι τὴν ἑρμηνείαν πάνυ καὶ τῆς Ἀττικῆς γλώττης ἄριστος κανών, οὐ τῆς ἀρχαίας, ᾗ κέχρηται Πλάτων τε καὶ Θουκυδίδης, ἀλλὰ τῆς κατʼ ἐκεῖνον τὸν χρόνον ἐπιχωριαζούσης, ὡς ἔστι τεκμήρασθαι τοῖς τε Ἀνδοκίδου λόγοις καὶ τοῖς Κριτίου καὶ ἄλλοις συχνοῖς. κατὰ τοῦτο μὲν δὴ τὸ μέρος, ὅ πέρ ἐστι πρῶτόν τε καὶ κυριώτατον ἐν λόγοις, λέγω δὲ τὸ καθαρεύειν τὴν διάλεκτον, οὐθεὶς τῶν μεταγενεστέρων αὐτὸν ὑπερεβάλετο, ἀλλʼ οὐδὲ μιμήσασθαι πολλοὶ δύναμιν ἔσχον ὅτι μὴ μόνος Ἰσοκράτης·2 καθαρώτατος γὰρ δὴ τῶν ἄλλων μετὰ Λυσίαν ἐν τοῖς ὀνόμασιν οὗτος ἔμοιγε δοκεῖ γενέσθαι ὁ ἀνήρ. μίαν μὲν δὴ ταύτην ἀρετὴν ἀξίαν ζήλου καὶ μιμήσεως εὑρίσκω παρὰ τῷ ῥήτορι καὶ παρακελευσαίμην ἂν τοῖς βουλομένοις καθαρῶς γράφειν ἢ λέγειν ἐκεῖνον τὸν ἄνδρα ποιεῖσθαι παράδειγμα ταύτης τῆς ἀρετῆς.

彼は表現においてまったく純粋であり、プラトンやトゥキュディデスが用いた古いものではなく、アンドキデスの弁論やクリティアスの弁論、その他多くの演説によって証拠立てられるように、その時代に通用していたアッティカ方言の最良の規準である。弁論において最も最初にして最も決定的な要素であるこの点、すなわち方言の純粋性を保つことにおいて、後世の誰も彼を凌駕することはなく、ただひとりイソクラテスを除いては、多くの者が模倣する力すら持ち得なかった。実に、リュシアスに次いで言葉遣いにおいて他のすべての者の中で最も純粋であったのは、私にはこの人物であったと思われる。弁論家において、私は競い模倣するに値する一つの美点をこれに見出すのであり、純粋に書くことや語ることを望む者たちには、この美点の模範としてあの人物を仰ぐよう勧めたい。

