- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:14.1-14.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
捕獲された象の馴致や餌付けの様子、象の知性と忠誠心を示す諸逸話、著者が目撃した象の演奏と舞踊、ならびに繁殖・寿命・治療法が記述される。
ἤδη ἄγονται πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάσσεσθαι ἐς τὰ σφέτερα ἤθεα.
もはや飼い象たちによって引かれていく。彼らのうち幼いものや、衰弱のために所有するに値しないものは、自分たちの本来の住み処へ立ち去るのを許す。
ἄγοντες δὲ ἐς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης1 τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν,2 οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδῇσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι.
捕らえた象たちを村落へと連れて行き、最初は青い葦や草を食べさせるために与えるが、彼らは気落ちのあまり何も食べようとしない。そこでインド人たちは彼らを取り囲み、歌や太鼓やシンバルによって、打ち鳴らし、また歌いかけながら彼らを落ち着かせる。
θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν.
というのも象は、他のいかなる獣にもまして生まれつき賢く、すでに彼らのうちには、戦いで死んだ自らの乗り手を自ら持ち上げて埋葬のために運び出した者もおり、倒れた乗り手を盾となって庇った者もいれば、落馬した乗り手のために身を挺して危険に立ち向かった者もいる。またある象は、怒りのあまり乗り手を殺してしまったものの、後悔と気落ちのあまり死んでしまった。
εἶδον δὲ ἐγὼ καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλου τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθε προσηρτημένου, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον·3
私自身もすでにシンバルを鳴らす象や、踊る他の象たちを見たことがある。シンバルを鳴らす象には両前脚にシンバルが結びつけられ、いわゆる鼻にもう一つのシンバルが結びつけられていた。
ὃ δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθε σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατʼ ὅτι4 ὁ κυμβαλίζων σφίσιν ὑπηγέετο.
その象は鼻で交互に、両前脚それぞれのシンバルに対してリズムに合わせてシンバルを打ち鳴らし、踊っている象たちは輪になって踊り、前脚を交互に持ち上げたり曲げたりしながら、シンバルを鳴らす象が彼らを先導する調子に合わせて、彼らもまたリズムに乗って歩調を合わせていた。
βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον.
象は春の季節に、牛や馬と同じように交尾する。雌象の側頭部にある気孔が開いて息を吐き出すときである。妊娠期間は最短で十六か月、最長で十八か月である。馬のように一頭を産み、これを八年目まで乳で育てる。
ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν.
象の中で最も長く生きるものは二百年まで生きるが、多くは病によってそれ以前に死ぬ。
καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.
そして彼らの治療法としては、眼病には牛の乳を注ぎ入れること、他の病気には黒ワインを飲ませること、傷口には豚の肉を焼いて湿布として貼り付けることがある。
- 14.2τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης
部分属格。不定詞 ἐμφαγεῖν(食べる)の目的語として機能しており、「青い葦や草(の一部)を食べさせる」の意を表す。
- 14.2ἔδοσαν
直説法アオリスト能動態・三人称複数。現在の文脈において、習慣的・通則的事実を述べる格言的アオリスト(gnomic aorist)として用いられている。
- 14.5ἄλλο κύμβαλον
主格。直前の属格絶対構文 κυμβάλου... προσηρτημένου を受けつつ、後半では述語分詞 προσηρτημένον(主格中性単数)が省略された文構造への転換(アナコルソン的結合)が見られる。
- 14.6κατʼ ὅτι
関係副詞的結合(κατὰ ὅ τι)。「〜が導く通りに」「〜の通りに」の意で、主節の動作の様態・調子を規定している。
