- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.29.1-1.29.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アレクサンドロスはケライナイの城砦守備隊と期限付きの降伏協定を結び、内政を整えてゴルディオンへ進軍して新戦力やパルメニオンと合流し、アテナイ使節による捕虜釈放の嘆願を退けた。
ἐντεῦθεν δὲ ᾔει ἐπὶ Φρυγίας παρὰ τὴν λίμνην, ᾗ ὄνομα Ἀσκανία, ἐν ᾗ ἅλες πήγνυνται αὐτόματοι, καὶ τούτοις χρῶνται οἱ ἐπιχώριοι οὐδὲ θαλάσσης τι ἐπὶ τούτῳ δέονται· καὶ ἀφικνεῖται ἐς Κελαινὰς πεμπταῖος. ἐν δὲ ταῖς Κελαιναῖς ἄκρα ἦν πάντῃ ἀπότομος, καὶ ταύτην φυλακὴ κατεῖχεν ἐκ τοῦ σατράπου τῆς Φρυγίας Κᾶρες μὲν χίλιοι, Ἕλληνες δὲ μισθοφόροι ἑκατόν.
そこから彼はアスカニアと呼ばれる湖の傍らを通ってフリュギアへと進軍した。この湖では塩が自然に凝固し、現地の住民はこれを利用して、この点に関しては海を何ら必要としていなかった。そして彼は五日目にケライナイに到着した。ケライナイには四方を絶壁に囲まれた城砦があり、そこにはフリュギアの太守から派遣された守備隊として、カリア人千名とギリシア人の傭兵百名が立て籠もっていた。
καὶ οὗτοι πρεσβεύονται παρʼ Ἀλέξανδρον, ἐπαγγελλόμενοι, εἰ μὴ ἀφίκοιτό σφισι βοήθεια ἐν ἡμέρᾳ ᾗ ξυνέκειτο, φράσαντες τὴν ἡμέραν,ὅτι παραδώσουσι τὸ χωρίον. καὶ ἔδοξε ταῦτα Ἀλεξάνδρῳ ὠφελιμώτερα ἢ πολιορκεῖν ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν.1
そして彼らはアレクサンドロスに使節を送り、取り決められていた期日――彼らはその日を明示した――までに援軍が到着しなければその場所を引き渡すと約束した。アレクサンドロスにとっても、四方から攻め寄せるのが不可能な城砦を包囲するよりは、この提案を受け入れる方が有益であると思われた。
πρὸς μὲν δὴ ταῖς Κελαιναῖς φυλακὴν καταλείπει στρατιώτας ἐς χιλίους καὶ πεντακοσίους. μείνας δὲ αὐτοῦ ἡμέρας δέκα καὶ σατράπην ἀποδείξας Φρυγίας Ἀντίγονον τὸν Φιλίππου, ἐπὶ δὲ τοὺς συμμάχους ἀντʼ ἐκείνου στρατηγὸν Βάλακρον τὸν Ἀμύντου ἐπιτάξας, αὐτὸς ἐπὶ Γορδίου ἐστέλλετο. καὶ Παρμενίωνι ἐπέστειλεν, ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν·2 καὶ ἀπήντα ξὺν τῇ δυνάμει Παρμενίων.
そこで彼はケライナイに千五百名ほどの兵士を守備隊として残した。彼はその地に十日間滞在し、フィリッポスの息子アンティゴノスをフリュギアの太守に任命し、その代わりにアミュンタスの息子バラクロスを同盟軍の指揮官に任じた後、自身はゴルディオンへと向かった。またパルメニオンに対し、軍勢を率いて同地で合流するよう命じた。パルメニオンも軍勢とともに合流した。
καὶ οἱ νεόγαμοι δὲ οἱ ἐπὶ Μακεδονίας σταλέντες εἰς Γόρδιον ἧκον καὶ ξὺν αὐτοῖς ἄλλη στρατιὰ καταλεχθεῖσα, ἣν ἦγε Πτολεμαῖός τε ὁ Σελεύκου καὶ Κοῖνος ὁ Πολεμοκράτους καὶ Μελέαγρος ὁ Νεοπτολέμου, πεζοὶ μὲν Μακεδόνες τρισχίλιοι, ἱππεῖς δὲ ἐς τριακοσίους καὶ Θεσσαλῶν ἱππεῖς διακόσιοι, Ἠλείων δὲ ἑκατὸν καὶ πεντήκοντα, ὧν ἡγεῖτο Ἀλκίας Ἠλεῖος.
