← アッリアノス

インド誌

§2.1-2.9

インドの定義と四方の境界

アッリアノスはインダス川以東を狭義のインドと規定し、北のタウロス(パラパミソス等)、西のインダス川、南と東の大海という四方の境界を記述する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§2.1

τὰ δὲ ἀπὸ τοῦ Ἰνδοῦ πρὸς ἕω, ταῦτά μοι ἔστω ἡ Ἰνδῶν γῆ, καὶ Ἰνδοὶ οὗτοι ἔστων. οὖροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέεω ἀνέμου ὁ Ταῦρος τὸ οὖρος.1

しかしインダス川から東方の地域、これを私の議論においてはインド人の地とし、そこに住む者たちをインド人とする。インド人の地の北風の側(北側)の境界はタウロス山脈である。

§2.2

καλέεται δὲ οὐ Ταῦρος ἔτι ἐν τῇ γῇ ταύτῃ, ἀλλὰ ἄρχεται μὲν ἀπὸ θαλάσσης ὁ Ταῦρος τῆς κατὰ Παμφύλους τε καὶ Λυκίην καὶ Κίλικας, παρατείνει δὲ ἔστε ἐπὶ τὴν πρὸς ἕω θάλασσαν, τέμνων τὴν Ἀσίην πᾶσαν.

しかし、この土地ではもはやタウロスとは呼ばれない。タウロス山脈はパンピュリア、リュキア、キリキアに臨む海から始まり、アジア全体を二分しながら、東方の海に至るまで延びている。

§2.3

ἄλλο δὲ ἄλλῃ καλέεται τὸ οὖρος, τῇ μὲν Παραπάμισος τῇ δὲ Ἠμωδός· ἄλλῃ δὲ Ἴμαον κληίζεται, καὶ τυχὸν ἄλλα καὶ ἄλλα ἔχει οὐνόματα.

この山脈は場所によって異なった名で呼ばれ、ある所ではパラパミソス、ある所ではエーモードス、また別の所ではイマオンと呼ばれ、おそらくは他にもさまざまな名を持っている。

§2.4

Μακεδόνες δὲ οἱ σὺν Ἀλεξάνδρῳ στρατεύσαντες Καύκασον αὐτὸ ἐκάλεον, ἄλλον τοῦτον Καύκασον, οὐ τὸν Σκυθικόν, ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος.2

しかしアレクサンドロスとともに遠征したマケドニア人たちは、これをカウカソスと呼んでいた。スキティアのカウカソスとは別のこのカウカソスである。その結果、アレクサンドロスがカウカソスの向こう側にまで侵入したという話を彼らは広めたのである。

§2.5

τὰ πρὸς ἑσπέρην δὲ τῆς Ἰνδῶν γῆς ὁ ποταμὸς ὁ Ἰνδὸς ἀπείργει ἔστε ἐπὶ τὴν μεγάλην θάλασσαν, ἵναπερ αὐτὸς κατὰ δύο στόματα ἐκδιδοῖ, οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα,3 κατάπερ τὰ πέντε τοῦ Ἴστρου ἐστὶ συνεχέα, ἀλλὰ ὡς τὰ τοῦ Νείλου, ὑπʼ ὅτων τὸ Δέλτα ποιέεται τὸ Αἰγύπτιον, ὧδέ τοι καὶ τὸ τῆς Ἰνδῶν γῆς Δέλτα ποιέει ὁ Ἰνδὸς ποταμός, οὐ μεῖον τοῦ Αἰγυπτίου· καὶ τοῦτο Πάταλα τῇ Ἰνδῶν γλώσσῃ καλέεται.

インド人の地の西方側は、インダス川が大海に至るまで遮っており、まさにそこでインダス川自身が二つの河口によって注いでいる。その二つの河口は互いに近接してはいない。それはイストロス川の五つの河口が近接しているようなものではなく、ナイル川の河口と同じく、それらによってエジプトのデルタが形成されているように、インダス川もインドの地のデルタを形成している。その広さはエジプトのデルタに劣らない。そしてこの地はインド人の言語でパタラと呼ばれている。

§2.7

τὸ δὲ πρὸς νότου τε ἀνέμου καὶ μεσαμβρίης αὐτὴ ἡ μεγάλη θάλασσα ἀπείργει τὴν Ἰνδῶν γῆν, καὶ τὰ πρὸς ἕω ἡ αὐτὴ θάλασσα ἀπείργει.

また南風の側および正午の側(南側)は大海そのものがインド人の地を限っており、東方側も同じ海が限っている。

§2.8

τὰ μὲν πρὸς μεσαμβρίης κατὰ Πάταλά τε καὶ τοῦ Ἰνδοῦ τὰς ἐκβολὰς ὤφθη πρός τε Ἀλεξάνδρου καὶ Μακεδόνων καὶ πολλῶν Ἑλλήνων· τὰ δὲ πρὸς ἕω Ἀλέξανδρος μὲν οὐκ ἐπῆλθε πρόσω ποταμοῦ Ὑφάσιος, ὀλίγοι δὲ ἀνέγραψαν τὰ μέχρι ποταμοῦ Γάγγεω καὶ ἵνα τοῦ Γάγγεω αἱ ἐκβολαὶ καὶ πόλις Παλίμβοθρα μεγίστη τῶν Ἰνδικῶν πρὸς τῷ Γάγγῃ.

南方のパタラやインダス川の河口付近の地域は、アレクサンドロスやマケドニア人たち、そして多くのギリシア人によって実際に見分された。しかし東方側については、アレクサンドロス自身はヒュパシス川より先へは進軍しなかった。ガンゲス川に至るまでの地域や、ガンゲス川の河口がある場所、そしてガンゲス川のほとりにあるインド諸都市のうち最大の都市パリンボトラについて記録を残した者は少数にすぎない。

構文注3 件
  1. 2.1οὖροι δὲ τῆς Ἰνδῶν γῆς πρὸς μὲν βορέεω ἀνέμου ὁ Ταῦρος τὸ οὖρος

    語頭の οὖροι(男性名詞 οὖρος の複数主格、アッティカ方言の ὅροι「境界」に相当)と、末尾の τὸ οὖρος(中性名詞 οὖρος の単数主格、アッティカ方言の ὄρος「山」に相当)は、イオニア方言における同形異義語。文構造としては οὖροι が主語、ὁ Ταῦρος τὸ οὖρος が述語(単数形だが境界を示す具体物として配置)をなす。

  2. 2.4ὡς καὶ τὰ ἐπέκεινα τοῦ Καυκάσου λόγον κατέχεον ὅτι ἐπῆλθεν Ἀλέξανδρος

    従属節内の主語または目的語となる語句が先行詞・前置目的語のように引き出される先取り(prolepsis)構文。τὰ ἐπέκεινα τοῦ Καυκάσου は本来 ὅτι 節内の動詞 ἐπῆλθεν の直接目的語(対格)であるが、接続詞 ὅτι より前に提示され、λόγον κατέχεον(風説を流した)と ὅτι 節全体の主題を先立ち明示している。ὡς は直説法未完了過去 κατέχεον を伴い、実際の結果を表す接続詞(=ὥστε)。

  3. 2.5οὐ συνεχέα ἀλλήλοισι τὰ στόματα

    名詞句 τὰ στόματα に対し、形容詞句 οὐ συνεχέα ἀλλήλοισι が述語的(あるいは付加的補足叙述)に添えられている。動詞(ὄντα や ἐστί など)を伴わない無連結詞構文(名詞文)であり、「その河口は互いに連続して(隣接して)いない」の意を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:2.1-2.9