- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:36.1-36.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演壇前で半数の騎兵が「亀甲隊形」を組んで盾を構え、残りの半数が直進突進しながらその盾めがけて投槍を連続して浴びせ、右旋回して離脱する演習の手順が詳述される。
ὁμοῦ δὲ ἥ τε ἐπέλασις αὐτοῖς ἀποπαύεται καὶ κατὰ τὰ ἀριστερὰ τοῦ βήματος ὑπομένουσιν ἐπάλληλοι ἱππῆς, τὰς μὲν κεφαλὰς τῶν ἵππων ἐς τοὐπίσω ἀποστρέψαντες, τοὺς θυρεοὺς δὲ πρὸ τῶν νώτων τῶν σφετέρων καὶ πρὸ τῶν ἱππείων νώτων προβεβλημένοι. καὶ ἡ τάξις αὕτη, καθάπερ ὁ συνασπισμὸς τῶν πεζῶν, χελώνη ὀνομάζεται.
そして突進が終わると同時に、騎兵たちは演壇の左手に互いに密集して留まり、馬の頭を後方に向け、大盾を自らの背中と馬の背の前に差し出す。そしてこの隊形は、歩兵の密集盾陣と同様に、亀甲隊形と呼ばれる。
δύο δὲ ἱππῆς, τοῦδε τοῦ στοίχου διέχοντες ὅσον ἐκδρομὰς παρέχειν τοῖς φιλίοις ἱππεῦσι, προβέβληνται πρὸ τοῦ δεξιοῦ κέρως τῆς χελώνης, τοῦ ἐκδέχεσθαι1 τοὺς ἐξακοντισμοὺς τῶν ἐπʼ εὐθὺ ἐπελαυνόντων.
また二名の騎兵が、味方の騎兵に出撃の余地を与えるだけの距離をこの列からあけて、亀甲隊形の右翼の前に配置され、直進して突進してくる者たちの投槍を受け止める。
οὕτω μὲν οἱ ἡμίσεες τῶν ἱππέων πεφραγμένοι ἵστανται ἐς προβολήν· ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι,2 οἱ ἡμίσεες αὖ ἐπελαύνουσιν, ὡς πλεῖστα καὶ συνεχέστατα ἀκόντια ἐξακοντίζοντες, πρῶτος ὁ πρῶτος κατʼ ἀρετήν, καὶ ἐπὶ τούτῳ ὁ δεύτερος, καὶ οἱ ἐφεξῆς ὡσαύτως.
このようにして騎兵の半数が防備を固めて防御の構えをとって立つ。そしてラッパで合図がなされると、残りの半数が今度は突進し、可能な限り多くの槍を極めて連続して投げ放つ。武勇において第一の者が先頭に、これに次いで第二の者が、そして続く者たちも同様に行う。
τὸ δὲ κάλλος τοῦ δρωμένου ἐν τῷδε ἐστίν, ὅστις ὅτι πλεῖστα καὶ συνεχέστατα ἀκόντια, ὀρθῷ ἐπελαύνων τῷ ἵππῳ, ἐς τοὺς δύο τοὺς προβεβλημένους πρὸ τοῦ [ἀριστεροῦ] κέρως τῆς χελώνης κατὰ αὐτῶν τῶν ὅπλων ὡς μάλιστα τύχοι ἀκοντίσας.3
そしてこの演習の美点は、真っ直ぐに馬を駆りながら、亀甲隊形の[左]翼の前に出ている二名に対し、まさにその盾めがけて可能な限り多く連続して槍を投じて命中させることにある。
ἐπελάσαντες δὲ ἐπʼ εὐθύ, ἐγκλίνουσιν αὖ ἐς τὰ πλάγια ὡς ἐς κύκλον ἐπιστρέφοντες. ἡ ἔγκλισις δὲ αὐτοῖς ἐπὶ τὰ δεξιὰ σφῶν γίγνεται· οὕτω γὰρ τῷ τε ἀκοντίζειν οὐδὲν ἐμποδὼν ἵσταται, καὶ οἱ θυρεοὶ προβέβληνται πρὸ τῶν ἀκοντιζόντων ἐν τῇ ἐπελάσει.
そして直進して突進したのち、彼らは再び円を描くように旋回して側面へと方向を変える。そしてその転回は彼らの右側へと行われる。そうすれば槍を投げることには何の障害も立ちはだからず、突進のあいだ大盾が槍を投じる者たちの前方にあって防御となるからである。
- 36.2τοῦ ἐκδέχεσθαι
中性冠詞属格 τοῦ を伴う不定詞句で、目的(〜するために)を表す。古典期以降・ヘレニズム期に頻出する目的属格不定詞の用法。
- 36.3ἐπὰν δὲ σημήνῃ τῇ σάλπιγγι
軍事文脈における非人称表現(または暗黙の主語 ὁ σαλπιγκτής「ラッパ手」の省略)で、「ラッパで合図がなされると」の意。与格 τῇ σάλπιγγι は手段・道具の与格。
- 36.4ἐν τῷδε ἐστίν, ὅστις ... τύχοι ἀκοντίσας
ἐν τῷδε の指示内容を関係詞節 ὅστις ... 以下が展開する構文。アオリスト希求法 τύχοι に分詞 ἀκοντίσας が後続し、τυγχάνω +分詞で「槍を投げて命中させる(成功する)」を意味する。
