- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:34.1-34.7
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
騎兵訓練の会場となる正方形の馬場の整備方法が述べられ、次いで参加する騎兵たちの豪華な兜、面具、羽飾り、盾、チュニック、ズボン、および馬の前頭防具が詳細に描写される。
τὸ μὲν χωρίον, ἵναπερ τὰ γυμνάσια αὐτοῖς τελεῖται, οὐχ ὁμαλὸν ἐπιλέγονται μόνον, ἀλλʼ ἐς τοσόνδε προσεξεργάζονται, ὥστε σκάπτειν τε τὸ μέσον αὐτοῦ ἐς βάθος σύμμετρον καὶ τὰς βώλους συγκόπτειν ἐς λεπτότητά τε καὶ μαλθακότητα, ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα.1
彼らは、訓練が行われる場所をただ平坦に選ぶだけでなく、その中央を適度な深さに掘り、土塊を細かく柔らかく砕くまでに念入りに整備し、平原全体のうち演壇の前を等辺四角形(正方形)の形に区画する。
αὐτοὶ δὲ ὡπλισμένοι παριᾶσι κράνεσι μὲν σιδηροῖς ἢ χαλκοῖς κεχρυσωμένοις, ὅσοι κατʼ ἀξίωσιν αὐτῶν διαπρεπεῖς ἢ καθʼ ἱππικὴν διαφέροντες, ὡς καὶ αὐτῷ τούτῳ ἐπάγειν ἐπὶ σφᾶς τῶν θεωμένων τὰς ὄψεις.
彼ら自身は武装して進み出るが、自らの威厳において傑出している者や、馬術において秀でている者たちは、まさにそのことによっても見物人たちの視線を自らに引きつけるべく、鉄製または鍍金された青銅の兜を身につけている。
τὰ κράνη δὲ ταῦτα οὐ καθάπερ τὰ ἐς μάχην πεποιημένα πρὸ τῆς κεφαλῆς καὶ τῶν παρειῶν προβέβληται μόνον, ἀλλʼ ἴσα πάντη τοῖς προσώποις πεποίηται τῶν ἱππέων, ἀνεῳγότα κατὰ τοὺς ὀφθαλμούς, ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει.2
これらの兜は、実戦用に作られたもののように頭部と頬の前だけを覆うのではなく、騎兵たちの顔の全面にぴったり合うように作られており、視界を遮ることなく目を保護する程度に、目の部分が開けられている。
χαῖται δὲ ἀπήρτηνται αὐτῶν ξανθαί, οὐκ ἐπὶ χρείᾳ μᾶλλόν τι ἢ ἐς κάλλος τοῦ ἔργου· καὶ αὗται ἐν ταῖς ἐπελάσεσιν τῶν ἵππων, εἰ καὶ ὀλίγη πνοὴ τύχοι, ἡδίους φαίνονται ἀπαιωρούμεναι.
また兜からは金色の飾り毛が垂れ下がっているが、実用のためというよりはむしろ見た目の美しさのためである。これらは馬が突進する際、わずかな微風でもあれば、揺れ動いていっそう心地よく見える。
καὶ θυρεοὺς δὲ φέρουσιν, οὐχ οὕσπερ ἐς τὰς μάχας, ἀλλὰ τῷ βάρει κουφοτέρους, ἅτε ἐπʼ ὀξύτητι καὶ κάλλει τὰς μελέτας ποιούμενοι, καὶ ἐς ἡδονὴν πεποικιλμένους· ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια,3ἴσα καὶ ὅμοια τοῖς θώραξιν, τὴν δὲ χρόαν οἳ μὲν κόκκου, οἳ δὲ ὑακίνθου, οἳ δὲ ἄλλῃ καὶ ἄλλῃ πεποικιλμένα·
また彼らは盾を携えるが、実戦用のそれではなく、敏捷さと美しさを期して訓練を行うため、重量においてより軽く、見て楽しいように華麗に装飾されている。そして鎧の代わりには、鎧と同じ寸法と形状のキンメリア風のチュニックを、色合いについてはある者は緋色のもの、ある者はヒヤシンス色のもの、ある者は様々に彩られたものを身につける。
ἀναξυρίδας δὲ περὶ τοῖν σκελοῖν, οὐ καθάπερ Παρθυαῖοι καὶ Ἀρμένιοι κεχαλασμένας, ἀλλὰ προσεσφιγμένας τοῖν σκελοῖν. ἵπποι δὲ αὐτοῖς προμετωπιδίοις μὲν ἐς ἀκρίβειαν πεφραγμένοι εἰσί, παραπλευριδίων δὲ οὐδὲν δέονται· ἀσίδηρα γὰρ ὄντα τὰ ἐπὶ τῇ μελέτῃ ἀκόντια τοὺς μὲν ὀφθαλμοὺς τῶν ἵππων κακόν τι ἂν ἀπεργάσαιτο, ταῖς πλευραῖς δὲ αὐτῶν ἄλλως τε καὶ τοῖς ἐφιππίοις τὸ πολὺ μέρος σκεπομέναις ἀβλαβῆ προσπίπτει. πρῶτον μὲν δὴ ἐπέλασις αὐτοῖς ἐς τὸ ἀποδεδειγμένον
また両脚にはズボンを穿くが、パルティア人やアルメニア人のようにだぶついたものではなく、両脚にぴったりと密着したものである。馬たちも額当てによって厳密に防護されているが、脇当てはまったく必要としない。演習用の投げ槍は鉄の穂先がないものであり、馬の目には何らかの危害を及ぼしうるかもしれないが、とりわけ鞍敷によって大部分が覆われている馬の脇腹には当たっても無害だからである。さて、まず彼らは指定された場所へと突進し、
- 34.1ἀποτεμνόμενοι τοῦ παντὸς πεδίου τὸ πρὸ τοῦ βήματος ἐς πλαισίου ἰσοπλεύρου σχῆμα
分詞 ἀποτεμνόμενοι は先行する動詞(σκάπτειν や συγκόπτειν)の主語の動作を補足し、手段または付帯状況を表す。τοῦ παντὸς πεδίου は分離・部分の属格で「平原全体から切り離して」、τὸ πρὸ τοῦ βήματος(演壇の前の区域)がその直接目的語。πλαισίου ἰσοπλεύρου σχῆμα は等辺の四角形、すなわち正方形の区画を指す。
- 34.3ὅσον μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα σκέπην παρέχειν τῇ ὄψει
ὅσον は程度・制限を表す構文で、不定詞 σκέπην παρέχειν(保護を提供する)を伴い「〜する限度において」を意味する。分詞句 μὴ ἐπίπροσθεν τοῦ ὁρᾶν γιγνόμενα は付帯条件をなし、「見ることの障害とならないように」という否定的条件を示す。
- 34.5ἀντὶ δὲ τῶν θωράκων Κιμμερικὰ χιτώνια
前の節の動詞 φέρουσιν(携える、身につける)が共通して掛かるか、あるいは動詞(ἐνδύονται 等)の省略による統語構造。対格の Κιμμερικὰ χιτώνια と続く ἀναξυρίδας は、武装の項目を列挙する目的語として配置されている。