§3

ἑτέραν δὲ καὶ οὐδὲν ἐλάττονα ταύτης, ἣν πολλοὶ μὲν ἐζήλωσαν τῶν κατὰ τὸν αὐτὸν χρόνον ἀκμασάντων, οὐδεὶς δὲ βεβαιότερον ἀπεδείξατο· τίς δʼ ἔστιν αὕτη; ἡ διὰ τῶν κυρίων τε καὶ κοινῶν καὶ ἐν μέσῳ κειμένων ὀνομάτων ἐκφέρουσα τὰ νοούμενα ἑρμηνεία. ἥκιστα γὰρ ἄν τις εὕροι Λυσίαν τροπικῇ φράσει χρησάμενον. καὶ οὐκ ἐπὶ τούτῳ μόνον ἐπαινεῖν αὐτὸν ἄξιον, ἀλλʼ ὅτι καὶ σεμνὰ καὶ περιττὰ καὶ μεγάλα φαίνεσθαι τὰ πράγματα ποιεῖ τοῖς κοινοτάτοις χρώμενος ὀνόμασι καὶ ποιητικῆς οὐχ ἁπτόμενος κατασκευῆς. τοῖς δὲ προτέροις οὐχ αὕτη ἡ δόξα ἦν, ἀλλὰ βουλόμενοι κόσμον τινὰ προσεῖναι τοῖς λόγοις ἐξήλλαττον τὸν ἰδιώτην3 καὶ κατέφευγον εἰς τὴν ποιητικὴν φράσιν, μεταφοραῖς τε πολλαῖς χρώμενοι καὶ ὑπερβολαῖς καὶ ταῖς ἄλλαις τροπικαῖς ἰδέαις, ὀνομάτων τε γλωττηματικῶν καὶ ξένων χρήσει καὶ τῶν οὐκ εἰωθότων σχηματισμῶν τῇ διαλλαγῇ καὶ τῇ ἄλλῃ καινολογίᾳ καταπληττόμενοι τὸν ἰδιώτην. δηλοῖ δὲ τοῦτο Γοργίας τε ὁ Λεοντῖνος, ἐν πολλοῖς πάνυ φορτικήν τε καὶ ὑπέρογκον ποιῶν τὴν κατασκευὴν καὶ οὐ πόρρω διθυράμβων τινῶν ἔνια φθεγγόμενος, καὶ τῶν ἐκείνου συνουσιαστῶν οἱ περὶ Λικύμνιόν τε καὶ Πῶλον. ἥψατο δὲ καὶ τῶν Ἀθήνησι ῥητόρων ἡ ποιητική τε καὶ τροπικὴ φράσις, ὡς μὲν Τίμαιός φησι, Γοργίου ἄρξαντος ἡνίκʼ Ἀθήναζε πρεσβεύων κατεπλήξατο τοὺς ἀκούοντας τῇ δημηγορίᾳ, ὡς δὲ τἀληθὲς ἔχει, τὸ καὶ παλαιότερον αἰεί τι θαυμαζομένη. Θουκυδίδης γοῦν ὁ δαιμονιώτατος τῶν συγγραφέων ἔν τε τῷ ἐπιταφίῳ καὶ ἐν ταῖς δημηγορίαις ποιητικῇ κατασκευῇ χρησάμενος ἐν πολλοῖς ἐξήλλαξε τὴν ἑρμηνείαν εἰς ὄγκον ἅμα καὶ κόσμον ὀνομάτων ἀηθέστερον. Λυσίας δὲ τοιοῦτον οὐδὲν ἤσκησεν ἔν γʼ οὖν τοῖς σπουδῇ γραφομένοις δικανικοῖς λόγοις καὶ συμβουλευτικοῖς ποιῆσαι, πλὴν εἴ τι μικρὸν ἐν τοῖς πανηγυρικοῖς· περὶ γὰρ δὴ τῶν ἐπιστολικῶν αὐτοῦ καὶ ἑταιρικῶν καὶ τῶν ἄλλων, οὓς μετὰ παιδιᾶς ἔγραψεν, οὐδὲν δέομαι λέγειν. ὁμοίως δὲ τοῖς ἰδιώταις διαλέγεσθαι δοκῶν πλεῖστον ὅσον4 ἰδιώτου διαφέρει καὶ ἔστι ποιητὴς κράτιστος λόγων, λελυμένης ἐκ τοῦ μέτρου λέξεως ἰδίαν τινὰ εὑρηκὼς ἁρμονίαν, ᾗ τὰ ὀνόματα κοσμεῖ τε καὶ ἡδύνει μηδὲν ἔχοντα ὀγκῶδες μηδὲ φορτικόν. ταύτην δευτέραν τὴν ἀρετὴν κελεύω παρὰ τοῦ ῥήτορος τούτου λαμβάνειν, εἴ τινες ἀξιοῦσι τὸν αὐτὸν ἐκείνῳ διαλέγεσθαι τρόπον. ἐγένοντο μὲν οὖν πολλοὶ τῆς προαιρέσεως ταύτης ζηλωταὶ συγγραφεῖς τε καὶ ῥήτορες, ἔγγιστα δὲ αὐτῆς μετὰ Λυσίαν ἥψατο τῶν πρεσβυτέρων νέος ἐπακμάσας Ἰσοκράτης, καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν προσωτέρῳ τούτων σκοπῶν ἑτέρους ῥήτορας ἰσχὺν καὶ δύναμιν τοσαύτην ἐν ὀνόμασι κυρίοις καὶ κοινοῖς ἀποδειξαμένους.

