← ルキアノス

ヘルモティモスあるいは諸学派

§20-23

外見による内面の不可知性と理想都市としての徳

リュキノスはモーモスの神話を引き合いに出し、外見から内面を看取することは不可能だと論じる。ヘルモティモスが議論を拒むと、リュキノスは徳を理想の都市に喩え、世俗の執着を捨ててでも目指すべき場所として提示する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§20

ὃ δὲ βούλομαι εἰπεῖν τοιόνδε ἐστίν· οὐχ ὅτι τῆς γνώμης τῶν ἀνδρῶν ἔρωτι προσῄεις αὐτοῖς καὶ ἠξίους ἀμείνων γίγνεσθαι ἐς τὰ τῆς γνώμης; ΕΡΜΟΤΙΜΟΣ Καὶ μάλα. ΛΥΚΙΝΟΣ Πῶς οὖν οἷόν τέ σοι ἦν ἀφ' ὧν ἔφησθα ἐκείνων τῶν γνωρισμάτων διορᾶν τὸν ὀρθῶς φιλοσοφοῦντα ἢ μή; οὐ γὰρ φιλεῖ τὰ τοιαῦτα οὕτω διαφαίνεσθαι, ἀλλ’ ἔστιν ἀπόρρητα καὶ ἐν ἀφανεῖ κείμενα, λόγοις καὶ συνουσίαις ἀναδεικνύμενα καὶ ἔργοις τοῖς ὁμοίοις ὀψὲ μόλις. ὁ γοῦν Μῶμος ἀκήκοας οἶμαι ἅτινα ᾐτιάσατο τοῦ Ἡφαίστου· εἰ δὲ μή, ἀλλὰ νῦν ἄκουε. φησὶ γὰρ ὁ μῦθος ἐρίσαι Ἀθηνᾶν καὶ Ποσειδῶνα καὶ Ἥφαιστον εὐτεχνίας πέρι, καὶ τὸν μὲν Ποσειδῶ ταῦρον ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ οἰκίαν ἐπινοῆσαι, ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο,1 καὶ ἐπείπερ ἐπὶ τὸν Μῶμον ἧκον ὅνπερ δικαστὴν προείλοντο, θεασάμενος ἐκεῖνος ἑκάστου τὸ ἔργον, τῶν μὲν ἄλλων ἅτινα ᾐτιάσατο περιττὸν ἂν εἴη λέγειν, ἐπὶ τοῦ ἀνθρώπου δὲ τοῦτο ἐμέμψατο καὶ τὸν ἀρχιτέκτονα ἐπέπληξε τὸν Ἥφαιστον διότι μὴ καὶ θυρίδας ἐποίησεν αὐτῷ κατὰ τὸ στέρνον, ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι2 ἅπασιν ἃ βούλεται καὶ ἐπινοεῖ καὶ εἰ ψεύδεται ἢ ἀληθεύει. ἐκεῖνος μὲν οὖν ἅτε ἀμβλυώττων οὕτω περὶ τῶν ἀνθρώπων διενοεῖτο, σὺ δὲ ὑπὲρ τὸν Λυγκέα ἡμῖν δέδορκας καὶ ὁρᾷς τὰ ἔνδον ὡς ἔοικε διὰ τοῦ στέρνου καὶ ἀνέῳκταί σοι τὰ πάντα, ὡς εἰδέναι μὴ μόνον ἃ βούλεται καὶ ἃ γιγνώσκει ἕκαστος ἀλλὰ καὶ πότερος ἀμείνων ἢ χείρων. ΕΡΜΟΤΙΜΟΣ Παίζεις, ὦ Λυκῖνε. ἐγὼ δὲ κατὰ θεὸν εἱλόμην καὶ οὐ μεταμέλει μοι τῆς αἱρέσεως.

リュキノス:私が言いたいのはこういうことだ。君が彼らのもとに近づき、精神の事柄においてより優れるようになろうと望んだのは、彼らの精神のあり方を慕ってのことではなかったのか。 ヘルモティモス:まさにその通りだ。 リュキノス:それなら、君が言ったあの目印から、正しく哲学している者とそうでない者を見分けることが、どうして君に可能だったというのか。そのような事柄は、そのように外に透けて見えるのが常なのではなく、隠され、見えないところに横たわっており、言葉や交わり、そして同じような行いによって、ようやく遅くに現れ出るものなのだから。ともあれ、モーモスがヘーパイストスにどんな非難を浴びせたか、君も聞いたことがあるだろう。もしなければ、今聞き給え。神話によれば、アテーナーとポセイドーンとヘーパイストスが技術の腕前を競い合い、ポセイドーンは牡牛を形づくり、アテーナーは家を考案したが、ヘーパイストスは人間を造り上げた。そして彼らが、裁判官として選んだモーモスのもとにやって来ると、彼はそれぞれの作品を検分した。他のものについて彼が何を咎めたかを語るのは余計なことだろうが、人間についてはこの点を非難し、胸のところに小窓を作らなかったといって創作者のヘーパイストスを叱責したのだ。その小窓を開け放てば、その者が何を望み何を考えているか、また偽っているか真実を語っているかが、誰の目にも明らかになるというわけだ。さて、モーモスは目が霞んでいたので人間についてそう考えたのだが、君はわれわれにとってリュンケウスをも凌ぐ視力を持ち、どうやら胸を透かして内部が見えているらしく、万事が君に対して開け放たれているので、各人が何を望み何を心得ているかだけでなく、どちらがより優れ、より劣っているかまでも知ることができるらしい。 ヘルモティモス:君はからかっているな、リュキノス。だが私は神の導きに従って選んだのであり、その選択を後悔してはいない。

