- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.23.1-1.23.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
メムノンとオロントバテスは市街に火を放って要塞へと退却し、アレクサンドロスは市民を保護しつつ都市を破壊して撤退を決定する。彼はカリア全土の統治権を旧支配者アダに委ね、フリュギアへと転進した。
ἔνθα δὴ ξυνελθόντες οἱ ἡγεμόνες τῶν Περσῶν, Ὀροντοβάτης τε καὶ Μέμνων, καὶ ἐκ τῶν παρόντων γνόντες σφᾶς τε οὐ δυναμένους ἐπὶ πολὺ ἀντέχειν τῇ πολιορκίᾳ καὶ τοῦ τείχους τὸ μὲν τι καταπεπτωκὸς ἤδη ὁρῶντες, τὸ δὲ καὶ κατασεσεισμένον, πολλοὺς δὲ τῶν στρατιωτῶν ἐν ταῖς ἐκδρομαῖς τοὺς μὲν διεφθαρμένους, τοὺς δὲ καὶ ὑπὸ τοῦ τετρῶσθαι ἀπομάχους ὄντας, ταῦτα ἐν νῷ λαβόντες ἀμφὶ δευτέραν φυλακὴν τῆς νυκτὸς τόν τε ξύλινον πύργον, ὃν αὐτοὶ ἀντῳκοδόμησαν ταῖς μηχαναῖς τῶν πολεμίων, ἐμπιπρᾶσι καὶ τὰς στοάς, ἐν αἷς τὰ βέλη αὐτοῖς ἀπέκειτο. ἐνέβαλον δὲ καὶ ταῖς οἰκίαις πῦρ ταῖς πλησίον τοῦ τείχους·
ここでペルシア軍の指揮官たち、オロントバテスとメムノンは合議し、現状からして自分たちにはこれ以上長く攻城戦に耐える力がないと判断し、また城壁のある部分はすでに崩落し、別の部分も激しく破壊されているのを目にし、さらに兵士たちの多くも出撃の中で一部は命を落とし、一部は負傷によって戦闘不能になっているのを見た。彼らはこれらを考慮に入れ、夜の第二夜番の頃、敵の機械に対抗して自ら築いた木製の塔や、彼らの飛び道具が保管されていた列柱廊に火を放った。また彼らは、城壁に近い家々にも火を投じた。
τῶν δὲ καὶ προσήψατο ἡ φλόξ ἀπὸ τε τῶν στοῶν καὶ τοῦ πύργου πολλὴ ἀπενεχθεῖσα καὶ τι καὶ τοῦ ἀνέμου ταύτῃ ἐπιφέροντος· αὐτῶν δὲ οἱ μὲν ἐς τὴν ἄκραν τὴν ἐν τῇ νήσῳ ἀπεχώρησαν, οἱ δὲ ἐς τὴν Σαλμακίδα, ἄκραν οὕτω καλουμένην.
そして列柱廊や塔から大きな炎が吹き寄せられ、風もまたいくぶんかその方向に火を煽ったため、他の〔家々〕にも火が燃え移った。そして彼らのうち、ある者は島にある要塞へと退却し、他の者はサルマキスと呼ばれる要塞へと退却した。
Ἀλεξάνδρῳ δὲ ὡς ἐξηγγέλθη ταῦτα πρός τινων αὐτομολησάντων ἐκ τοῦ ἔργου καὶ τὸ πῦρ πολὺ καθεώρα αὐτός, καίτοι ἀμφὶ μέσας που νύκτας ἦν τὸ γιγνόμενον, ὁ δὲ καὶ ὣς1 ἐξαγαγὼν τοὺς Μακεδόνας τοὺς μὲν ἔτι ἐμπιπράντας τὴν πόλιν ἔκτεινεν, ὅσοι δὲ ἐν ταῖς οἰκίαις καταλαμβάνοιντο τῶν Ἁλικαρνασσέων, τούτους δὲ σώζειν παρήγγειλεν. ἤδη τε ἠὼς ὑπέφαινε καὶ κατιδὼν τὰς ἄκρας. ἃς οἵ τε Πέρσαι καὶ οἱ μισθοφόροι κατειλήφεσαν, ταύτας μὲν ἀπέγνω πολιορκεῖν, τριβήν τε ἐπινοῶν οὐκ ὀλίγην ἔσεσθαί οἱ ἀμφʼ αὐτὰς τῇ φύσει τῶν χωρίων καὶ οὐ παρὰ μέγα εἶναι ἐξελόντι οἱ2 τὴν πόλιν ἤδη πᾶσαν.
アレクサンドロスには、現場から投降してきた者たちからこの事態が報告され、また彼自身も大きな火を目撃したが、この事態が起こったのは真夜中頃のことであったにもかかわらず、彼はそれでもマケドニア軍を率いて出動し、都市に放火を続けている者たちを討ち取り、他方ハリカルナッソス人の中で家々にとどまっているところを見出された者たちは救助するよう命じた。やがて夜が明けると、彼は要塞群を見渡し、ペルシア兵と傭兵たちがそれらを占拠していたが、それらの要塞を包囲することは断念した。その地形の自然な険しさから要塞の周辺では少なからぬ時を費やすことになると考えたし、都市の全域をすでに攻略した彼にとって、要塞を落とすことはさほど重要ではないと考えたからである。
θάψας δὲ τοὺς ἀποθανόντας ἐν τῇ νυκτὶ τὰς μὲν μηχανὰς ἐς Τράλλεις ἀπαγαγεῖν ἐκέλευσε τοὺς ἐπʼ αὐταῖς τεταγμένους, αὐτὸς δὲ τὴν πόλιν ἐς ἔδαφος κατασκάψας αὐτῆς τε ταύτης καὶ τῆς ἄλλης Καρίας φυλακὴν ἐγκαταλιπὼν ξένους μὲν πεζοὺς τρισχιλίους, ἱππέας δὲ ἐς διακοσίους καὶ Πτολεμαῖον ἡγεμόνα αὐτῶν ἐπὶ Φρυγίας ἐστέλλετο.