そして、これに劣らぬもう一つの美点がある。同時代に全盛を極めた者の多くがそれを熱心に目指したが、彼ほど確実に発揮した者はいなかった。それは何か。本来の語、日常語、身近な周知の語を用いて思考を表現する語法である。リュシアスが転義的な表現を用いた例は、ほとんど見出すことができないであろう。しかも、彼を称賛すべきはこのことに対してだけではない。彼は最もありふれた語を用い、詩的な結構に触れることなく、事柄を荘厳かつ卓越した偉大なものとして現出させるのである。以前の者たちにはこのような見識はなく、弁論にある種の装飾が加わることを望んで、日常語の平易さを離れ、詩的な表現へと逃避した。彼らは多くの比喩や誇張、その他の転義的形象を用い、廃語や外来語の使用、慣習的でない構文への変更、その他の奇矯な新奇語によって、一般の人々を圧倒しようとしたのである。このことは、多くの箇所でその構成をまったく粗野で大袈裟なものにし、ある種のディテュランボスに近い言葉を口にしたレオンティノイのゴルギアースや、彼の追随者であるリキュムニオスやポロスの一派によっても明らかである。詩的・転義的表現はアテナイの弁論家たちをも捉えた。ティマイオスの言うところでは、ゴルギアースが使節としてアテナイを訪れ、民会演説によって聴衆を驚嘆させたときに始まったとされるが、実際には、以前から常にいくらか称賛されていたのである。現に歴史家の中で最も驚くべき人物であるトゥキュディデスは、戦没者追悼演説や民会演説において詩的な構成を用い、多くの箇所で表現を、重々しさと同時に異常で耳慣れない言葉の装飾へと変容させた。しかしリュシアスは、少なくとも真剣に書かれた法廷弁論や審議用弁論においては、そのようなことを行おうとはまったく努めず、ただ祭典演説において僅かに用いたにすぎない。彼の書簡や交友録、その他戯れに書かれたものについては、語る必要もない。彼は一般の人々と同様に語っているように見えながら、一般人とは極めて大きく隔たっており、最も優れた言論の創作者である。彼は韻律から解き放たれた散文において独自の調和を見出し、それによって重苦しさも粗野さも全く持たない語を装飾し、快いものにしているのである。彼と同じように語ることを目指す者たちには、この弁論家から学び取るべき第二の美点として、これを勧める。この方針を模倣した著述家や弁論家は多く現れたが、リュシアスののち、年長の者たちの中で若くして全盛期を迎えたイソクラテスがこれに最も近づいた。これらよりさらに先を見渡しても、本来の日常語においてこれほどまでの力強さと効力を示した他の弁論家を挙げることはできないであろう。

構文注4 件
  1. 1ἐγεννήθη δὲ Ἀθήνησι μετοικοῦντι τῷ πατρὶ

    与格句 μετοικοῦντι τῷ πατρὶ は、動詞 ἐγεννήθη に対する「関係の与格」(あるいは時・状況を表す付帯的与格)として機能しており、「父が在留外人として暮らしていた時に/その父のもとに」の意を表す。

  2. 2ὅτι μὴ μόνος Ἰσοκράτης

    ὅτι μή は「〜を除いては(except)」を意味する慣用的な除外表現であり、ここでは πλὴν と同義で用いられている。

  3. 3ἐξήλλαττον τὸν ἰδιώτην

    動詞 ἐξαλλάττω は対格補語を取って「〜から逸脱する・離れる」を意味し、ここでの τὸν ἰδιώτην は一般人の平易な語法(あるいは日常的言語水準)を指している。

  4. 3πλεῖστον ὅσον

    πλεῖστον ὅσον は比較・相違を表す動詞(ここでは διαφέρει)を修飾する慣用的な副詞的対格結合であり、「極めて甚だしく」「途方もなく」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0081.tlg003.humanitext-grc2:1-3