- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:9.1-9.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
軽装兵と重装兵の相互補完関係および戦況に応じた配置が述べられ、次いで隊形変換を容易にするために軍勢を2の累乗(重装兵16,384名など)で編制する利点と小隊規模が説明される。
ὡς τοῖς μὲν τὴν σκέπην ἐκ τῶν ὅπλων εἶναι,1 τοῖς δὲ ὁπλίταις αὖ τὴν ὠφέλειαν ἐκ τῶν κατόπιν ἀκοντισμάτων. οὐ μὴν ἀλλὰ καὶ ἐν ἄλλῃ χώρᾳ ἤδη ψιλοὶ ἐτάχθησαν, ὁπότε τούτου δέοι, ἢ ἐπὶ κέρως ἑκατέρου, ἢ εἰ πρόβλημα εἴη τοῦ ἑτέρου κέρως ποταμὸς ἢ τάφρος ἢ θάλασσα, ἐπὶ τοῦ ἑτέρου μόνον ἐν ὑπερδεξίῳ χωρίῳ τοῦ ἀποκρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον,2 ἢ ἐς κώλυσιν κυκλώσεως· καὶ γὰρ αἱ τῶν ἱππέων τάξεις ἄλλοτε ἄλλῃ καθίστανται, ὅπου ἂν μέλλωσι ταχθέντες ὠφέλιμοι ἔσεσθαι.
これは、彼ら(軽装兵)にとっては武具による防護が得られ、重装兵たちにとっては後方からの投射物による援護が得られるようにするためである。もっとも、軽装兵は他の場所にも既に配置されたことがある。それが必要とされる場合には、両翼のそれぞれに、あるいはもし一方の翼の防壁として河川や塹壕や海があるならば、その方面における敵の襲撃を撃退するため、あるいは包囲を阻止するために、有利な高所において他方の翼だけに配置された。というのも、騎兵の隊形もまた、配置されて有益となるであろう場所にその時々で異なって配置されるからである。
τὸ μὲν οὖν πᾶν πλῆθος τῆς στρατιᾶς ὁπόσον χρὴ εἶναι, οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι·3 τὸ δὲ παρὸν ὅπως συντάξει τε καὶ ἀσκήσει καὶ ἐκ τάξεως ἐς τάξιν ἄλλην εὐπετῶς μετακινήσει, τοῦτο ἐπασκητέον.
さて、軍勢全体の規模がどれほどであるべきかは、将軍が選択できることではない。しかし、現にある軍勢をいかに編制し、訓練し、一つの隊形から別の隊形へと容易に移動させるか、このことを修練すべきなのである。
τοσόνδε μέντοι συμβουλεύσαιμʼ ἂν τῷ στρατηγῷ, ἐκ τοῦ παντὸς πλήθους τῆς στρατιᾶς τοσούτους ἐς τὰς μάχας ἐξαγαγεῖν, ὁπόσοι ἐπιτήδειοι ἔσονται πρὸς τὰς μεταβολάς τε τῶν τάξεων καὶ τὰς μετακινήσεις, οἷον διπλασιασμοὺς καὶ πολυπλασιασμοὺς καὶ πτύξεις καὶ ἐξελιγμοὺς ἢ εἰ δή τινες ἄλλαι μεταβολαὶ τάξεων.
ただし、私としては将軍に対して、隊形の変更や移動、例えば倍加や多倍化、折り返しや反転、あるいは隊形のその他の変更に適合するだけの人数を、軍勢全体の規模から戦闘へと繰り出すよう助言したい。
ἔνθεν δὴ τούτους μάλιστα τοὺς ἀριθμοὺς ἐπελέξαντο οἱ δεινοὶ ἀμφὶ ταῦτα, ὅσοι ἀριθμοὶ μέχρι μονάδος οἷοί τε δίχα διαιρεῖσθαι, ὁποία ἐστὶν ἡ τῶν μυρίων καὶ ἑξακισχιλίων καὶ τριακοσίων καὶ ἐπὶ τούτοις τεσσάρων καὶ ὀγδοήκοντα τάξις εἰ τύχοι οὖσα ὁπλιτική· ταύτης δὲ ἡμίσειαν τὴν τῶν ψιλῶν, καὶ ταύτης ἔτι ἡμίσειαν τὴν τῶν ἱππέων. οὗτος γὰρ τοι ὁ ἀριθμὸς μέχρι μονάδος δίχα τέμνεται, ὥστε διπλασιάζειν αὐτὸν ἐς βάθος συνάγοντα καὶ αὖ ἐκτείνειν ἀναπτύσσοντα εὐμαρὲς καθίστασθαι, ὁπότε τούτου δεήσειεν.
まさにそれゆえに、この方面に通じた者たちは、1に至るまで2分されうるような数、例えば重装兵の編制であるとするなら16,384人という数をとりわけ選び出したのである。そして軽装兵はその半分、騎兵はさらにその半分とする。実にこの数は1に至るまで2分されるため、必要が生じた場合にはいつでも、縮めて縦深を倍加させることも、展開して伸張させることも容易になるのである。
αὐτίκα ἐπεὶ τῷ λόχῳ ἑκκαίδεκα ἀνδρῶν τὸ βάθος ὑπεθέμεθα, τέσσαρες καὶ εἴκοσι ἐπὶ τοῖς χιλίοις ἔσονται οἱ λόχοι ἐν τῷδε τῷ ἀριθμῷ, καὶ οὗτοι μεμερισμένοι ἐς τάγματα, ὧν ἑκάστῳ καὶ ὄνομα οἰκεῖον πρόσκειται.
例えば、1小隊の縦深を16名と想定したとき、この数においては1,024個の小隊が存在することになり、これらはそれぞれに固有の名称が付された部隊へと区分される。
- 9.1ὡς τοῖς μὲν τὴν σκέπην ἐκ τῶν ὅπλων εἶναι
接続詞 ὡς に不定詞 εἶναι が後続し、主語は対格(τὴν σκέπην)となる目的・結果構文。直前の箇所の末尾の「重装兵の背後に軽装兵を配置する」理由・意図を表している。
- 9.2τοῦ ἀποκρούεσθαι τῶν πολεμίων τὴν ταύτῃ ἔφοδον
冠詞属格 τοῦ に現在不定詞 ἀποκρούεσθαι が結びついた目的の属格不定詞構文(「〜を撃退するために」)。並列される ἢ ἐς κώλυσιν κυκλώσεως(「あるいは包囲の阻止のために」)の前置詞句と機能的に対応している。
- 9.3οὐκ ἐπὶ τῷ στρατηγῷ ἑλέσθαι
前置詞 ἐπί +与格が「〜の権能・手中にある」を意味し、述語として機能している構文(コピュラ ἐστί の省略)。真主語は不定詞 ἑλέσθαι(「選ぶこと」)であり、間接疑問節 τὸ μὲν οὖν πᾶν πλῆθος... ὁπόσον χρὴ εἶναι は ἑλέσθαι の目的語に相当する先取り構文(prolepsis)となっている。
