← アッリアノス

戦術

§4.1-4.9

騎兵の兵科分類と各種の武装および戦法

著者は騎兵の武装分類を論じ、甲冑騎兵と非甲冑騎兵、接近戦を行う槍騎兵と遠戦を行う投射騎兵(タラス騎兵や騎射兵)の区分を詳述し、最後にローマ騎兵の装備と戦法を解説する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

τῆς δʼ ἱππικῆς ὁπλίσεως ἣ μὲν κατάφρακτος τυγχάνει οὖσα, ἣ δὲ ἄφρακτος. καὶ κατάφρακτος μὲν ἡ τοὺς ἵππους καὶ τοὺς ἱππέας πεφραγμένους παρεχομένη, τοὺς μὲν θώραξι φολιδωτοῖς ἢ λινοῖς ἢ ἐκ κεράτων καὶ παραμηριδίοις, τοὺς ἵππους δὲ παραπλευριδίοις καὶ προμετωπιδίοις·

他方、騎兵の武装には、甲冑騎兵のものと非甲冑騎兵のものがある。甲冑騎兵とは馬も騎手も防具で身を固めた状態を提供するものであり、騎手は鱗状、麻製、あるいは角製の胸甲と腿当てで、馬は脇当てと額当てで防備されている。

§4.2

ἄφρακτος δὲ ἡ ἐναντία. τούτων δὲ οἳ μὲν δορατοφόροι εἰσίν, οἳ δὲ ἀκροβολισταί. καὶ δορατοφόροι μὲν οἱ πελάζοντες ταῖς τάξεσι τῶν πολεμίων καὶ δόρασιν ἀπομαχόμενοι, ἀκροβολισταὶ δὲ οἱ πόρρωθεν ἀκροβολισμοῖς διαχρώμενοι, καθάπερ Ἀρμένιοι καὶ Παρθυαίων ὅσοι μὴ κοντοφόροι.

非甲冑騎兵はその正反対である。 これらのうち、あるものは槍騎兵であり、あるものは投射騎兵である。槍騎兵とは敵の陣形に接近して槍で白兵戦を行う者たちであり、投射騎兵とは、アルメニア人や、パルティア人のうち重槍を持たない者たちのように、遠方から投射戦を用いる者たちである。

§4.4

τῆς προτέρας δὲ ἰδέας1 οἳ μὲν θυρεοὺς φέρουσιν καὶ καλοῦνται θυρεαφόροι, οἳ δὲ ἄνευ τούτων αὐτὸ μόνον δόρασι μάχονται, οἳ δὴ καὶ ἰδίᾳ δορατοφόροι ὀνομάζονται, ἔστιν δὲ ὑφʼ ὧν ξυστοφόροι.

前者の部類(槍騎兵)のうち、あるものは長盾を携行して長盾兵と呼ばれ、あるものはこれを持たずに専ら槍のみで戦い、彼らこそ固有の名称で槍騎兵と呼ばれ、ある人々からは長槍騎兵と呼ばれることもある。

§4.5

ἀκροβολισταὶ δὲ λεχθεῖεν ἂν οἱ μὴ ἐς χεῖρας ἰόντες ἀλλὰ πόρρωθεν ἐξακοντίζοντες. καὶ τούτων οἳ μὲν δορατίοις διαχρῶνται ἐς τὸν ἀκροβολισμόν, οἳ δὲ τόξοις. οἱ μὲν δὴ δορατίοις ἀκροβολιζόμενοι Ταραντῖνοι ὀνομάζονται, οἱ δʼ ἕτεροι ἱπποτοξόται.

投射騎兵と称されうるのは、白兵戦に入らず遠方から投げ槍を放つ者たちである。彼らのうち、あるものは投射戦のために投げ槍を用い、あるものは弓を用いる。投げ槍で投射戦を行う者たちはタラス騎兵と呼ばれ、もう一方は騎射兵と呼ばれる。

§4.6

αὐτῶν δὲ τῶν Ταραντίνων οἳ μὲν αὐτὸ μόνον πόρρωθεν ἀφιστάμενοι ἢ ἐς κύκλους περιιππεύοντες διαχρῶνται τῷ ἀκροβολισμῷ, οἳ δὴ καὶ εἰλικρινῶς Ταραντῖνοί εἰσιν· οἳ δὲ τὰ μὲν πρῶτα ἐξακοντίζουσιν, ἔπειτα συμπλέκονται τοῖς πολεμίοις, ἢ δόρυ ἓν ὧν ἔσχον2 ὑπολειπόμενοι ἢ καὶ τῇ σπάθῃ διαχρώμενοι· καὶ οὗτοι καλοῦνται ἐλαφροί. —

