- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.25.1-1.25.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ファセリス滞在中のアレクサンドロスにテッサリア騎兵隊長アレクサンドロスの謀反計画が露見し、神兆の解釈とも合致したため、密使アムポテロスが送られて首謀者は逮捕された。
ἔτι δὲ αὐτῷ περὶ τὴν Φασηλίδα ὄντι ἐξαγγέλλεται Ἀλέξανδρον τὸν Ἀερόπου ἐπιβουλεύειν, τά τε ἄλλα τῶν ἑταίρων ὄντα καὶ ἐν τῷ τότε Θεσσαλῶν τῆς ἵππου ἄρχοντα. ἦν μὲν δὴ ὁ Ἀλέξανδρος οὗτος ἀδελφὸς Ἡρομένους τε καὶ Ἀρραβαίου τῶν ξυνεπιλαβόντων τῆς σφαγῆς τῆς Φιλίππου·
彼がまだファセリス周辺に滞在していた時、アエロポスの子アレクサンドロスが陰謀を企てているという知らせが入った。彼はその他の点ではヘタイロイの一員であり、当時はテッサリア騎兵隊の指揮官を務めていた。このアレクサンドロスは、フィリッポス暗殺に加担したヘロメネスとアラバイオスの兄弟であった。
καὶ τότε αἰτίαν σχόντα αὐτὸν Ἀλέξανδρος ἀφῆκεν, ὅτι ἐν πρώτοις τε ἀφίκετο τῶν φίλων παρʼ αὐτόν, ἐπειδὴ Φίλιππος ἐτελεύτησε, καὶ τὸν θώρακα συνενδὺς συνηκολούθησεν αὐτῷ εἰς τὰ βασίλεια· ὕστερον δὲ καὶ ἐν τιμῇ ἀμφʼ αὑτὸν εἶχε, στρατηγόν τε ἐπὶ Θρᾴκης στείλας καὶ ἐπειδὴ Κάλας ὁ τῶν Θετταλῶν ἵππαρχος ἐπὶ σατραπείᾳ ἐξεπέμφθη, αὐτὸν ἀπέδειξεν ἄρχειν τῆς Θεσσαλικῆς ἵππου. τὰ δὲ τῆς ἐπιβουλῆς ἐξηγγέλθη ὧδε.
その当時、彼も容疑をかけられたものの、フィリッポスが亡くなった際に味方のうちで真っ先にアレクサンドロスのもとに駆けつけ、ともに胸当てを着けて王宮まで付き従ったため、アレクサンドロスは彼を放免したのである。のちに彼を重用して自らの周囲に侍らせ、トラキア方面の司令官として派遣したほか、テッサリア騎兵隊長のカラスが太守職に任じられて送り出された際には、彼をテッサリア騎兵隊の指揮官に任命した。陰謀の内実は次のようにして発覚した。
Δαρεῖος, ἐπειδὴ Ἀμύντας αὐτομολήσας παρʼ αὐτὸν λόγους τέ τινας καὶ γράμματα παρὰ τοῦ Ἀλεξάνδρου τούτου ἐκόμισε, καταπέμπει ἐπὶ θάλασσαν Σισίνην, ἄνδρα Πέρσην τῶν ἀμφʼ αὑτὸν πιστῶν, πρόφασιν μὲν παρὰ Ἀτιζύην τὸν Φρυγίας σατράπην, τῇ δὲ ἀληθείᾳ τῷ Ἀλεξάνδρῳ τούτῳ συνεσόμενον καὶ πίστεις δώσοντα, εἰ ἀποκτείνειε βασιλέα Ἀλέξανδρον, αὐτὸν βασιλέα καταστήσειν Μακεδονίας καὶ χρυσίου τάλαντα πρὸς τῇ βασιλείᾳ ἐπιδώσειν χίλια.
