- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.14.1-2.14.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ダレイオスが書簡と使節を送り、捕虜となった家族の返還と和平・同盟を求めたのに対し、アレクサンドロスは過去から現在に至るペルシア側の不義と敵対行為を列挙して拒絶し、自身を全アジアの覇者として認めて出頭するよう要求する返書を送った。
ἔτι δὲ ἐν Μαράθῳ Ἀλεξάνδρου ὄντος ἀφίκοντο παρὰ Δαρείου πρέσβεις, ἐπιστολήν τε κομίζοντες Δαρείου καὶ αὐτοὶ ἀπὸ γλώσσης δεησόμενοι ἀφεῖναι Δαρείῳ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας.
アレクサンドロスがまだマラトスに滞在していたとき、ダレイオスのもとから使節が到着した。彼らはダレイオスの書簡を携えており、自らも口頭で、ダレイオスに母、妻、子供たちを返還するよう懇請する予定であった。
ἐδήλου δὲ ἡ ἐπιστολή, ὅτι Φιλίππῳ τε πρὸς Ἀρτοξέρξην φιλία καὶ ξυμμαχία ἐγένετο καὶ, ἐπειδὴ Ἀρσῆς ὁ υἱὸς Ἀρτοξέρξου ἐβασίλευσεν, ὅτι Φίλιππος ἀδικίας πρῶτος ἐς βασιλέα Ἀρσῆν ἦρξεν οὐδὲν ἄχαρι ἐκ Περσῶν παθών. ἐξ οὗ δὲ αὐτὸς βασιλεύει Περσῶν, οὔτε πέμψαι τινὰ Ἀλέξανδρον1 παρʼ αὐτὸν ἐς βεβαίωσιν τῆς πάλαι οὔσης φιλίας τε καὶ ξυμμαχίας, διαβῆναί τε ξὺν στρατιᾷ ἐς τὴν Ἀσίαν καὶ πολλὰ κακὰ ἐργάσασθαι Πέρσας.
その書簡が明らかにしたところによれば、ピリッポスとアルタクセルクセスの間には友好と同盟が結ばれていたが、アルタクセルクセスの子アルセスが王座に就いたのち、ピリッポスがペルシア側から何の無礼も被っていないにもかかわらず、アルセス王に対して不正の口火を切った。そして彼(ダレイオス)自身がペルシアの王となって以来、アレクサンドロスは昔からの友好と同盟の確認のために誰も彼のもとへ派遣しなかったばかりか、軍勢とともにアジアへ渡り、ペルシア人に多くの損害を与えた。
τούτου ἕνεκα καταβῆναι αὐτὸς τῇ χώρᾳ ἀμυνῶν καὶ τὴν ἀρχὴν τὴν πατρῴαν ἀνασώσων. τὴν μὲν δὴ μάχην ὡς θεῶν τῳ ἔδοξεν οὕτω κριθῆναι, αὐτὸς δὲ βασιλεὺς παρὰ βασιλέως γυναῖκά τε τὴν αὑτοῦ αἰτεῖν καὶ μητέρα καὶ παῖδας τοὺς ἁλόντας, καὶ φιλίαν ἐθέλειν ποιήσασθαι πρὸς Ἀλέξανδρον καὶ ξύμμαχος εἶναι Ἀλεξάνδρῳ· καὶ ὑπὲρ τούτων πέμπειν ἠξίου Ἀλέξανδρον παρʼ αὑτὸν ξὺν Μενίσκῳ τε καὶ Ἀρσίμᾳ τοῖς ἀγγέλοις τοῖς ἐκ Περσῶν ἥκουσι τοὺς τὰ πιστὰ ληψομένους τε καὶ ὑπὲρ Ἀλεξάνδρου δώσοντας.2
それゆえに彼自身、領土を守り、父祖の支配権を奪還すべく進軍した。戦いそのものは神々のいずれかの御心にかなったように決着がついたが、自らは王として王に対し、捕らえられた自らの妻、母、子供たちを要求し、アレクサンドロスと友好を結び、アレクサンドロスの同盟者となることを望んでいる。そしてこれらに関して、ペルシアから来た使者メニスコスおよびアルシマスとともに、誓約を受け取り、かつアレクサンドロスに代わって誓約を与える使者を自らのもとに派遣するようアレクサンドロスに求めた。
πρὸς ταῦτα ἀντιγράφει Ἀλέξανδρος καὶ ξυμπέμπει τοῖς παρὰ Δαρείου ἐλθοῦσι Θέρσιππον, παραγγείλας τὴν ἐπιστολὴν δοῦναι Δαρείῳ, αὐτὸν δὲ μὴ διαλέγεσθαι ὑπὲρ μηδενός. ἡ δὲ ἐπιστολὴ ἡ Ἀλεξάνδρου ἔχει ὧδε· οἱ ὑμέτεροι πρόγονοι ἐλθόντες εἰς Μακεδονίαν καὶ εἰς τὴν ἄλλην Ἑλλάδα κακῶς ἐποίησαν ἡμᾶς οὐδὲν προηδικημένοι· ἐγὼ δὲ τῶν Ἑλλήνων ἡγεμὼν κατασταθεὶς καὶ τιμωρήσασθαι βουλόμενος Πέρσας διέβην ἐς τὴν Ἀσίαν, ὑπαρξάντων ὑμῶν.
