- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:28.1-28.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
行軍の二大基本形態である縦隊行軍と横隊行軍の定義と区別を述べ、敵の脅威の方角に応じた警戒面数(一面から四面)およびファランクスの列層数による編成を論じる。
ἐκεῖνο χρὴ ἐνθυμεῖσθαι, ὅτι ἣ μέν τις ἐπαγωγὴ ἐν ταῖς πορείαις ἣ δὲ1 παραγωγὴ καλεῖται.
次のことを銘記すべきである。すなわち、行軍においては一方は縦隊行軍、他方は横隊行軍と呼ばれるということである。
καὶ ἐπαγωγὴ μέν ἐστιν, ἐπειδὰν τάγμα τάγματι ἐπʼ εὐθὺ ἕπηται, οἷον ἡγουμένης τετραρχίας αἱ λοιπαὶ τετραρχίαι ταύτῃ ἐπιτεταγμέναι πορεύωνται, ἢ αὖ ξεναγίας ἡγουμένης αἱ λοιπαὶ ξεναγίαι ἕπωνται, ἑνί τε λόγῳ, ἐπειδὰν τοῦ προηγουμένου τάγματος τοῖς οὐραγοῖς οἱ τοῦ ἐφεξῆς τάγματος ἡγεμόνες συνάπτωσιν.
そして縦隊行軍とは、部隊が部隊の後に直線状に続く場合であり、たとえば一つのテトラルキアが先導して残りのテトラルキアがこれに続いて行軍する場合、あるいはまた一つのクセナギアが先導して残りのクセナギアが追随する場合、一口に言えば、先行する部隊の最後尾に次の部隊の先頭が接する場合である。
παραγωγὴ δʼ ἐστίν, ἐπειδὰν ἡ φάλαγξ πᾶσα πορεύηται τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη.2 κἂν μὲν ἐκ τῶν εὐωνύμων ποιήσηται, εὐώνυμος παραγωγὴ καλεῖται, ἂν δὲ ἐκ τῶν δεξιῶν, δεξιά.
他方、横隊行軍とは、全ファランクスが先頭の指揮官たちを左翼または右翼のいずれかに配して行軍する場合である。そして左翼に配した場合は左横隊行軍と呼ばれ、右翼に配した場合は右横隊行軍と呼ばれる。
ὅπως δʼ ἂν ἡ πορεία γίγνηται, εἴτε κατʼ ἐπαγωγὴν εἴτʼ ἐν παραγωγῇ, ἤτοι ἐν μονοπλεύρῳ τῷ τάγματι ἡ στρατιὰ βαδιεῖται, ἢ ἐν διπλεύρῳ ἢ ἐν τριπλεύρῳ ἢ ἐν τετραπλεύρῳ· μονοπλεύρῳ μέν, ἐπειδὰν ἕνα τόπον ὕποπτον ἔχῃ ὁ στρατηγός· διπλεύρῳ δέ, ἐπειδὰν δύο· τριπλεύρῳ δέ, ἐπειδὰν τρεῖς· τετραπλεύρῳ δέ, ἐπειδὰν πάντοθεν οἱ πολέμιοι ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι.3 καὶ μὴν ποτὲ μὲν ἐν μονοφαλαγγίᾳ ἡ πορεία γίγνεται, ποτὲ δὲ ἐν διφαλαγγίᾳ, καὶ ὡσαύτως ἐν τριφαλαγγίᾳ τε καὶ τετραφαλαγγίᾳ. καὶ ταῦτα οὐ χαλεπὸν συμβάλλειν ἀπὸ τῶν πρόσθεν τάξεων.
行軍がどのようになされるにせよ、縦隊行軍であれ横隊行軍であれ、軍隊は単面陣形で進むか、二面陣形、三面陣形、あるいは四面陣形で進むことになる。単面陣形は、将軍が警戒すべき方角を一つ抱える場合であり、二面は二つ、三面は三つの場合、四面は敵があらゆる方角から襲撃してくる公算が高いと思われる場合である。さらにまた、ある時は単一ファランクスで行軍がなされ、ある時は二重ファランクスで、同様に三重ファランクスや四重ファランクスでもなされる。そしてこれらを以前に述べた陣形編成から類推することは困難ではない。
- 28.1ἣ μέν τις ... ἣ δέ
関係代名詞の形態(気息記号とアクセント)を帯びているが、ここでは指示代名詞(ἡ μέν ... ἡ δέ)として機能し、「一方は〜、他方は〜」と対比を表す用法である。
- 28.3τοὺς ἡγεμόνας ἤτοι ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν ποιησαμένη
動詞 ποιέομαι の分詞が τοὺς ἡγεμόνας を目的語にとり、前置詞句 ἐκ τῶν εὐωνύμων ἢ ἐκ τῶν δεξιῶν を述語的位置に補語として伴う構文。「指揮官たちを左翼または右翼に配置して」の意。
- 28.5ἐπιστήσεσθαι πιθανοὶ δοκῶσι
対格不定詞を従える非人称構文(δοκῇ πιθανὸν εἶναι τοὺς πολεμίους ἐπιστήσεσθαι)に代わる人称構文。主語 οἱ πολέμιοι が主動詞 δοκῶσι および形容詞 πιθανοί の主格主語となり、未来不定詞 ἐπιστήσεσθαι(襲撃するだろう)を伴って「敵が襲来する可能性が高いと思われる」を意味する。