アミュンタスがダレイオスのもとへ投降し、このアレクサンドロスからの言伝や書簡を届けたため、ダレイオスは自らの側近の信臣であるペルシア人シシネスを海岸部へと下向させた。名目上はフリュギアの太守アティジュエスのもとへ赴くためとされたが、実際にはこのアレクサンドロスと会談し、もしアレクサンドロス王を殺害したならば、彼自身をマケドニア王に擁立し、王位に加えて千タラントンもの金を与えるという確約を交わすためであった。
ὁ δὲ Σισίνης ἁλοὺς πρὸς Παρμενίωνος λέγει πρὸς Παρμενίωνα ὧν ἕνεκα ἀπεστάλη· καὶ τοῦτον ἐν φυλακῇ πέμπει Παρμενίων παρʼ Ἀλέξανδρον, καὶ πυνθάνεται ταὐτὰ παρʼ αὐτοῦ Ἀλέξανδρος. ξυναγαγὼν δὲ τοὺς φίλους βουλὴν προὐτίθει ὅ τι χρὴ ὑπὲρ Ἀλεξάνδρου γνῶναι.
ところがシシネスはパルメニオンに捕らえられ、パルメニオンに対して自らが派遣された理由を白状した。パルメニオンはこの者を護送してアレクサンドロスのもとへ送り、アレクサンドロスも彼から同様の事実を聞き出した。そして友愛の士たちを召集し、アレクサンドロスに関してどのような判断を下すべきか評議に付した。
καὶ ἐδόκει τοῖς ἑταίροις μήτε πάλαι εὖ βεβουλεῦσθαι τὸ κράτιστον τοῦ ἱππικοῦ ἀνδρὶ οὐ πιστῷ ἐπιτρέψας,1 νῶν τε χρῆναι αὐτὸν κατὰ τάχος ἐκποδὼν ποιεῖσθαι, πρὶν καὶ ἐπιτηδειότερον γενόμενον τοῖς Θετταλοῖς ξὺν αὐτοῖς τι νεωτερίσαι. καί τι καὶ θεῖον ἐφόβει αὐτούς.
ヘタイロイたちの意見では、騎兵の精鋭部隊を忠誠心の定かでない者に委ねたこと自体、以前から良策ではなかったとされ、彼がテッサリア兵たちとさらに親密になって彼らとともに変乱を起こす前に、今すぐ速やかに始末すべきであるとされた。また、ある神兆も彼らを恐れさせていた。
ἔτι γὰρ πολιορκοῦντος αὐτοῦ Ἀλεξάνδρου Ἁλικαρνασσὸν ἀναπαύεσθαι μὲν ἐν μεσημβρίᾳ, χελιδόνα δὲ περιπέτεσθαι ὑπὲρ τῆς κεφαλῆς τρύζουσαν μεγάλα καὶ τῆς εὐνῆς ἄλλῃ καὶ ἄλλῃ ἐπικαθίζειν, θορυβωδέστερον ἢ κατὰ τὸ εἰωθὸς ᾅδουσαν·
というのも、アレクサンドロス王自身がまだハリカルナッソスを包囲していた頃、真昼に休息をとっていたところ、一羽のツバメが頭上を旋回しつつ激しく鳴き立て、普段のさえずりとは異なり騒がしく鳴きながら、寝台のあちこちにとまったからである。
τὸν δὲ ὑπὸ καμάτου ἐγερθῆναι μὲν ἀδυνάτως ἔχειν ἐκ τοῦ ὕπνου, ἐνοχλούμενον δὲ πρὸς τῆς φωνῆς τῇ χειρὶ οὐ βαρέως ἀποσοβῆσαι τὴν χελιδόνα· τὴν δὲ τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖσαν, ὥστε2 ἐπὶ τῆς κεφαλῆς αὐτῆς τοῦ Ἀλεξάνδρου καθημένην μὴ πρόσθεν ἀνεῖναι πρὶν παντελῶς ἐξεγερθῆναι Ἀλέξανδρον.
