← アッリアノス

インド誌

§34.1-34.12

王の疑念と憔悴したネアルコスの名乗り

地方の太守がネアルコスの無事を急報するが、いつまで経っても姿を見せないため王は欺瞞を疑い悲嘆に暮れる。一方、身なりが荒れ果てて使者たちに認知されなかったネアルコスとアルキアスは、自ら名乗り出て王の陣営へと向かう。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.1

ἐν ᾧ δὲ Νέαρχος ταῦτα ἐκόσμεε, τῆς χώρης ὁ ὕπαρχος πεπυσμένος ὅκως ἐν μεγάλῃ φροντίδι ἔχοι Ἀλέξανδρος τὰ ἀμφὶ τὸν στόλον τοῦτον, μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι,1 εἰ πρῶτός οἱ ἀπαγγείλειε τοῦ στρατοῦ τὴν σωτηρίην καὶ τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται2 ἐς ὄψιν τὴν τοῦ βασιλέος.

ネアルコスがこれらを整えている間に、この地方の太守は、アレクサンドロスがこの艦隊のことを深く気にかけていると知っていたので、もし自分が軍の無事と、ネアルコスがまもなく王の前に姿を現すだろうという知らせを王に最初に伝えるならば、アレクサンドロスから何か大いなる恩恵に浴することになろうと判断した。

§34.2

οὕτω δὴ τὴν βραχυτάτην ἐλάσας ἀπαγγέλλει Ἀλεξάνδρῳ ὅτι Νέαρχος οὗτος προσάγει ἀπὸ τῶν νεῶν. τότε μὲν δὴ καίπερ ἀπιστέων τῷ λόγῳ Ἀλέξανδρος, ἀλλὰ ἐχάρη γε κατὰ τὸ οἰκὸς τῇ ἀγγελίῃ·

そこで彼は最短の道を通って急行し、ネアルコスが船からこちらへ向かっているとアレクサンドロスに報告した。そのとき、アレクサンドロスはその話を疑いはしたものの、自然の情としてその知らせを大いに喜んだ。

§34.3

ὡς δὲ ἡμέρη τε ἄλλη ἐξ ἄλλης ἐγίνετο, καὶ συντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον3 οὐκέτι πιστὰ τὰ ἀπηγγελμένα ἐφαίνετο, πεμπόμενοί τε ἄλλοι ἐπʼ ἄλλοισιν ὡς ἐπὶ κομιδῇ τοῦ Νεάρχου οἳ μέν τινες ὀλίγον τῆς ὁδοῦ προελθόντες καὶ οὐδενὶ ἐγκύρσαντες κενοὶ ἐπανῄεσαν, οἳ δὲ καὶ πορρωτέρω ἐλθόντες καὶ διαμαρτόντες τῶν ἀμφὶ Νέαρχον, οὐδὲ αὐτοὶ ἐπανῄεσαν, ἐνθαῦτα δὴ τὸν μὲν ἄνθρωπον ἐκεῖνον, ὡς κενά τε ἀγγείλαντα καὶ λυπηρότερά οἱ τὰ πρήγματα ποιήσαντα τῇ ματαίῃ εὐφροσύνῃ, συλλαβεῖν κελεύει Ἀλέξανδρος, αὐτὸς δὲ τῇ τε ὄψι καὶ τῇ γνώμῃ δῆλος ἦν μεγάλῳ ἄχεϊ βεβλημένος.

しかし、日が次から次へと過ぎ去り、彼が知らせからの日数を勘定してみても、報告されたことがもはや信憑性を持つようには思えなくなると、またネアルコスを迎え護送するために次々と派遣された使者たちも、ある者たちは少しばかり道を進んだところで誰にも出会わずにむなしく戻り、またある者たちはさらに遠くまで進みながらネアルコス一行に行き会い損ねて戻りさえしなかったので、そこでアレクサンドロスは、あの男を、根拠のないことを告げて無益な喜びに浸らせたことで彼〔アレクサンドロス〕の境遇をより一層苦しいものにしたとして、捕縛するよう命じた。彼自身も、その面持ちや心情において、深い悲嘆に打ちひしがれていることが明らかであった。

§34.6

ἐν τούτῳ δὲ τῶν τινες κατὰ ζήτησιν τοῦ Νεάρχου ἐσταλμένων ἵππους τε ἐπὶ κομιδῇ αὐτοῦ καὶ ἀπήνας δὲ ἄγοντες ἐντυγχάνουσι κατὰ τὴν ὁδὸν αὐτῷ τε Νεάρχῳ καὶ Ἀρχίῃ, καὶ πέντε ἢ ἓξ ἅμα αὐτοῖσι.

その間に、ネアルコスを捜索するために派遣され、彼を護送するための馬や荷馬車を引いていた使者たちの幾人かが、途上でネアルコス自身とアルキアス、および彼らと同伴していた五、六人に偶然行き会った。

§34.7

καὶ ἐντυχόντες οὔτε αὐτὸν ἐγνώρισαν οὔτε Ἀρχίην — οὕτω τι κάρτα ἀλλοῖοι ἐφάνησαν, κομόωντές τε καὶ ῥυπόωντες καὶ μεστοὶ ἅλμης καὶ ῥικνοὶ τὰ σώματα καὶ ὠχροὶ ὑπὸ ἀγρυπνίης τε καὶ τῆς ἄλλης ταλαιπωρίης — ἀλλὰ ἐρομένοισι γὰρ αὐτοῖσιν ἵναπερ εἴη Ἀλέξανδρος, ὑποκρινάμενοι τὸν χῶρον οἳ δὲ παρήλαυνον.