そして夜の間に戦死した者たちを埋葬すると、機械隊に配置されていた者たちには機械をトラレスへと後退させるよう命じ、自らは都市を基礎に至るまで徹底的に破壊し、この都市そのものとその他のカリア全域の守備隊として傭兵の歩兵三千名と騎兵およそ二百名を残し、プトレマイオスをその指揮官に任じると、フリュギアへと進軍した。
τῆς δὲ Καρίας ξυμπάσης σατραπεύειν ἔταξεν Ἄδαν, θυγατέρα μὲν Ἑκατόμνω, γυναῖκα δὲ Ἱδριέως, ὃς καὶ ἀδελφὸς αὐτῇ ὢν κατὰ νόμον τῶν Καρῶν ξυνῴκει. καὶ ὁ μὲν Ἱδριεὺς τελευτῶν ταύτῃ ἐπέτρεψε τὰ πράγματα, νενομισμένον3 ἐν τῇ Ἀσίᾳ ἔτι ἀπὸ Σεμιράμεως καὶ γυναῖκας ἄρχειν ἀνδρῶν. Πιξώδαρος δὲ τὴν μὲν ἐκβάλλει τῆς ἀρχῆς, αὐτὸς δὲ κατεῖχε τὰ πράγματα.
そして全カリアの太守として統治を行うようアダを任命した。彼女はヘカトムノスの娘であり、イドリエウスの妻であった。イドリエウスは彼女の兄弟でもあり、カリア人の習俗に従って彼女と夫婦として暮らしていたのである。そしてイドリエウスは世を去るにあたり、アジアにおいてはセミラミスの昔から女性が男性を統治することも慣習とされていたため、国政をこのアダに託した。しかしピクソダロスが彼女を支配権から追放し、自らが国政を掌握した。
τελευτήσαντος δὲ Πιξωδάρου Ὀροντοβάτης τὴν Καρῶν ἀρχὴν ἐκ βασιλέως πεμφθεὶς εἶχε, γαμβρὸς ὢν Πιξωδάρου. Ἄδα δὲ Ἄλινδα μόνον κατεῖχε, χωρίον τῆς Καρίας ἐν τοῖς ὀχυρώτατον, καὶ ἐσβαλόντι Ἀλεξάνδρῳ ἐς Καρίαν ἀπήντα, τά τε Ἄλινδα ἐνδιδοῦσα καὶ παῖδά οἱ τιθεμένη Ἀλέξανδρον.4 καὶ Ἀλέξανδρος τὰ τε Ἄλινδα αὐτῇ ἐπέτρεψε καὶ τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε, καὶ ἐπειδὴ Ἁλικαρνασσόν τε ἐξεῖλε καὶ τῆς ἄλλης Καρίας ἐπεκράτησεν, αὐτῇ ἄρχειν ἁπάσης ἔδωκε.
ピクソダロスの死後は、彼の娘婿であったオロントバテスが大王から派遣されてカリアの支配権を握っていた。しかしアダは、カリアの最も堅固な拠点の一つであるアリンダのみを領有しており、アレクサンドロスがカリアに侵入した際に彼を出迎え、アリンダを引き渡すとともにアレクサンドロスを自分の養子とした。アレクサンドロスはアリンダを彼女の手に委ね、息子と呼ばれることも拒まず、ハリカルナッソスを攻略し残りのカリアも平定すると、彼女に全土を統治する権限を与えたのである。
- 1.23.4ὁ δὲ καὶ ὣς
文頭の与格 Ἀλεξάνδρῳ と ὡς 従属節を受けた後、主節の頭で主語を再提示する呼応・照応の δέ(いわゆる apodotic δέ)である。kai hōs は「それでもなお」「そうであるにもかかわらず」の意を成す。
- 1.23.5οὐ παρὰ μέγα εἶναι ἐξελόντι οἱ
οὐ παρὰ μέγα εἶναι は「大差ない」「大した重要性を持たない」という意味の慣用表現。与格分詞句 ἐξελόντι οἱ は関与の与格(判断基準の与格)であり、「彼にとって、すでに全都市を陥落させた以上は」という限定的・理由的な意味を添えている。
- 1.23.7νενομισμένον
非人称動詞的表現の分詞による対格絶対(accusative absolute)。後続する不定詞句 καὶ γυναῖκας ἄρχειν ἀνδρῶν がその実質的な主語(「女性が男性を支配することも慣習とされていたので」)として機能している。
- 1.23.8παῖδά οἱ τιθεμένη Ἀλέξανδρον
中動態 τίθεμαι が二重対格(παῖδα... Ἀλέξανδρον)を伴って「自らの子と定める」「養子とする」の意を表す。与格代名詞 οἱ は間接再帰(「彼女自身にとって」)として機能している。
