- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:16.1-16.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アッリアノスは、開けた場所に潜み猟犬と競走する優れた野兎の習性を述べ、真の狩猟とは捕獲ではなく競走そのものを楽しむことにあるとして自らの経験を語り、同名の先達クセノポンの見解に異論を唱える。
κράτιστοι δὲ τῶν λαγῶν οἱ ἐν τόποις περιφανέσιν καὶ ἀναπεπταμένοις τὰς εὐνὰς ἔχοντες· ὑπὸ θάρρους γὰρ οὐκ ἀποκρύπτουσιν σφᾶς, ἀλλὰ προκαλοῦνται, ἐμοὶ δοκεῖν, τὰς κύνας.
野兎の中で最も優れているのは、見晴らしがよく開けた場所に寝屋を持つものである。というのも彼らは、大胆さのゆえに身を隠そうとせず、私の思うところでは犬たちに挑戦状を叩きつけているからである。
οἱ δὲ αὐτοὶ οὗτοι ἐπειδὰν διώκωνται, οὐκ ἐπὶ τὰς νάπας φεύγουσιν οὐδὲ ἐπὶ τὰ ἄλση, εἰ καὶ πάνυ πλησίον τύχοι ὄντα, ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου,1 ἀλλʼ ἐς τὰ πεδία βιάζονται, ἐρίζοντες πρὸς τὰς κύνας. καὶ εἰ μὲν βραδεῖαι κύνες ἕποιντο αὐτοῖς, τοσοῦτον ὅσον διώκονται θέουσιν· εἰ δὲ ὠκεῖαι, ὅση δύναμις. πολλάκις δὲ ἤδη ἐς τὰ πεδία ἐκτραπέντες εἰ αἴσθοιντο ἐφομαρτοῦσαν κύνα ἀγαθήν, ὡς ἐπισκιάζεσθαι ὑπʼ αὐτῆς, θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας,2 ἢ εἴ που κατάδυσιν γιγνώσκοιεν. καὶ τοῦτο τεκμήριον ποιητέον ὅτι ἐκράτησεν ἡ κύων τοῦ λαγώ·
そしてこの同じ野兎たちは、追跡される段になると、渓谷や木立がいくら至近にあって危険から彼らを容易に救い出せるとしても、それらの方へと逃げ込むことはなく、平原へと力づくで進み出て、犬たちと張り合おうとする。そして、もし足の遅い犬たちが追ってくるなら、追われる限りの速さで走り、もし足の速い犬たちなら、全速力で走る。そしてしばしば、すでに平原へと進路を取った後、優れた犬が追いついてきてその影に覆われるほどに迫ったと察知すると、幾度も方向転換によって犬を振り切り、今度は渓谷へ、あるいはどこか隠れ処を知っていればそこへと針路を変えるのである。そしてこれこそ、犬が野兎を打ち負かした証拠とみなさねばならない。
οὐ γάρ τοι ἐπὶ τῷ ἁλῶναι τὸ θηρίον ἐξάγουσιν τὰς κύνας ἀλλʼ ἐς ἀγῶνα δρόμου καὶ ἅμιλλαν οἵ γε τῇ ἀληθείᾳ κυνηγετικοί. καὶ ἀγαπῶσιν εἰ ἐπιτύχοι ὁ λαγὼς τοῦ διασώσοντος, καὶ καταφυγόντα ἐς ἀκάνθας ἔστιν ὅτε ὀλίγας καὶ ἐπτηχότα καὶ ἀπαγορεύοντα ἰδόντες οἳ δὲ ἀνακαλοῦσιν τὰς κύνας, καὶ μάλιστα δή, εἰ καλῶς διαγωνίσαιτο. ὥστε πολλάκις ἤδη ἔγωγε ἐφʼ ἵππου ἐφομαρτῶν τῷ δρόμῳ καὶ ἁλόντι ἐπελθὼν ζῶντα ἀφειλόμην, καὶ ἀφελόμενος καὶ δήσας τὴν κύνα ἀφῆκα διαφυγεῖν τὸν λαγῶ. καὶ εἰ ὕστερος ἀφικόμην ἢ ὥστε διασῶσαι, ἔπαισα τὴν κεφαλήν, ὅτι ἀνταγωνιστὴν ἄρα ἀγαθὸν ἀπώλεσαν αἱ κύνες.