王は疲労のために眠りから目覚めることができなかったが、鳴き声に煩わされて手で軽くツバメを追い払った。しかしツバメは手で打たれて逃げるどころか、アレクサンドロスの頭そのものにとまり、彼が完全に目を覚ますまで〔鳴くのを〕やめようとはしなかったのである。
καὶ Ἀλέξανδρος οὐ φαῦλον ποιησάμενος τὸ τῆς χελιδόνος ἀνεκοίνωσεν Ἀριστάνδρῳ τῷ Τελμισσεῖ, μάντει· Ἀρίστανδρον δὲ ἐπιβουλὴν μὲν ἔκ του τῶν φίλων σημαίνεσθαι αὐτῷ εἰπεῖν, σημαίνεσθαι δὲ καί, ὅτι καταφανὴς ἔσται. τὴν γὰρ χελιδόνα σύντροφόν τε εἶναι ὄρνιθα καὶ εὔνουν ἀνθρώποις καὶ λάλον μᾶλλον ἢ ἄλλην ὄρνιθα.
アレクサンドロスはこのツバメの件をただならぬことと考え、テルミッソス人の予言者アリスタンドロスに相談した。するとアリスタンドロスは、味方の誰かからの陰謀が示されているが、それが露見することも示されていると答えた。ツバメは人とともに暮らす鳥であり、人間に好意的で、他のどの鳥よりもよく語りかける鳥だからである。
ταῦτά τε οὖν καὶ τὰ ἀπὸ τοῦ Πέρσου ξυνθεὶς πέμπει ὡς Παρμενίωνα Ἀμφοτερὸν τὸν Ἀλεξάνδρου μὲν παῖδα, ἀδελφὸν δὲ Κρατεροῦ. καὶ ξυμπέμπει αὐτῷ τῶν Περγαίων τινὰς τὴν ὁδὸν ἡγησομένους. καὶ ὁ Ἀμφοτερὸς στολὴν ἐνδὺς ἐπιχώριον, [καὶ] ὡς μὴ γνώριμος εἶναι κατὰ τὴν ὁδόν, λανθάνει ἐφικόμενος3 παρὰ Παρμενίωνα·
そこで王はこれらのこととペルシア人からの情報を合わせ考え、アレクサンドロスの子でクラテロスの弟であるアムポテロスをパルメニオンのもとへと派遣した。そして案内役としてペルゲの者たち数名を同行させた。アムポテロスは現地の装束を身にまとい、道中で正体を覚知されないようにして、人目を逃れてパルメニオンのもとに到着した。
καὶ γράμματα μὲν οὐ κομίζει παρὰ Ἀλεξάνδρου· οὐ γὰρ ἔδοξε γράφειν ὑπὲρ οὐδενὸς τοιούτου ἐς τὸ ἐμφανές· τὰ δὲ ἀπὸ γλώσσης οἱ ἐντεταλμένα ἐξήγγειλεν, καὶ οὕτω ξυλλαμβάνεται ὁ Ἀλέξανδρος οὗτος καὶ ἐν φυλακῇ ἦν.
彼はアレクサンドロスからの書簡は携えていなかった。このような事柄について書面で公にするのは得策でないと思われたからである。彼は口頭で命じられた指示を告げ、こうしてこのアレクサンドロスは捕縛され、収監されることとなった。
- 1.25.5ἐπιτρέψας
非人称動詞 ἐδόκει に続く完了受動不定詞 βεβουλεῦσθαι(主語は非人称「策が講じられた」)の論理的主語(アレクサンドロス大王)に一致する主格分詞。意味上は「(王が)委ねたことによって善策を講じていなかった」という能動の文脈を引き継いでおり、非人称構文の中で意味上の主語が主格で表されている構文倒置的用法である。
- 1.25.7τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖσαν, ὥστε
間接話法における「τοσούτου δεῖ + 不定詞 + ὥστε」(〜するどころか、かえって…)の構文。非人称表現 δεῖ が間接話法に伴い不定詞 δεῆσαι となり、属格 τοσούτου を伴って「打たれて逃げ去るにはそれほどかけ離れていたので、結果として(ὥστε)…」という強い対比・結果構文を形成している。
- 1.25.9λανθάνει ἐφικόμενος
λανθάνω と分詞の補足的結合による慣用表現。「気づかれずに/人目を忍んで〜する」の意。歴史現在動詞 λανθάνει にアオリスト分詞 ἐφικόμενος が結びつき、アムポテロスが道中誰にも正体を知られることなくパルメニオンの宿営地へ到着した動作を表す。
