← アッリアノス

アレクサンドロス遠征記

§1.3.1-1.3.6

イストロス川の渡河とゲタイ人への進軍

イストロス川に到達したアレクサンドロスは、ペウケ島への強行上陸を試みるが地形と急流に阻まれて断念し、対岸に集結したゲタイ人を討つため皮袋や丸木舟を総動員して川を渡る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.3.1

ἀπὸ δὲ τῆς μάχης τριταῖος1 ἀφικνεῖται Ἀλέξανδρος ἐπὶ τὸν ποταμὸν τὸν Ἴστρον, ποταμῶν τῶν κατὰ τὴν Εὐρώπην μέγιστον ὄντα καὶ πλείστην γῆν ἐπερχόμενον καὶ ἔθνη μαχιμώτατα ἀπείργοντα, τὰ μὲν πολλὰ Κελτικά, ὅθεν γε καὶ αἱ πηγαὶ αὐτῷ ἀνίσχουσιν, ὧν τελευταίους Κουάδους καὶ Μαρκομάνους·

その戦いから三日目に、アレクサンドロスはイストロス川に到着した。この川はヨーロッパの諸河川の中で最大のものであり、最も広大な土地を貫流し、極めて好戦的な諸部族を隔てている。その大半はケルト人の部族であり、そこにまさに川の水源も発している。それらのうち最も端に位置するのがクアディ人とマルコマンニ人である。

§1.3.2

ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας·2 ἐπὶ δὲ Γέτας τοὺς ἀπαθανατίζοντας· ἐπὶ δὲ Σαυρομάτας τοὺς πολλούς· ἐπὶ δὲ Σκύθας ἔστε ἐπὶ τὰς ἐκβολάς, ἵνα ἐκδιδοῖ κατὰ πέντε στόματα ἐς τὸν Εὔξεινον πόντον.

さらに進むとサルマタイ人の一派であるヤジュゲス人、次いで不死を信じるゲタイ人、さらにサルマタイ人の大半、そして黒海へと五つの河口から注ぎ出るその河口に至るまでスキタイ人を隔てている。

§1.3.3

ἐνταῦθα καταλαμβάνει αὐτῷ ἡκούσας ναῦς μακρὰς ἐκ Βυζαντίου διὰ τοῦ πόντου τοῦ Εὐξείνου κατὰ τὸν ποταμὸν. ταύτας ἐμπλήσας τοξοτῶν τε καὶ ὁπλιτῶν τῇ νήσῳ ἐπέπλει, ἵνα οἱ Τριβαλλοί τε καὶ οἱ Θρᾷκες ξυμπεφευγότες ἦσαν, καὶ ἐπειρᾶτο βιάζεσθαι τὴν ἀπόβασιν.

ここでアレクサンドロスは、ビュザンティオンから黒海を経て川を遡航し、自分のために到着していた軍船を迎えた。彼はこれらに弓兵と重装歩兵を満載し、トリバッロイ人やトラキア人たちが逃げ込んでいた島へと向けて船を進め、強行上陸を試みた。

§1.3.4

οἱ δὲ βάρβαροι ἀπήντων ἐπὶ τὸν ποταμὸν, ὅπῃ αἱ νῆες προσπίπτοιεν· αἱ δὲ ὀλίγαι τε ἦσαν καὶ ἡ στρατιὰ οὐ πολλὴ ἡ ἐπʼ αὐτῶν, καὶ τῆς νήσου τὰ πολλὰ ἀπότομα ἐς προσβολήν, καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ τὸ παρʼ αὐτήν, οἷα δὴ ἐς στενὸν συγκεκλεισμένον, ὀξὺ καὶ ἄπορον προσφέρεσθαι.3

しかし蛮族たちは、船が接近してくる場所ごとに川岸に出て迎え撃った。船の数は少なく、乗船していた部隊も多くはなかったうえ、島の大部分は攻撃を仕掛けるには険阻であり、島の傍らを流れる川の流れも、狭い水路に押し込められているために急激で、船を漕ぎ寄せるのが困難であった。

§1.3.5

ἔνθα δὴ Ἀλέξανδρος ἀπαγαγὼν τὰς ναῦς ἔγνω διαβαίνειν τὸν Ἴστρον ἐπὶ τοὺς Γέτας τοὺς πέραν τοῦ Ἴστρου ᾠκισμένους, ὅτι τε συνειλεγμένους ἑώρα πολλοὺς ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου, ὡς εἴρξοντας, εἰ διαβαίνοι, — ἦσαν γὰρ ἱππεῖς μὲν ἐς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν μυρίων — καὶ ἅμα πόθος ἔλαβεν αὐτὸν ἐπέκεινα τοῦ Ἴστρου ἐλθεῖν.

