← アッリアノス

戦術

§19.1-19.6

戦車と戦象の衰退および詳述割愛の理由

著者は戦車および戦闘象の編制や呼称の詳述を、それらが古代の遺物として実戦から廃れていることを理由に割愛し、かつて戦車を用いた諸民族(ブリタニア人、ペルシア人、トロイア戦争の英雄たち、キュレネ人)と象の衰退について概括する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19.1

τάξεις καὶ τὰ ὀνόματα τῶν τάξεων καὶ τὰς ἡγεμονίας καὶ τὰ τούτων αὖ ὀνόματα ἐπεξιέναι ματαίου πόνου εἶναί μοι ἔδοξεν,1 ὅτι ἐκλελειμμένα ἐκ παλαιοῦ ἤδη λέξειν ἔμελλον.

部隊編成、それらの編成の名称、指揮官の職位、またそれらの名称を詳述することは、すでに古くから廃れてしまった事柄を語ることになるであろうから、私には無駄な骨折りであると思われた。

§19.2

Ῥωμαῖοι μὲν γὰρ οὐδὲ ἐπήσκησάν ποτε τὴν ἀπὸ τῶν ἁρμάτων μάχην, οἱ βάρβαροι δὲ οἱ μὲν Εὐρωπαῖοι οὐδὲ αὐτοὶ διεχρήσαντο ἅρμασιν, πλήν γε δὴ οἱ ἐν ταῖς νήσοις ταῖς Βρεττανικαῖς καλουμέναις. οὗτοι γὰρ συνωρίσι τὸ πολὺ χρῶνται ἵππων καὶ σμικρῶν καὶ πονηρῶν, οἱ δίφροι δὲ αὐτοῖς ἐπιτήδειοί εἰσιν ἐς τὸ ἐλαύνεσθαι κατὰ χωρίων παντοίων.

というのも、ローマ人は戦車による戦闘を決して習練しなかったし、異民族のうちヨーロッパの者たちもまた戦車を用いなかった。いわゆるブリタニア諸島に住む者たちを除いてはである。彼らは大抵、小さく質の劣る馬の二頭立てを用い、その戦車はあらゆる地形を駆けるのに適している。

§19.4

τῶν δὲ Ἀσιανῶν πάλαι μὲν Πέρσαι ἐπήσκησαν τὴν τῶν δρεπανηφόρων τε ἁρμάτων καὶ καταφράκτων ἵππων διφρείαν, ἀπὸ Κύρου ἀρξάμενοι, ἔτι δὲ πρὸ τούτων οἱ σὺν Ἀγαμέμνονι Ἕλληνες καὶ οἱ σὺν Πριάμῳ Τρῶες τὴν τῶν ἀφράκτων.2 καὶ Κυρηναῖοι δʼ ἐπὶ πολὺ ἀπὸ ἁρμάτων ἐμάχοντο.

アジアの者たちのうちでは、昔ペルシア人がキュロスを嚆矢として、鎌付き戦車と装甲馬による戦車術を習練し、さらに彼ら以前には、アガメムノン率いるギリシア人やプリアモス率いるトロイア人が無装甲の戦車術を習練した。またキュレネ人も長く戦車から戦った。

§19.6

ἀλλὰ σύμπαντα ταῦτα τὰ ἐπασκήματα ἐκλέλειπται, καὶ ἡ τῶν ἐλεφάντων δὲ χρεία ἡ ἐς τούς πολέμους ὅτι μὴ3 παρʼ Ἰνδοῖς τυχὸν ἢ τοῖς ἄνω Αἰθίοψιν καὶ αὕτη ἐκλέλειπται.

しかし、これらすべての慣行は廃れてしまっており、戦争における象の運用もまた、おそらくインド人や奥地のエチオピア人における場合を除いては、同様に廃れてしまっているのである。

構文注3 件
  1. 19.1ματαίου πόνου εἶναί μοι ἔδοξεν

    不定詞 ἐπεξιέναι(主語)に対し、述語として属格 ματαίου πόνου が置かれた記述の属格(あるいは所属の属格)の構文。「〜することは無駄な労苦(の範疇)に属する」を表す。

  2. 19.5τὴν τῶν ἀφράκτων

    前文の τὴν τῶν δρεπανηφόρων τε ἁρμάτων καὶ καταφράκτων ἵππων διφρείαν(戦車術)を承けており、女性名詞 διφρείαν(または ἁρμάτων と並行する表現)が省略されている。「無装甲の(馬や戦車による)戦車術」を意味する対格。

  3. 19.6ὅτι μὴ

    「〜を除いて(except)」を意味する慣用的表現。通常 εἰ μή や πλήν と同義で用いられ、ここでは戦象の運用が廃れたことに対する例外としてインド人や上流エチオピア人を挙げている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:19.1-19.6