けだし、真の猟師たちは、獲物を捕らえるために犬を繰り出すのではなく、走りの競い合いと勝負のためにこそ繰り出すからである。そして彼らは、もし野兎が自らを救ってくれるものに巡り会えれば満足するのである。そして時には、野兎がわずかな藪へと逃げ込み、うずくまって疲労困憊しているのを見ると、彼らは犬たちを呼び戻す。とりわけ、野兎が見事な戦いぶりを見せた場合にはそうである。そのため私自身もこれまでに何度も、馬上で走りを追いかけ、捕らえられた野兎に駆け寄って生きたまま取り上げ、犬を縛ってから野兎を逃がしてやったことがある。また、もし救うには遅れて到着したときには、犬たちがかくも優れた対戦相手を殺してしまったことに頭を叩いて悔しがったものである。
καὶ τούτου μόνου ἕνεκα οὐ σύμφημι τῷ ἐμαυτοῦ ὁμωνύμῳ, ἀλλʼ εὑρισκόμενον μὲν ὅστις ἴδοι τὸ θηρίον καὶ διωκόμενον καὶ μεταθεόμενον, συγχωρῶ διότι ἐπιλάθοιτο ἂν εἴ του ἐρῴη· ἁλισκόμενον δὲ ἰδεῖν οὔτε ἡδὺ τὸ θέαμα ἀποφαίνω οὔτε ἐκπληκτικὸν ἀλλʼ ἀνιαρὸν μᾶλλον, καὶ οὐκ ἂν ἐπί γε τούτῳ ἐπιλαθέσθαι ἄν τινα εἴ του ἐρῴη.
そしてこの点においてのみ、私は自分と同名の人に同意しない。すなわち獲物が見つけ出され、追われ、追いかけられているのを見た者ならば誰であれ、たとえ誰かに恋焦がれていようとそれを忘れてしまうだろうということには同意するが、獲物が捕らえられる光景を目にすることは、快い見ものでも感嘆すべきものでもなく、むしろ痛ましいものであり、これを見たからといって誰かが恋を忘れるようなことはありえないと私は断言する。
ἀλλʼ ἐκείνῳ γε τῷ Ξενοφῶντι, οὐκ ἐγνωκότι τὰς ὠκείας κύνας, συγγνωστὸν εἰ καὶ ἁλισκόμενος λαγὼς μέγα θέαμα ἐφαίνετο.
しかし、かのクセノポンは俊足の犬を知らなかったのだから、野兎が捕らえられる光景さえ偉大な見ものに見えたとしても無理はない。
ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη·3 ὥστε κἂν ἄναυδον κύνα ῥῆξαι φωνήν, οὐ μεῖον ἤ, ὡς λόγος, τὸν Κροίσου υἱέα.
だが、追跡のさなかに犬たちが吠え立てることは、たとえ私がけしかけなくても極めて必然的なことだと分かっている。それゆえ、話に伝わるクロイソスの息子にも劣らず、声の出ない犬でさえ声をほとばしらせるほどなのである。
- 16.2ὥστε εὐμαρῶς ἀφελέσθαι αὐτοὺς τοῦ κινδύνου
結果節内の不定詞 ἀφελέσθαι(奪う、救い出す)の意味上の主語は、直前の νάπας や ἄλση(渓谷や木立)であり、対格 αὐτούς(野兎たち)を目的語、属格 τοῦ κινδύνου を分離の属格として取る(「それらが野兎たちを危険から容易に救い出せるとしても」)。野兎自身を主語と見なして中動態的に「自分たちを救い出す」と解する余地もあるが、他動詞として外的事物が対象を危険から引き離す構文と解するのが自然である。
- 16.3θαμινὰ ἐν τοῖς ἐξελιγμοῖς διαρρίψαντες αὐτὴν οἳ δὲ τρέπονται αὖ ἐπὶ τὰς νάπας
文頭の分詞句(ἐς τὰ πεδία ἐκτραπέντες)および条件節(εἰ αἴσθοιντο...)を受けた主節において、指示代名詞(冠詞の代名詞的用法)οἳ δέ が主語として挿入され、後続の現在動詞 τρέπονται と結びついている。先行する複数分詞(ἐκτραπέντες, διαρρίψαντες)から主動詞への照応を明確にするための再開的(resumptive)用法である。
- 16.8ἐφομαρτούσας δὲ τῷ δρόμῳ ἐπικλάζειν εἰ καὶ μὴ παρακελευσαίμην, οἶδα ὅτι πολλὴ ἀνάγκη
語順の倒置(hyperbaton)が見られる構造。主節の核は οἶδα ὅτι πολλὴ ἀνάγκη [ἐστίν] であり、文頭に対格分詞 ἐφομαρτούσας(犬たちを指す)を伴って置かれた不定詞 ἐπικλάζειν(吠え声を上げる)は、この非人称表現 ἀνάγκη ἐστίν の意味上の述部を構成している(「犬たちが追跡中に吠え立てることは必然であると知っている」)。