そこでアレクサンドロスは船を退かせ、イストロスの対岸に定住しているゲタイ人に向かって川を渡ることを決意した。彼が渡河を試みるならばこれを阻止しようとするかのように、多くの者がイストロスの岸辺に集結しているのを目撃したからである――事実、騎兵はおよそ四千人、歩兵は一万人を超えていた――。また同時に、イストロスの向こう側へ足を踏み入れたいという熱烈な思いが彼を捉えたのであった。

§1.3.6

τῶν μὲν δὴ νεῶν ἐπέβη αὐτός· τὰς δὲ διφθέρας, ὑφʼ αἷς ἐσκήνουν, τῆς κάρφης πληρώσας καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών — ἦν δὲ καὶ τούτων εὐπορία πολλή, ὅτι τούτοις χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφʼ ἁλιείᾳ τε τῇ ἐκ τοῦ Ἴστρου καὶ εἴποτε παρʼ ἀλλήλους ἀνὰ τὸν ποταμὸν στέλλοιντο καὶ λῃστεύοντες ἀπʼ αὐτῶν οἱ πολλοί — ταῦτα ὡς πλεῖστα ξυναγαγὼν4 διεβίβαζεν ἐπʼ αὐτῶν τῆς στρατιᾶς ὅσους δυνατὸν ἦν ἐν τῷ τοιῷδε τρόπῳ. καὶ γίγνονται οἱ διαβάντες ἅμα Ἀλεξάνδρῳ ἱππεῖς μὲν ἐς χιλίους καὶ πεντακοσίους, πεζοὶ δὲ ἐς τετρακισχιλίους.

アレクサンドロス自身は軍船に乗り込んだ。そして兵士たちが天幕代わりに使っていた獣皮に藁を詰めさせ、現地の丸木舟をかき集めた――これらは極めて豊富に存在していた。イストロス川沿岸の住民が川での漁労に用い、また互いのもとへ川を上り下りして往来する際や、その多くが舟を使って略奪を行う際に用いていたからである――。これらをできる限り多く集め、それらに乗せてこのような方法で可能な限りの軍勢を渡河させた。アレクサンドロスとともに渡河した部隊は、騎兵がおよそ千五百人、歩兵はおよそ四千人となった。

構文注4 件
  1. 1.3.1τριταῖος

    主語 Ἀλέξανδρος に一致する叙述用法の一致形容詞で、時間を表す副詞句(「三日目に」)に相当する古典ギリシア語の慣用表現である。ἀπὸ δὲ τῆς μάχης を起点として「戦いから数えて三日目に」の意をなす。

  2. 1.3.2ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας

    対格 μοῖραν は先行する分詞 ἀπείργοντα(「隔てている」)の支配を承け、副詞的表現 ἐπὶ δέ(「さらに、次いで」)が各民族を順序立てて指し示す並列構文を形成している。Ἰάζυγας は μοῖραν に対する同格語であり、「さらにサルマタイ人の一派、すなわちヤジュゲス人を(隔てて)」と解釈される。

  3. 1.3.4ἄπορον προσφέρεσθαι

    不定詞 προσφέρεσθαι は形容詞 ἄπορον を修飾・限定する制限・限定の不定詞(いわゆる epexegetical infinitive)。中動相あるいは受動相の用法として「(船を)接近させるのが不可能である」「立ち向かうことが困難である」という意味を表す。

  4. 1.3.6ταῦτα ὡς πλεῖστα ξυναγαγὼν

    長大な挿入節(ἦν δὲ καὶ τούτων εὐπορία πολλή...)の前に置かれた分詞句 καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών を、指示代名詞 ταῦτα を伴って再開する反復(epanalepsis / resumptive construction)である。主動詞 διεβίβαζεν への円滑な接続を回復している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.3.1-1.3.6