- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:43.1-43.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
中央の標的に対する石や機械矢などの多様な投射訓練に続き、長槍の操法(トルーテゴス)、長剣による斬撃、および疾走中の馬への武装跳乗(道中跳躍)の技法が解説される。
ἐπὶ τούτῳ μέντοι ἤδη πολύτροποι ἐξακοντισμοὶ γίγνονται ἢ κούφων παλτῶν ἢ καὶ βελῶν, οὐκ ἀπὸ τόξου τούτων γε ἀλλʼ ἀπὸ μηχανῆς ἀφιεμένων, ἢ λίθων ἐκ χειρὸς ἢ ἐκ σφενδόνης ἐπὶ τὸν σκοπόν, ὃς μέσος τοῖν δυοῖν, οἷν ἤδη μνήμην ἐποιησάμην, ἵσταται. καὶ ἐνταῦθα αὖ καλόν, εἰ συντρίψειαν τοῖς λίθοις τὸν σκοπόν, ὅ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι.1
さらにこの後には、すでに多様な投擲が行われる。すなわち、軽槍であれ、あるいは弓からではなく機械から放たれる矢であれ、手投げの石や投石器の石であれ、すでに私が言及した二つの標的の中間に立てられている標的に向けて放たれるのである。そしてここでもまた、たまたま砕けにくい標的を石で打ち砕くことができれば見事とされる。
οὐ μὴν οὐδὲ ἐπὶ τοῖσδε λήγει αὐτοῖς τὰ γυμνάσια, ἀλλὰ κοντοὺς γὰρ τὰ μὲν πρῶτα ὀρθοὺς ὡς ἐς προβολὴν φέροντες ἐπελαύνουσιν, ἔπειτα ὡς πολεμίου φεύγοντος ἐξικόμενοι·2 οἳ δὲ ὡς ἐπʼ ἄλλον πολέμιον ἐν τῇ ἐπιστροφῇ τοῦ ἵππου τούς τε θυρεοὺς ὑπὲρ τὴν κεφαλὴν αἰωρήσαντες ἐς τὸ κατόπιν σφῶν μετήνεγκαν, καὶ τοὺς κοντοὺς ὑπερελίξαντες ὡς ἐπελαύνοντος ἄλλου πολεμίου ἐξίκοντο. καὶ τὸ ἔργον τοῦτο Κελτιστὶ τολούτεγον καλεῖται.
それどころか、彼らの訓練はこれらをもって終わるわけでもない。彼らはまず、あたかも構え槍のように長槍をまっすぐに保持して馬を疾走させ、次いで逃走する敵を突くように届かせ、さらに別の敵に対峙するかのように、馬の旋回中に大盾を頭上に掲げて自らの背後へと回し、長槍を頭上で振り回して突進してくる別の敵を突くように届かせる。そしてこの動作はケルト語で「トルーテゴン」と呼ばれる。
καὶ ἐπὶ τῷδε εὖ τὰς σπάθας σπασάμενοι ἄλλοτε ἄλλην πληγὴν παραφέρουσιν, ὅπως μάλιστα οἷόν τε, ἢ φεύγοντος πολεμίου ἐξικέσθαι ἢ πεσόντα κατακανεῖν ἢ καὶ πρᾶξαί τι ἐκ πλαγίων παραθέοντες. ἐπὶ τούτῳ μέντοι πηδήσεις3 ἐπὶ τοὺς ἵππους ὡς ἔνι ποικιλωτάτας ποιοῦνται, ὅσαις ἰδέαις καὶ ὅσοις σχήμασιν ἀναβαίνεται ἵππος ὑπὸ ἱππέως·
そしてこの後、長剣を巧みに抜いて、逃走する敵を討つか、倒れた者を討ち取るか、あるいは脇を駆け抜けながら何らかの打撃を加えることができるよう、可能な限り次々に多様な一撃を繰り出す。さらにこれに加えて、騎兵が馬に飛び乗るあらゆる形と姿勢によって、馬への極めて多彩な跳躍飛び乗りを行う。
καὶ τελευταίαν δὴ τὴν ἐνόπλιον πήδησιν ἐπιδεικνύουσι θέοντος τοῦ ἵππου, ἥντινα ὁδοιπορικὴν ὀνομάζουσιν.
そして最後に、馬が疾走している最中に武装したままでの跳躍飛び乗りを披露するのであり、これを彼らは「道中跳躍」と呼んでいる。
- 43.1ὃ δὲ τύχοι οὐκ εὐμαρὴς συντριβῆναι
ここでの ὃ(本文では ὅ)は δὲ の前でアクセントを伴った男性単数主格の指示代名詞 ὁ(第2節の οἳ δὲ と同様の表記)であり、先行する男性名詞 τὸν σκοπόν を受ける(ゆえに述語形容詞も男性単数主格 εὐμαρὴς となる)。δὲ 節が先行する εἰ 節(εἰ συντρίψειαν)に並列して条件を続けているため、τύχοι は ἄν を伴わない希求法となっており、「そしてそれ(標的)がたまたま砕きにくいものである場合に」の意を表す。
- 43.2ὡς πολεμίου φεύγοντος ἐξικόμενοι
ὡς に属格絶対構文(πολεμίου φεύγοντος)が結合し、さらに ἐξικνέομαι が「〜に達する、届く、討つ」の意で属格(πολεμίου)を支配している。分詞 ἐξικόμενοι は主節の動詞 ἐπελαύνουσιν に付帯する動作、あるいは前述の行為に続く一連の動作を示す。
- 43.3ἐπὶ τούτῳ μέντοι πηδήσεις
ἐπὶ τούτῳ(これに加えて)という副詞的句に接続小辞 μέντοι が後置され、πηδήσεις(ποικιλωτάτας に修飾される複数対格)が目的語、中動態 ποιοῦνται が動詞となる骨格である。
