- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg005.humanitext-grc2:14.1-14.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
著者は軽装歩兵部隊の編制単位(小隊からエピタグマまで)の名称、それぞれの兵員数、および付属する役職・指揮官の構成を詳述する。
τὸν δὲ ἀριθμὸν τάξεώς τε ἑκάστης καὶ τὰ ὀνόματα αὐτῆς τε καὶ τῶν ἡγουμένων ἤδη λεκτέον.
さて、各部隊の員数、および部隊そのものとその指揮官たちの呼称について、直ちに述べるべきである。
πρῶτα μὲν δὴ ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν,1 εἰ σύμμετροι ἔσονται πρὸς τὸ ἔργον, καὶ τοὺς λόχους αὐτῶν οὐχὶ ἑκκαίδεκα ἀνδρῶν χρὴ εἶναι ἀλλʼ ὀκτώ, ὥστε τοὺς χιλίους καὶ τέσσαρας καὶ εἴκοσι λόχους τὸν ἥμισυν ἀριθμὸν ἐκπιμπλάναι τῆς πεζικῆς φάλαγγος, καὶ εἶναι ἀνδρῶν ὀκτακισχιλίων καὶ ἑκατὸν καὶ δυοῖν ἐπὶ τοῖς ἐνενήκοντα. ὀνόματα δὲ αὐτῶν καὶ τάξεις αἵδε εἰσίν.
まず第一に、歩兵全体において、作戦の任に適うものであるならば、軽装歩兵は半数を占めるべきであると我々は主張する。そして彼らの小隊は16名からなるのではなく8名からなるべきであり、その結果、1024個の小隊が歩兵ファランクスの半数の人員を満たし、8192名となるのである。彼らの部隊の呼称と編制は以下の通りである。
οἱ τέσσαρες λόχοι τῶν ψιλῶν καλοῦνται σύστασις, καὶ εἰσὶν ἀνδρῶν δύο καὶ τριάκοντα· αἱ δὲ δύο συστάσεις πεντηκονταρχία, τεσσάρων καὶ ἑξήκοντα ἀνδρῶν· αἱ δὲ δύο πεντηκονταρχίαι ἑκατονταρχία ὀκτὼ καὶ εἴκοσιν ἀνδρῶν καὶ ἑκατόν.
軽装歩兵の4個小隊はシュスタシスと呼ばれ、32名からなる。2個シュスタシスはペンテコンタルキアであり、64名からなる。2個ペンテコンタルキアはヘカトンタルキアであり、128名からなる。
καθʼ ἑκάστην δὲ ἑκατονταρχίαν ἔκτακτοι ἄνδρες τέσσαρες ἔστων, σημειοφόρος καὶ σαλπιγκτὴς καὶ ὑπηρέτης καὶ στρατοκήρυξ. αἱ δὲ δύο ἑκατονταρχίαι εἰσὶ μὲν ἀνδρῶν ἓξ καὶ πεντήκοντα καὶ διακοσίων, καλεῖται δὲ τὸ σύνταγμα ψιλαγία· αἱ δὲ δύο ψιλαγίαι ξεναγία, δώδεκα ἀνδρῶν καὶ πεντακοσίων.
各ヘカトンタルキアには、定員外の兵員が4名、すなわち旗手、ラッパ手、従卒、軍使がいるものとする。2個ヘカトンタルキアは256名からなり、この編成単位はプシラギアと呼ばれる。2個プシラギアはクセナギアであり、512名からなる。
αἱ δὲ δύο ξεναγίαι, ἀνδρῶν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, σύστρεμμα καλεῖται. τὰ δὲ δύο συστρέμματα ἐπιξεναγία ὀνομάζεται, ὀκτὼ καὶ τεσσαράκοντα ἀνδρῶν καὶ δισχιλίων· αἱ δὲ δύο ἐπιξεναγίαι στῖφος, ἓξ καὶ ἐνενήκοντα ἀνδρῶν καὶ τετρακισχιλίων. τὰ δὲ δὴ δύο στίφη ἐπίταγμα ὀνομάζουσι, λόχων μὲν τεσσάρων καὶ εἴκοσι καὶ χιλίων, ἀνδρῶν δὲ ὀκτακισχιλίων ἑκατὸν ἐνενήκοντα δυοῖν ἐπόντοιν.2
2個クセナギアは、1024名からなり、シュストレンマと呼ばれる。2個シュストレンマはエピクセナギアと名付けられ、2048名からなる。2個エピクセナギアはステイフォスであり、4096名からなる。そして2個ステイフォスを人々はエピタグマと呼ぶが、これは1024個の小隊からなり、8192名となる。
δεῖ δὲ καὶ τούτοις συντετάχθαι ἄνδρας ὀκτὼ ἐπιλέκτους, ὧν τέσσαρες μὲν ἔσονται ἐπιξεναγοί, τέσσαρες δὲ συστρεμμάταρχοι. ὠφέλιμοι δʼ ἐν μάχῃ τοξόται τε καὶ ἀκοντισταὶ
また、これらに対して8名の選抜された兵員がともに配置される必要があり、彼らのうち4名はエピクセナゴス、4名はシュストレンマタルケースとなる。戦闘においては弓兵も投槍兵も有益であり、
- 14.2ἐπὶ τῶν πεζῶν ἡμίσεας τοὺς ψιλούς φαμεν χρῆναι ἔχειν
ἔχειν は主語なしの非人称的用法、あるいは「(軍隊や指揮官が)有する」という使役・能動的な含みを持つ不定詞で、全体として「軽装歩兵が(全体の)半数を占めるべきである」という比率関係を表す。ἐπί + 属格は範囲(「歩兵全体に関して」)を示し、ἡμίσεας は τοὺς ψιλούς の述語的対格として機能している。
- 14.5δυοῖν ἐπόντοιν
δυοῖν ἐπόντοιν は ἔπειμι(加わる・付加される)の現在分詞・男性属格・双数形 ἐπόντοιν が数詞 δυοῖν(2)と一致した形。数詞 8190 に「2が加わって」8192 になる数理的構造(8190 + 2)を付帯的・同格的に添えている。