またマケドニアへ帰国させられていた新婚の兵士たちもゴルディオンに到着し、彼らとともに新たに召募された別の軍勢が到着した。それを率いていたのはセレウコスの息子プトレマイオス、ポレモクラテスの息子コイノス、ネオプトレモスの息子メレアグロスであり、その内訳はマケドニアの歩兵三千名、騎兵およそ三百名、テッサリアの騎兵二百名、エーリスの騎兵百五十名で、これを率いたのはエーリス人のアルキアスであった。
τὸ δὲ Γόρδιον ἔστι μὲν τῆς Φρυγίας τῆς ἐφʼ Ἑλλησπόντου, κεῖται δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ· τοῦ δὲ Σαγγαρίου αἱ μὲν πηγαὶ ἐκ Φρυγίας εἰσίν, αὐτὸς δὲ διὰ τῆς Θρᾳκῶν τῶν Βιθυνῶν χώρας ἐξίησιν ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καὶ Ἀθηναίων πρεσβεία παρʼ Ἀλέξανδρον ἀφίκετο, δεόμενοι3 Ἀλεξάνδρου ἀφεῖναί σφισι τοὺς αἰχμαλώτους, οἳ ἐπὶ Γρανίκῳ ποταμῷ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν·
ゴルディオンはヘレスポントス・フリュギアに属し、サンガリオス川の河畔に位置している。サンガリオス川の水源はフリュギアにあり、川自体はビテュニアのトラキア人の地を通って黒海へと注ぎ出ている。その地へアテナイからの使節もアレクサンドロスの許に到着し、グラニコス川でペルシア軍に加わって戦っていた際に捕縛され、当時はマケドニアで二千名の捕虜とともに拘束されていたアテナイ人の捕虜を解放するようアレクサンドロスに懇願した。
καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν,4 ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν· ἀλλʼ ἀποκρίνεται, ἐπειδὰν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευομένους.
しかし彼らに関しては、その時点では何の成果も得られずに立ち去ることとなった。アレクサンドロスにとって、ペルシアとの戦争がいまだ継続している最中に、ギリシアに反して異民族のために戦うことを恥としなかったギリシア人たちに対して、恐怖を少しでも緩めることは安全ではないと思われたからである。彼は、当面の状況が好転した暁には、同じ件で使節として再び訪れるがよいと返答した。
- 1.29.2ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν
不定詞 προσφέρεσθαι(接近する、攻め寄せる)は形容詞 ἄπορον(接近不可能な、攻めがたい)を補足説明する限定用法の不定詞。主文全体は ἔδοξε ταῦτα Ἀλεξάνδρῳ ὠφελιμώτερα ἢ πολιορκεῖν ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν であり、πολιορκεῖν の直接目的語が τὴν ἄκραν、ἄπορον はその状態・性状を示す述部名詞句として機能している。
- 1.29.3ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν
動詞 ἐπέστειλεν は与格 Παρμενίωνι を間接目的語に取るが、続く不定詞 ἀπαντᾶν の意味上の主語として対格分詞 ἄγοντα が立てられている。命令・伝達動詞に伴う不定詞構文において、与格の受け手が存在していても不定詞の意味上の主語が一般的に対格で示される統語的転換の例。
- 1.29.5Ἀθηναίων πρεσβεία... δεόμενοι
集合名詞 πρεσβεία(使節団)は女性単数名詞であるが、使節団を構成する人間たち(男性複数)を念頭に置いた意味上の一致(constructio ad sensum / synesis)により、分詞 δεόμενοι は男性複数主格となっている。
- 1.29.6ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν
τοῦ φόβου は不定代名詞・対格中性単数の τι に係る部分属格。「恐怖・威圧感のうちの幾分かを緩める」という慣用的な表現。与格 τοῖς Ἕλλησιν は利害の与格(または ἀνίημι の影響が及ぶ対象)として機能している。