行き会ったものの、使者たちは彼をもアルキアスをも見分けることができなかった。――髪は伸び放題で汚れにまみれ、塩分で覆われ、体は縮こまり、不眠とそれ以外の辛苦によって青ざめていて、それほどまでにまったく別人のように見えたからである。――しかし、彼らからアレクサンドロスはどこにいるのかと尋ねられると、使者たちはその場所を答え、馬を進めて通り過ぎようとした。

§34.9

Ἀρχίης δὲ ἐπιφρασθεὶς λέγει πρὸς Νέαρχον “ὦ Νέαρχε, τούτους τοὺς ἀνθρώπους δι’ ἐρημίης ἐλαύνειν τὴν αὐτὴν ἡμῖν ὁδὸν οὐκ ἐπʼ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ4 κατὰ ζήτησιν τὴν ἡμετέρην ἀπεσταλμένους.

そこでアルキアスは察知してネアルコスに言った。「ネアルコスよ、この者たちが荒野を通り我らと同じ道を進んでいるのは、我らを捜索するために派遣されたこと以外の理由によるものではないと私は判断します。

§34.10

ὅτι δὲ οὐ γινώσκουσιν ἡμέας, οὐκ ἐν θώματι ποιέομαι· οὕτω γάρ τι ἔχομεν κακῶς, ὥστε ἄγνωστοι εἶναι. φράσωμεν αὐτοῖσιν οἵτινές εἰμεν, καὶ αὐτοὺς ἐρώμεθα κατʼ ὅτι ταύτην ἐλαύνουσιν.

彼らが我らを見分けられないのも、無理のないことです。我らはあまりに見窄らしい姿をしていて、誰だか分からないほどですから。我らが何者であるかを告げ、彼らが何のためにここを進んでいるのかを尋ねてみましょう」。

§34.11

” ἔδοξε Νεάρχῳ ἐναίσιμα λέγειν· καὶ ἤροντο ὅκοι ἐλαύνουσιν· οἳ δὲ ὑποκρίνονται ὅτι κατὰ ζήτησιν Νεάρχου τε καὶ τοῦ στρατοῦ τοῦ ναυτικοῦ.

ネアルコスも妥当な意見だと思い、彼らは使者たちにどこへ向かって進んでいるのかを尋ねた。すると使者たちは、ネアルコスと海軍の捜索に向かっているのだと答えた。

§34.12

ὃ δέ “οὗτος” ἔφη “ἐγώ εἰμι Νέαρχος, καὶ Ἀρχίης οὗτος. ἀλλὰ ἄγετε ἡμέας· ἡμεῖς δὲ τὰ ὑπὲρ τῆς στρατιῆς Ἀλεξάνδρῳ ἀπηγησόμεθα.”

そこでネアルコスは言った。「そのネアルコスとは私であり、ここにいるのがアルキアスだ。さあ、我らを案内せよ。我々が自ら軍についての仔細をアレクサンドロスに報告しよう」。

構文注4 件
  1. 34.1μέγα δή τι ἐξ Ἀλεξάνδρου ἀγαθὸν ἔγνω πείσεσθαι

    πείσεσθαι は πάσχω の未来不定詞。「εὖ [ἀγαθόν] πάσχειν ἐκ/ὑπό τινος(〜から恩恵・厚遇を受ける)」という慣用表現であり、πείθω(説得する)の中受態未来ではなく πάσχω の未来として解釈する。

  2. 34.1τὸν Νέαρχον ὅτι οὐ πολλῷ ὕστερον ἀπίξεται

    典型的な先取り構文(prolepsis)。ὅτι 節内の主語となるべき τὸν Νέαρχον が、接続詞 ὅτι に先立って主節動詞 ἀπαγγείλειε の対格目的語の位置に引き出されている(「ネアルコスがやがて到着するだろうということを」)。

  3. 34.3συντιθέντι αὐτῷ τῆς ἀγγελίης τὸν χρόνον

    与格分詞 συντιθέντι と αὐτῷ は、判断者の視点・状況を表す与格(参照の与格/dativus iudicantis)として主文の非人称的表現 οὐκέτι πιστὰ τὰ ἀπηγγελμένα ἐφαίνετο に係る。「彼が知らせからの日数を勘定・照合してみると」の意。τῆς ἀγγελίης は時間を起算する起点を示す属格。

  4. 34.9οὐκ ἐπʼ ἄλλῳ τινὶ συντίθημι ὅτι μὴ

    συντίθημι はここでは「(状況を照合して)推論する、判断する」の意で、対格不定詞構文(τούτους τοὺς ἀνθρώπους... ἐλαύνειν)を導く。ὅτι μὴ は εἰ μή(〜を除いては、〜の他には)と同義の慣用句で、否定語 οὐκ ἐπʼ ἄλλῳ τινὶ を限定している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:34.1-34.12