これに対してアレクサンドロスは返書を送り、ダレイオスから来た使者たちにテルシッポスを同行させ、書簡をダレイオスに手渡すこと、そして自らは何事についても話し合わないことを命じた。アレクサンドロスの書簡は次のようなものであった。「そなたたちの先祖はマケドニアおよびその他のギリシアに進攻し、あらかじめ何の害も受けていなかった我々に害悪をもたらした。私はギリシア人の最高指揮官に立てられ、ペルシア人に報復することを望んで、そなたたちが先陣を切って仕掛けてきたゆえにアジアへ渡った。
καὶ γὰρ Περινθίοις ἐβοηθήσατε, οἳ τὸν ἐμὸν πατέρα ἠδίκουν, καὶ εἰς Θρᾴκην, ἧς ἡμεῖς ἤρχομεν, δύναμιν ἔπεμψεν Ὦχος. τοῦ δὲ πατρὸς ἀποθανόντος ὑπὸ τῶν ἐπιβουλευσάντων, οὓς ὑμεῖς συνετάξατε, ὡς αὐτοὶ ἐν ταῖς ἐπιστολαῖς πρὸς ἅπαντας ἐκομπάσατε, καὶ Ἀρσῆν ἀποκτείναντός σου μετὰ Βαγώου, καὶ τὴν ἀρχὴν κατασχόντος οὐ δικαίως οὐδὲ κατὰ τὸν Περσῶν νόμον, ἀλλὰ ἀδικοῦντος Πέρσας, καὶ ὑπὲρ ἐμοῦ πρὸς τοὺς Ἕλληνας γράμματα οὐκ ἐπιτήδεια διαπέμποντος, ὅπως πρός με πολεμῶσι, καὶ χρήματα ἀποστέλλοντος πρὸς Λακεδαιμονίους καὶ ἄλλους τινὰς τῶν Ἑλλήνων, καὶ τῶν μὲν ἄλλων πόλεων οὐδεμιᾶς δεχομένης, Λακεδαιμονίων δὲ λαβόντων, καὶ παρὰ σοῦ πεμφθέντων τοὺς ἐμοὺς φίλους διαφθειράντων καὶ τὴν εἰρήνην, ἣν τοῖς Ἕλλησι κατεσκεύασα, διαλύειν ἐπιχειρούντων — ἐστράτευσα ἐπὶ σὲ ὑπάρξαντος σοῦ τῆς ἔχθρας.
実際、そなたたちは我が父に対して不正を働いていたペリントス人を支援し、我々が支配していたトラキアへオコスは軍勢を派遣した。さらに、そなたたち自身がすべての者への書簡の中で誇らしげに語ったように、そなたたちが結託させた陰謀者たちの手によって我が父が殺害され、そなた自身がバゴアスとともにアルセスを殺害して、正義によらずペルシア人の法にも従わずに支配権を掌握し、むしろペルシア人を虐げ、さらにギリシア人たちに向けて私に対する良からぬ書簡を方々に送りつけ、私に対して戦争を仕掛けるよう画策し、スパルタ人や他の幾人かのギリシア人たちに資金を送り、他の都市は一切受け取らなかったにもかかわらずスパルタ人はこれを受け取り、そなたのもとから派遣された者たちが私の友人たちを堕落させ、私がギリシア人たちに打ち立てた平和を瓦解させようと企てた――それゆえに私は、そなたが敵対行為を始めたゆえに、そなたに対して軍を起こしたのである。
ἐπεὶ δὲ μάχῃ νενίκηκα πρότερον μὲν τοὺς σοὺς στρατηγοὺς καὶ σατράπας, νῦν δὲ σὲ καὶ τὴν μετὰ σοῦ δύναμιν, καὶ τὴν χώραν ἔχω τῶν θεῶν μοι δόντων, ὅσοι τῶν μετὰ σοῦ παραταξαμένων μὴ ἐν τῇ μάχῃ ἀπέθανον, ἀλλὰ παρʼ ἐμὲ κατέφυγον, τούτων ἐπιμέλομαι καὶ οὐκ ἄκοντες παρʼ ἐμοί εἰσιν, ἀλλὰ αὐτοὶ ἑκόντες ξυστρατεύονται μετʼ ἐμοῦ.
