← アッリアノス

アレクサンドロス遠征記

§1.1.1-1.1.13

アレクサンドロスの即位とハイモス山の戦い

即位したアレクサンドロスはギリシア諸都市の推戴を得た後、北方国境を安定させるためトラキア遠征に出発し、ハイモス山で荷車を転落させて待ち伏せる現地の軍勢を奇策によって撃破した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1.1

λέγεται δὴ Φίλιππος μὲν τελευτῆσαι ἐπὶ ἄρχοντος Πυθοδήλου Ἀθήνησι· παραλαβόντα δὲ τὴν βασιλείαν Ἀλέξανδρον, παῖδα ὄντα Φιλίππου, ἐς Πελοπόννησον παρελθεῖν· εἶναι δὲ τότε ἀμφὶ τὰ εἴκοσιν ἔτη Ἀλέξανδρον.

ピュトデロスがアテナイの執政官であった年にフィリッポスが世を去り、その子であるアレクサンドロスが王位を継承してペロポネソスへと赴いたと言われている。当時、アレクサンドロスはおよそ二十歳であった。

§1.1.2

ἐνταῦθα ξυναγαγόντα τοὺς Ἕλληνας, ὅσοι ἐντὸς Πελοποννήσου ἦσαν, αἰτεῖν παρʼ αὐτῶν τὴν ἡγεμονίαν τῆς ἐπὶ τοὺς Πέρσας στρατιᾶς, ἥντινα Φιλίππῳ ἤδη ἔδοσαν· καὶ αἰτήσαντα λαβεῖν παρʼ ἑκάστων πλὴν Λακεδαιμονίων· Λακεδαιμονίους δὲ ἀποκρίνασθαι μὴ εἶναί σφισι πάτριον ἀκολουθεῖν ἄλλοις, ἀλλʼ αὐτοὺς ἄλλων ἐξηγεῖσθαι. νεωτερίσαι δὲ ἄττα καὶ τῶν Ἀθηναίων τὴν πόλιν.

そこで彼はペロポネソス内にいたすべてのギリシア人を招集し、かつて彼らがフィリッポスに与えた対ペルシア遠征軍の総指揮権を彼らに求めた。彼が求めると、ラケダイモン人を除くすべての者からそれを獲得した。ラケダイモン人は、他者に従うことは先祖代々の習わしではなく、自らが他者を先導することこそが習わしであると答えた。また、アテナイ人の国家も何らかの不穏な企てをなした。

§1.1.3

ἀλλὰ Ἀθηναίους γε τῇ πρώτῃ ἐφόδῳ Ἀλεξάνδρου ἐκπλαγέντας καὶ πλείονα ἔτι τῶν Φιλίππῳ δοθέντων Ἀλεξάνδρῳ εἰς τιμὴν συγχωρῆσαι. ἐπανελθόντα δὲ ἐς Μακεδονίαν ἐν παρασκευῇ εἶναι τοῦ ἐς τὴν Ἀσίαν στόλου.

しかし、アテナイ人はアレクサンドロスの最初の進軍に驚愕し、フィリッポスに与えられたもの以上の栄誉をアレクサンドロスに認めることを承認した。そして彼はマケドニアへと帰還し、アジアへの遠征隊の準備に入った。

§1.1.4

ἅμα δὲ τῷ ἦρι ἐλαύνειν ἐπὶ Θρᾴκης, ἐς Τριβαλλοὺς καὶ Ἰλλυριούς, ὅτι τε νεωτερίζειν ἐπύθετο Ἰλλυριούς τε καὶ Τριβαλλούς, καὶ ἅμα ὁμόρους ὄντας οὐκ ἐδόκει ὑπολείπεσθαι ὅτι μὴ1 πάντῃ ταπεινωθέντας οὕτω μακρὰν ἀπὸ τῆς οἰκείας στελλόμενον.

春になると、彼はトリバッロイ人とイリュリオ人を目指してトラキアへと進軍した。イリュリオ人とトリバッロイ人が反乱を企てていると知ったためであり、また同時に、自国からこれほど遠くへと出発するにあたって、隣接する彼らを完全に屈服させておかないまま背後に残しておくべきではないと思われたからである。

§1.1.5

ὁρμηθέντα δὴ ἐξ Ἀμφιπόλεως ἐμβαλεῖν εἰς Θρᾴκην τὴν τῶν αὐτονόμων καλουμένων Θρᾳκῶν, Φιλίππους πόλιν ἐν ἀριστερᾷ ἔχοντα καὶ τὸν Ὄρβηλον τὸ ὄρος. διαβὰς δὲ τὸν Νέστον ποταμὸν λέγουσιν, ὅτι δεκαταῖος ἀφίκετο ἐπὶ τὸ ὄρος τὸν Αἶμον.

