- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:21.1-21.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
歩兵個人の基本動作である向き変え(槍側・盾側)および反転を定義し、さらに部隊全体が一丸となって軸を中心に方向を変える旋回、復回、周回、反周回、縦列整頓の各動作を具体的に解説する。
κλίσις μὲν δή ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, καὶ τῆς κλίσεως ἐπὶ δόρυ μὲν καλεῖται ἡ ἐς τὰ δεξιά, ἵναπερ τὸ δόρυ ἐστὶ τῷ ὁπλίτῃ, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπὶ τὰ λαιά, ἵνα φέρει τὴν ἀσπίδα.
向き変えとは兵士個々人の運動であり、向き変えのうち「槍の側へ」と呼ばれるのは右へのものであり、そこは重装歩兵にとって槍がある側である。また「盾の側へ」〔と呼ばれるの〕は左へのものであり、そこは盾を携えている側である。
καὶ εἰ μὲν ἁπλῆ ἡ κλίσις, ἐς τὰ πλάγια μόνον παράγει τὴν ὄψιν· εἰ δὲ διπλῆ γίγνοιτο, ἀποστρέφει τὴν ὄψιν ἐς τὸ κατόπιν. τουτὶ δὲ ἤδη μεταβολὴ καλεῖται.
そして向き変えが単一であるなら、視線を側面にのみ向けさせるが、二重になされるならば、視線を後方へと向ける。そしてこれはもはや反転と呼ばれる。
ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν,1 καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος,2 καὶ μεταλαβόντος τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν, διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν.3
旋回とは、全隊形を左右の隣人および前後の相棒に即して引き締めたうえで、あたかも一人の人間の身体のように槍の側あるいは盾の側へと傾けるときのものであり、それはあたかも大隊全体が軸となる隊長を中心として回転し、前方の場所と右からの正面を新たに占めるかのようであり、そのさい各自にとって前後の相棒も左右の隣人もそのまま保たれる。
ἀναστροφὴ δέ ἐστιν ἡ ἀποκατάστασις τῆς ἐπιστροφῆς ἐς τὴν προτέραν χώραν. περισπασμὸς δὲ καλεῖται ἡ ἐκ δυοῖν ἐπιστροφαῖν τοῦ τάγματος κίνησις, ὡς μεταλαβεῖν τὸν ὀπίσω τόπον·
復回とは、旋回を以前の場所へと復帰させることである。周回と呼ばれるのは、後方の場所を占めるように大隊が二度の旋回によって行う運動である。
ἐκπερισπασμὸς δὲ ἡ ἐκ τριῶν ἐπιστροφῶν συνεχῶν τοῦ παντὸς κίνησις, ὡς μεταλαβεῖν, εἰ μὲν ἐπὶ δόρυ γίγνοιτο, τὴν ἐξ ἀριστερῶν ἐπιφάνειαν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὴν ἐκ δεξιῶν. στοιχεῖν δὲ λέγεται τὸ ἐπʼ εὐθείας ἰέναι τῷ λοχαγῷ
反周回とは、もし槍の側になされるならば左からの正面を、盾の側になされるならば右からの正面を占めるように、全体が三度連続して行う旋回による運動である。また縦列を整えることとは、隊長と一直線に進むことと言われる。
- 21.3ἐπιστροφὴ δέ ἐστιν, ἐπειδὰν τὸ πᾶν σύνταγμα πυκνώσαντες κατὰ παραστάτην καὶ ἐπιστάτην καθάπερ ἑνὸς ἀνδρὸς σῶμα ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα ἐγκλίνωμεν
ἐπιστροφή の定義節において、述語部分が ἐπειδὰν ... ἐγκλίνωμεν という時間・条件節の形式をとる構造。主節の述語補語となる名詞句を置く代わりに、接続詞 ἐπειδάν を伴う接続法節によって具体的な動作の生起状況を記述している。
- 21.3καθάπερ ἐπὶ κέντρῳ τῷ λοχαγῷ παντὸς τοῦ τάγματος περιελιχθέντος
比況の接続詞 καθάπερ に導かれた属格独立構文(παντὸς τοῦ τάγματος περιελιχθέντος)。前置詞句 ἐπὶ κέντρῳ τῷ λοχαγῷ は「中心軸である隊長を中心にして」の意で、τῷ λοχαγῷ は κέντρῳ に対する同格的与格である。
- 21.3διαμενόντων ἑκάστῳ τῶν τε ἐπιστατῶν καὶ παραστατῶν
分詞 διαμενόντων と主格相当の主語 τῶν τε ἐπιστατῶν καὶ παραστατῶν からなる属格独立構文。ἑκάστῳ は関心の与格(各兵士にとって)として機能し、旋回運動中も各員の隊形内での相対的配置(前後および左右の相棒関係)が不変であることを表す。