いまや私は、かつてはそなたの将軍たちや太守たちを、そして今回はそなた自身とそなたに従う軍勢を戦いで破り、神々が私に授けてくださった土地を領有している。そなたとともに陣を敷いた者のうち、戦闘で斃れずに私のもとへ逃れてきた者たちを、私は手厚く保護しており、彼らは意に反して私のそばにいるのではなく、自ら進んで私とともに従軍している。
ὡς οὖν ἐμοῦ τῆς Ἀσίας ἁπάσης κυρίου ὄντος ἧκε πρὸς ἐμέ. εἰ δὲ φοβῇ μὴ ἐλθὼν πάθῃς τι ἐξ ἐμοῦ ἄχαρι, πέμπε τινὰς τῶν φίλων τὰ πιστὰ ληψομένους. ἐλθὼν δὲ πρός με τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τοὺς παῖδας καὶ εἰ ἄλλο τι θέλεις αἴτει καὶ λάμβανε. ὅ τι γὰρ ἂν πείθῃς ἐμὲ ἔσται σοι.
それゆえ、私が全アジアの主権者であることを認めたうえで、私のところへ出頭せよ。もし来て私から何か不都合な目に遭うのではないかと恐れるならば、誓約を受け取るための使節として友人たちの幾人かを派遣せよ。そして私のところへ自ら来て、母、妻、子供たち、また望むものがあれば他の何であれ要求し、受け取るがよい。というのも、そなたが私を説得して〔認めさせる〕ものは何であれ、そなたのものとなるからである。
καὶ τοῦ λοιποῦ ὅταν πέμπῃς παρʼ ἐμὲ, ὡς πρὸς βασιλέα τῆς Ἀσίας πέμπε, μηδὲ [ἃ] ἐξ ἴσου ἐπίστελλε,3 ἀλλʼ ὡς κυρίῳ ὄντι πάντων τῶν σῶν φράζε εἴ του δέῃ· εἰ δὲ μή, ἐγὼ βουλεύσομαι περὶ σοῦ ὡς ἀδικοῦντος. εἰ δʼ ἀντιλέγεις περὶ τῆς βασιλείας, ὑπομείνας ἔτι ἀγώνισαι περὶ αὐτῆς καὶ μὴ φεῦγε, ὡς ἐγὼ ἐπὶ σὲ4 πορεύσομαι οὗ ἂν ᾖς.
そして今後私に使者を送る際には、アジアの王に対するものとして送れ。対等の立場から書簡を認めるな。そなたの全所有物の主権者に対してであるかのように、何か必要なものがあれば述べよ。さもなければ、私はそなたを法を犯す者として処置するであろう。もし王位について異議があるならば、そこに留まってなおもそれのために戦え。逃げ隠れするな。そなたがどこにいようと、私はそなたを追って進軍するのだから」
- 2.14.2ἐξ οὗ δὲ αὐτὸς βασιλεύει Περσῶν, οὔτε πέμψαι τινὰ Ἀλέξανδρον
間接話法の構文転換。先行する節(ἐδήλου δὲ ἡ ἐπιστολή, ὅτι...)ではὅτιに導かれる定動詞構文(ἐγένετο, ἦρξεν)であったが、ここで対格不定詞構文(οὔτε πέμψαι... διαβῆναί τε... ἐργάσασθαι)へと移行している。主語は対格Ἀλέξανδρον。
- 2.14.3τοὺς τὰ πιστὰ ληψομένους τε καὶ ὑπὲρ Ἀλεξάνδρου δώσοντας
定冠詞+未来分詞(ληψομένους, δώσοντας)が目的を表す関係節的意味を帯びて対格で用いられており、主節の不定詞πέμπεινの意味上の直接目的語をなしている。つまり「誓約(πιστά)を受け取り、かつアレクサンドロスに代わって誓約を与える(使者たち)」の意。
- 2.14.9μηδὲ [ἃ] ἐξ ἴσου ἐπίστελλε
ἐξ ἴσουは「対等に、平等な立場で」を意味する前置詞句副詞用法。写本により角括弧のἃの有無に揺れがあるが、ἃを省く場合、「対等の立場から書簡を送るな」という命令として直截に成立する。
- 2.14.9τοῦ δὲ πατρὸς ἀποθανόντος ... ἐστράτευσα ἐπὶ σὲ
文全体の主動詞ἐστράτευσαに至るまで、極めて長い独立属格句の連続(τοῦ δὲ πατρὸς ἀποθανόντος... καὶ Ἀρσῆν ἀποκτείναντός σου... καὶ τὴν ἀρχὴν κατασχόντος... καὶ... διαπέμποντος... καὶ χρήματα ἀποστέλλοντος... καὶ... διαφθειράντων... ἐπιχειρούντων)が入れ子や関係節を伴って挿入されている。なお、σουは単数属格で一連の分詞(ἀποκτείναντος, κατασχόντος, διαπέμποντος, ἀποστέλλοντος)の意味上の主語として一致している。