こうして彼はアンフィポリスを出立し、自律トラキア人と呼ばれる者たちのトラキアへと侵入した。その際、左手にピリッポイの町とオルベロス山を見て進んだ。そしてネストス川を渡り、十日目にハイモス山に到達したと言われている。

§1.1.6

καὶ ἐνταῦθα ἀπήντων αὐτῷ κατὰ τὰ στενὰ τῆς ἀνόδου τῆς ἐπὶ τὸ ὄρος τῶν τε % ἐμπόρων πολλοὶ ὡπλισμένοι καὶ οἱ Θρᾷκες οἱ αὐτόνομοι, παρεσκευασμένοι εἴργειν τοῦ πρόσω κατειληφότες τὴν ἄκραν τοῦ Αἴμου τὸν στόλον, παρʼ ἣν ἦν τῷ στρατεύματι ἡ πάροδος.

そしてこの地で、その山へと登る隘路において、多くの武装した商人たちと自律トラキア人が彼を迎え撃った。彼らはハイモスの頂上を占拠して、遠征隊のこれ以上の前進を阻止する態勢をとっていた。軍勢の通路はその頂の傍らにあったのである。

§1.1.7

ξυναγαγόντες δὲ ἁμάξας καὶ προβαλόμενοι πρὸ σφῶν ἅμα μὲν χάρακι ἐχρῶντο ταῖς ἁμάξαις ἐς τὸ ἀπομάχεσθαι ἀπʼ αὐτῶν, εἰ βιάζοιντο, ἅμα δὲ ἐν νῷ εἶχον ἐπαφιέναι ἀνιοῦσιν ᾗ ἀποτομώτατον τοῦ ὄρους ἐπὶ τὴν φάλαγγα τῶν Μακεδόνων τὰς ἁμάξας. γνώμην δὲ πεποίηντο ὅτι ὅσῳ πυκνοτέρᾳ τῇ φάλαγγι καταφερόμεναι συμμίξουσιν αἱ ἅμαξαι, τοσῷδε μᾶλλόν τι διασκεδάσουσιν αὐτὴν βίᾳ ἐμπεσοῦσαι.

彼らは荷車を集めて自らの前方に配置し、一方では、もし力で押し切られそうになった場合にそこから防戦するための防壁として荷車を利用し、他方では、登ってくるマケドニア軍のファランクスに対し、山が最も険しく切り立っている場所で荷車を解き放とうと企図していた。彼らは、転がり落ちる荷車がぶつかるファランクスが密集していればいるほど、激しく突入してその隊列をいっそう打ち砕くだろうと考えていたのである。

§1.1.8

Ἀλεξάνδρῳ δὲ βουλὴ γίγνεται ὅπως ἀσφαλέστατα ὑπερβαλεῖ τὸ ὄρος· καὶ ἐπειδὴ ἐδόκει διακινδυνευτέα, οὐ γὰρ εἶναι ἄλλῃ τὴν πάροδον, παραγγέλλει τοῖς ὁπλίταις, ὁπότε καταφέροιντο κατὰ τοῦ ὀρθίου αἱ ἅμαξαι, ὅσοις μὲν ὁδὸς πλατεῖα οὖσα παρέχοι λῦσαι τὴν τάξιν, τούτους δὲ διαχωρῆσαι,2 ὡς διʼ αὐτῶν ἐκπεσεῖν τὰς ἁμάξας·

そこでアレクサンドロスは、いかにして最も安全に山を越えるべきかを熟慮した。そして、危険を冒して突破せねばならないと判断されたため――他に通路がなかったからである――彼は重装歩兵たちに対し、荷車が急斜面を転がり落ちてきたなら、道幅が広くて隊列を解く余裕のある者たちは左右に分かれ、その間を荷車が突き抜けていくようにせよと下令した。

§1.1.9

ὅσοι δὲ περικαταλαμβάνοιντο, ξυννεύσαντας, τοὺς δὲ καὶ πεσόντας ἐς γῆν, συγκλεῖσαι ἐς ἀκριβὲς τὰς ἀσπίδας, τοῦ κατʼ αὐτῶν φερομένας τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας ἀβλαβῶς ἐπελθεῖν.3 καὶ οὕτω ξυνέβη ὅπως παρῄνεσέ τε Ἀλέξανδρος καὶ εἴκασεν.

一方、狭い場所で挟み込まれてしまう者たちは、身を寄せ合って、ある者たちは地面に身を伏せ、盾を隙間なく密着させて、自分たちの上へと向かって転がり落ちてくる荷車がその勢いで跳ね上がり、自然と無傷のまま通り過ぎるようにせよと命じた。そしてアレクサンドロスが指示し予測したとおりのことが現実に起きた。

§1.1.10

οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα, αἱ δʼ ὑπὲρ τῶν ἀσπίδων ἐπικυλισθεῖσαι ὀλίγα ἔβλαψαν· ἀπέθανε δὲ οὐδεὶς ὑπὸ ταῖς ἁμάξαις. ἔνθα δὴ οἱ Μακεδόνες θαρσήσαντες, ὅτι ἀβλαβεῖς αὐτοῖς, ἃς μάλιστα ἐδεδίεσαν, αἱ ἅμαξαι ἐγένοντο, σὺν βοῇ ἐς τοὺς Θρᾷκας ἐνέβαλον.

