- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:23.1-23.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
反転行進の二大分類(縦隊・横列)とそれぞれに属する三様式(マケドニア式・ラコニア式・クレタ式)の動作定義が示され、さらに敵の接近度に応じた大隊単位の転換手順が述べられる。
δὲ κατὰ ζυγά. τούτων δὲ αὖ ἑκατέρα τριχῆ νενέμηται. ὃ μὲν γάρ τις ἐξελιγμὸς Μακεδών, ὃ δὲ Λάκων, ὃ δὲ Κρητικὸς ὀνομάζεται· τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον.1
横列によるものである。そしてこれらのおのおのがさらに三つに分かたれている。というのも、ある反転行進はマケドニア式、別のはラコニア式、また別のはクレタ式と呼ばれるからである。しかし私は、これと同じものがペルシア式とも合唱式とも呼ばれているのを目にする。
Μακεδὼν μὲν οὖν ἐστιν ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον, ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν· Λάκων δὲ ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον, καὶ ὡσαύτως ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν. ὁ δὲ Κρητικός τε καὶ Περσικὸς ὀνομαζόμενος τὸν αὐτὸν μὲν ἐπέχειν ποιεῖ τόπον τῆς φάλαγγος τὸ πᾶν σύνταγμα, τῶν δʼ ἐν μέρει ὁπλιτῶν ἕκαστον ἀνθʼ οὗ πρότερον ἐπεῖχεν τόπου ἕτερον μεταλαμβάνειν, τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ,2 καὶ ἀντὶ τῆς κατὰ πρόσωπον ἐπιφανείας τὴν κατόπιν.
さて、マケドニア式とは、方陣の前方の場所を占め、正面の向きの代わりに後方を向くものである。他方、ラコニア式とは、方陣の後方の場所を占め、同様に正面の向きの代わりに後方を向くものである。そしてクレタ式ともペルシア式とも呼ばれるものは、部隊全体としては方陣の同じ場所を占めさせつつも、個々の重装歩兵の各人には、以前に占めていた場所の代わりに別の場所を占めさせるものであり、すなわち隊長は殿の場所を、殿は隊長の場所を占め、正面の向きの代わりに後方を向くのである。
οἱ δὲ δὴ κατὰ ζυγὰ ἐξελιγμοὶ γίγνονται ἐπειδὰν ἐπὶ τῶν ἀποτομῶν βουληθῇ τις τὰ κέρατα καθιστάναι, τὰς δὲ ἀποτομὰς ἐπὶ τῶν κεράτων, καὶ τὸ μέσον τῆς πάσης φάλαγγος ἀποτελέσαι καρτερόν· ὡσαύτως δὲ καὶ τὰ δεξιὰ ἐν τοῖς εὐωνύμοις καθίστησι, καὶ τὰ εὐώνυμα ἐν τοῖς δεξιοῖς.
一方、横列による反転行進は、誰かが翼部を分割点に、分割点を翼部に配置し、方陣全体の中心を強固に仕上げようと望むときに行われる。同様に右翼を左翼に、左翼を右翼に配置するのである。
εἰ δὲ μὴ παρέχοι3 κατὰ μείζω μέρη τῆς φάλαγγος ἐξελιγμοὺς ποιήσασθαι, πελαζόντων ἤδη τῶν πολεμίων, δέοι δὲ ἐξελίξαι τὴν τάξιν, τότε δὴ κατὰ συντάγματα ἐξελίσσουσι.
しかし、敵がすでに接近して方陣のより大きな区分ごとに反転行進を行う余裕がなく、それでも陣形を反転させなければならない場合には、そのときにこそスンタグマ(大隊)ごとに反転させるのである。
- 23.1τὸν αὐτὸν δὲ τοῦτον καλούμενον εὑρίσκω καὶ Περσικὸν καὶ χόριον
動詞 εὑρίσκω に分詞 καλούμενον が補足分詞(あるいは述語分詞)として結びつき、「これと同じものが〜とも呼ばれているのを私は見出す」という構造を成す。καὶ Περσικὸν καὶ χόριον は καλούμενον に対する述語対格である。
- 23.4τὸν μὲν λοχαγὸν τὸν τοῦ οὐραγοῦ, τὸν δὲ οὐραγὸν τὸν τοῦ λοχαγοῦ
直前の不定詞句 μεταλαμβάνειν(代わって占める)の統語関係を受けており、冠詞 τὸν の後に名詞 τόπον(場所)が省略された対格句である。すなわち「隊長は殿の場所を、殿は隊長の場所を」交代して占めることを表す。
- 23.6εἰ δὲ μὴ παρέχοι
動詞 παρέχοι は非人称的(「状況が許す」「機会がある」の意)に用いられ、後続の不定詞 ποιήσασθαι を主語的または目的語的に取る。挿入された独立属格句 πελαζόντων ἤδη τῶν πολεμίων(敵がすでに接近しており)がその理由を示す。