タラス騎兵そのもののうち、あるものは専ら遠方に留まるか、あるいは円を描いて馬を乗り回しながら投射戦を用い、彼らこそ真の意味でのタラス騎兵である。これに対して、あるものは初めは投げ槍を放ち、そののち敵と交戦するが、その際、持っていた槍のうち一本を手元に残しておくか、あるいは幅広の直剣を用いて戦う。そして彼らは軽装兵と呼ばれる。

§4.7

Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν3 κοντοὺς φέρουσιν, καὶ ἐπελαύνουσιν ἐς τὸν τρόπον τὸν Ἀλανικὸν καὶ τῶν Σαυροματῶν, οἳ δὲ λόγχας ἔχουσι. σπάθη δὲ μακρὰ καὶ πλατεῖα ἀπήρτηται αὐτοῖς ἀπὸ τῶν ὤμων, καὶ θυρεοὺς πλατεῖς παραμήκεις φέρουσιν καὶ κράνος σιδηροῦν καὶ θώρακα πεπλεγμένον καὶ κνημῖδας σμικράς.

ローマ人においては、騎兵のあるものは重槍を携行し、アラン人やサルマタイ人の方式で突撃し、あるものは投げ槍(短槍)を持つ。彼らの肩からは長大で幅広の直剣が吊り下げられており、また幅広の長楕円形の盾、鉄の兜、鎖帷子、小さなすね当てを身に着けている。

§4.9

λόγχας δὲ ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι·4 συμπλακῆναι δὲ εἰ δεήσειεν ἐς χεῖρας ἐλθόντας, ταῖς σπάθαις μάχονται. οἳ δὲ καὶ πελέκεις μικροὺς φέρουσι πάντοθεν ἐν κύκλῳ ἀκωκὰς ἔχοντας.

彼らは槍を両様の用途のために携行している。すなわち、それが必要となった際に遠方から投擲するためと、接近して手で突いて戦うためである。しかし接近して白兵戦に至る必要が生じたならば、彼らは直剣で戦う。彼らのうちには、周囲全周に刃の付いた小型の戦斧を携行する者もいる。

構文注4 件
  1. 4.4τῆς προτέρας δὲ ἰδέας

    部分の属格(あるいは所属の属格)。直前で言及された2大区分のうちの前者、すなわち敵の陣形に近接して戦う「槍騎兵 (δορατοφόροι)」の部類を指し、後続の主語「あるものは(οἳ μέν)…あるものは(οἳ δέ)」がこの属格句から分肢として取り出されている。

  2. 4.6ἓν ὧν ἔσχον

    関係代名詞の格の牽引(attraction)。先行詞 ἕν [ἐκείνων] における省略された代名詞の属格 ἐκείνων に関係代名詞が同化して ὧν となっている(元の構文は ἓν [ἐκείνων] ἃ ἔσχον「彼らが持っていたもののうちの1本」)。

  3. 4.7Ῥωμαίοις δὲ οἱ ἱππῆς οἳ μέν

    Ῥωμαίοις は関係または所持の与格(「ローマ人においては」)。οἱ ἱππῆς と οἳ μέν ... οἳ δέ は部分全体同格(partitive apposition / σχῆμα καθʼ ὅλον καὶ μέρος)を成しており、全体の主語 οἱ ἱππῆς が置かれた直後にその構成部分を示す οἳ μέν が配されている。

  4. 4.9ἐς ἀμφότερα φέρουσι, καὶ ἀκοντίσαι μακρόθεν, ὁπότε τούτου δέοι, καὶ ἐγγύθεν ἐκ χειρὸς ἀπομάχεσθαι

    不定詞句 καὶ ἀκοντίσαι ... καὶ ... ἀπομάχεσθαι は、前置詞句 ἐς ἀμφότερα(両方の用途のために)の内容を具体的に展開する説明的同格(または目的・結果)の不定詞構文である。ὁπότε τούτου δέοι は過去の反復または潜在的な条件を示す希求法を伴う時間節。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:4.1-4.9