← アッリアノス

狩猟について

§12.1-12.5

猟犬の運動の頻度と走らせる際の注意点

犬を平坦で清潔な場所へ1日数回連れ出して走らせるべきこと、同時に放す頭数は2頭が適切であり、多頭、成犬と幼犬、あるいは不和の犬同士を一緒に解き放ってはならないことが論じられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.1

προάγειν δὲ τὰς κύνας τοὐλάχιστον τετράκις ἐπὶ τῇ ἡμέρᾳ ἐς ὁμαλὸν χωρίον καὶ καθαρόν. ἐνταῦθα ἀφιέναι τοῦ δεσμοῦ, τῶν τε ἀναγκαίων ἕνεκα καὶ ἐς τὸ ἀποσκιρτᾶν καὶ διαθεῖν·

犬たちは、少なくとも1日に4回、平坦で清潔な場所へと連れ出すべきである。そこでは、排泄のため、また跳ね回ったり駆け回ったりさせるために、繋留を解くのがよい。

§12.2

εἰ δὲ ἀργοῦσαι ἀπὸ θήρας τύχοιεν, καὶ πλεονάκις τοῦτο δρᾶν. καὶ δύο ἐπιλύειν ἐν ταὐτῷ, ὥστε ἁμιλλωμένας καὶ παιζούσας ὁμοῦ μὲν εὐφραίνεσθαι ὁμοῦ δὲ γυμνάζεσθαι. πολλὰς δὲ μὴ λύειν ἐν ταὐτῷ· ἐμπίπτουσαι γὰρ ἀλλήλαις ἔστιν ὅτε μεγάλα κακὰ ἐργάζονται.

もし狩猟を休止している状況にあるならば、このことをより頻繁に行うべきである。そして同時に2頭を解き放つのがよい。そうすれば、互いに競い合って遊びつつ、喜びを得ると同時に鍛錬にもなる。しかし多数を同時に解き放ってはならない。互いに激突して、時には大怪我を引き起こすからである。

§12.4

ἀλλὰ μηδὲ σκληρὰν κύνα καὶ πεπηγυῖαν ἅμα τῇ σκυλακευομένῃ λυέτω· βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι,1 καὶ διώκουσά τε αἱρεῖ καὶ ἀποφεύγουσα ἀπολείπει εὐμαρῶς, ὥστε ἀθυμεῖν ἀνάγκη τὸ σκυλάκιον ἐν ἑκατέρῳ μεῖον φερόμενον.2

だが、硬く引き締まった成犬を、まだ育てられている途中の幼犬と一緒に解き放つこともしてはならない。成犬は相手にするには重く厄介であり、追う側になれば容易に追いつき、逃げる側になれば容易に引き離してしまうので、幼犬はそのどちらにおいても後れを取って落胆する必然があるからである。

§12.5

ἀλλὰ μηδὲ ὅσαι διεχθρεύουσιν ἀλλήλαις, μηδὲ ταύτας λύειν ὁμοῦ, ὡς μὴ λυμαίνωνται ἀλλήλας· εἰσὶν γάρ τοι κύνες ἐχθραὶ ἀλλήλαις καὶ ἄφιλοι, καθάπερ ἄνθρωποι, καὶ μάλιστα δὴ οἵ τε ἄρρενες τοῖς ἄρρεσιν καὶ αἱ θήλειαι ταῖς θηλείαις, τὸ πολὺ ὑπὸ φθόνου. καὶ οὐδὲ τούτων ἀμελῶς χρὴ ἔχειν.

また、互いに敵対し合っている犬たちも、決して一緒に解き放ってはならない。互いに害を及ぼし合わないためである。実際、犬たちも人間と同様に互いに敵意を抱き友愛を持たないことがあり、とりわけ雄は雄に対して、雌は雌に対して、大半は嫉妬からそうなる。これらのことについても、決してなおざりにしてはならない。

構文注2 件
  1. 12.4βαρεῖα γὰρ αὕτη καὶ ἀνιαρὰ συμφέρεσθαι

    不定詞 συμφέρεσθαι(中動態「対戦する」「相手をする」「伍する」)は、先行する2つの形容詞 βαρεῖα(重い、手ごわい)および ἀνιαρά(厄介な、辛い)を修飾・限定する補足不定詞(epexegetic infinitive)。「相手にするには手ごわく厄介である」の意をなす。

  2. 12.4ἐν ἑκατέρῳ μεῖον φερόμενον

    μεῖον φέρεσθαι は「後れを取る」「劣勢に立つ」「敗北を喫する」を意味する慣用表現(中動態 φέρεσθαι が比較級中性対格 μεῖον を伴う)。ἐν ἑκατέρῳ は直前で述べられた「追うこと(διώκουσα)」と「逃げること(ἀποφεύγουσα)」の双方を指す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg003.humanitext-grc2:12.1-12.5