すなわち、ある者たちはファランクスを開き、盾の上を転がり越えていった荷車はわずかな損害しか与えなかった。荷車の下敷きとなって死んだ者は一人もいなかった。そこでマケドニア兵たちは、最も恐れていた荷車が無害に終わったことで勇気を得て、鬨の声をあげてトラキア人たちに突撃した。

§1.1.11

Ἀλέξανδρος δὲ τοὺς τοξότας μὲν ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸ τῆς ἄλλης φάλαγγος, ὅτι ταύτῃ εὐπορώτερα ἦν, ἐλθεῖν ἐκέλευσε καὶ ἐκτοξεύειν ἐς τοὺς Θρᾷκας ὅπῃ προσφέροιντο· αὐτὸς δὲ ἀναλαβὼν τὸ ἄγημα καὶ τοὺς ὑπασπιστὰς καὶ τοὺς Ἀγριᾶνας κατὰ τὸ εὐώνυμον ἦγεν.

アレクサンドロスは弓兵たちに対しては、そちらのほうが進みやすかったため、右翼から残りのファランクスの前面へと進み出て、トラキア人が攻め寄せてくるところへ向けて矢を放ち続けるよう命じた。彼自身は近衛歩兵隊と親衛隊およびアグリアネス人を率いて左翼から進軍した。

§1.1.12

ἔνθα δὴ οἱ τοξόται βάλλοντες τοὺς προεκθέοντας τῶν Θρᾳκῶν ἀνέστελλον· καὶ ἡ φάλαγξ προσμίξασα οὐ χαλεπῶς ἐξέωσεν ἐκ τῆς χώρας ἀνθρώπους ψιλοὺς καὶ κακῶς ὡπλισμένους βαρβάρους, ὥστε Ἀλέξανδρον ἀπὸ τοῦ εὐωνύμου ἐπάγοντα οὐκέτι ἐδέξαντο, ἀλλὰ ῥίψαντες ὡς ἑκάστοις προὐχώρει τὰ ὅπλα κατὰ τοῦ ὄρους ἔφυγον.

そこで弓兵たちは矢を射かけてトラキア人の先鋒を食い止め、ファランクスは肉薄して、軽装で貧弱な装備しか持たない蛮族たちを容易にその地から撃退した。そのため、アレクサンドロスが左翼から進撃してくると彼らはもはや持ちこたえられず、各自が可能なかぎり武器を投げ捨てて山を下って逃走した。

§1.1.13

καὶ ἀπέθανον μὲν αὐτῶν ἐς χιλίους καὶ πεντακοσίους, ζῶντες δὲ ἄνδρες μὲν ὀλίγοι ἐλήφθησαν διʼ ὠκύτητα καὶ τῆς χώρας ἐμπειρίαν, γυναῖκες δὲ ὅσαι ξυνείποντο αὐτοῖς ἑάλωσαν πᾶσαι, καὶ τὰ παιδάρια καὶ ἡ λεία πᾶσα ἑάλω.

彼らのうち千五百人ほどが討ち死にしたが、足の速さと土地勘のために生け捕りにされた男子はごくわずかであった。しかし、彼らに付き従っていた女たちは全員捕らえられ、子どもたちも、そしてすべての戦利品も鹵獲された。

構文注3 件
  1. 1.1.4ὅτι μὴ

    ὅτι μή はここでは例外・条件を表す慣用表現で、「〜でない限り」「〜を除いては(except, unless)」の意。分詞 ταπεινωθέντας は先行する ὁμόρους ὄντας(トリバッロイ人とイリュリオ人)を意味上の主語とし、「彼らを完全に屈服させておかない限り(背後に残しておくべきではない)」という条件・付帯状況を表している。

  2. 1.1.8τούτους δὲ διαχωρῆσαι

    関係詞節・条件節(ὅσοις μὲν... παρέχοι)を受ける主節(帰結節)の冒頭に置かれた結びの δέ(apodotic δέ)。先行する節の指示対象を τούτους で受け直した上で、接続詞 δέ が帰結節の導入部として機能している。

  3. 1.1.9τοῦ κατʼ αὐτῶν φερομένας τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας ἀβλαβῶς ἐπελθεῖν

    冠詞属格 τοῦ + 不定詞 ἐπελθεῖν からなる目的を表す属格不定詞構文(genitive of purpose)。不定詞の意味上の主語は τὰς ἁμάξας であり、二つの分詞 φερομένας と ὑπερπηδώσας がこれに一致して「〜して無傷で通り過ぎるために」という目的関係を形成している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.1.1-1.1.13