§21

ἱκανὸν δὲ τοῦτο πρὸς γοῦν ἐμέ. ΛΥΚΙΝΟΣ Ὅμως οὐκ ἂν εἴποις, ὦ ἑταῖρε, καὶ πρὸς ἐμέ, ἀλλὰ περιόψει με παραπολόμενον ἐν τῷ πολλῷ συρφετῷ; ΕΡΜΟΤΙΜΟΣ Οὐδὲν γάρ σοι ἀρέσκει ὧν ἂν εἴπω. ΛΥΚΙΝΟΣ Οὔκ, ὦγαθέ, ἀλλ’ οὐδὲν ἐθέλεις εἰπεῖν ὁποῖον ἄν μοι ἀρέσειεν. ἐπεὶ δ’ οὖν σὺ ἑκὼν ἀποκρύπτῃ καὶ φθονεῖς ἡμῖν ὡς μὴ ἐξ ἴσου γενοίμεθά σοι φιλοσοφήσαντες, ἐγὼ πειράσομαι ὅπως ἂν οἷός τε ὦ κατ' ἐμαυτὸν ἐξευρεῖν τὴν ἀκριβῆ περὶ τούτων κρίσιν καὶ τὴν ἀσφαλεστάτην αἵρεσιν. ἄκουε δὲ καὶ σύ, εἰ βούλει. ΕΡΜΟΤΙΜΟΣ Ἀλλὰ βούλομαι, ὦ Λυκῖνε. ἴσως γάρ τι γνώριμον ἐρεῖς. ΛΥΚΙΝΟΣ Σκόπει δὴ καὶ μὴ καταγελάσῃς, εἰ παντάπασιν ἰδιωτικῶς ἀναζητῶ αὐτό· ἀνάγκη γὰρ οὕτως, ἐπεὶ μὴ σὺ ἐθέλεις σαφέστερον εἰπεῖν εἰδὼς ἄμεινον.

少なくとも私にとっては、これで十分だ。 リュキノス:それでもわが友よ、私にも教えてくれず、大勢の烏合の衆の中で私が破滅するのをただ見過ごすつもりなのか。 ヘルモティモス:君は私が何を言おうと少しも気に入らないのだから。 リュキノス:いや、友よ、君が私の気に入りそうなことを何一つ言おうとしないだけだ。しかし、君が自ら望んで隠し立てし、私たちが哲学して君と同等にならないように出し惜しみする以上、私は自分なりに、これらの事柄に関する正確な判断と最も安全な選択を見つけ出そうと試みることにしよう。望むなら、君も聞き給え。 ヘルモティモス:ぜひ聞きたい、リュキノス。おそらく君も何か筋の通ったことを言ってくれるだろうから。 リュキノス:ではよく吟味してほしい。たとえ私がまったく素人臭いやり方で探求したとしても、笑わないでくれ。君がより良く知っていながら、より明確に語ってくれない以上、こうするほかないのだから。

§22

Ἔστω δή μοι ἡ μὲν ἀρετὴ τοιόνδε τι οἷον πόλις τις εὐδαίμονας ἔχουσα τοὺς ἐμπολιτευομένους (ὡς φαίη ἂν ὁ διδάσκαλος ὁ σὸς ἐκεῖθέν ποθεν ἀφιγμένος), σοφοὺς ἐς τὸ ἀκρότατον, ἀνδρείους ἅπαντας, δικαίους, σώφρονας, ὀλίγον θεῶν ἀποδέοντας. οἷα δὲ πολλὰ γίγνεται παρ' ἡμῖν—ἁρπαζόντων καὶ βιαζομένων καὶ πλεονεκτούντων—οὐδὲν ἂν ἴδοις, φασίν, ἐν ἐκείνῃ τῇ πόλει τολμώμενον, ἀλλὰ ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ξυμπολιτεύονται, μάλ' εἰκότως· ἃ γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οἶμαι τὰς στάσεις καὶ φιλονεικίας ἐγείρει καὶ ὧν ἕνεκα ἐπιβουλεύουσιν ἀλλήλοις, ταῦτα πάντα ἐκποδών ἐστιν ἐκείνοις. οὐ γὰρ οὔτε χρυσίον ἔτι οὔτε ἡδονὰς οὔτε δόξας ὁρῶσιν ὡς διαφέρεσθαι περὶ αὐτῶν, ἀλλὰ πάλαι τῆς πόλεως ἐξεληλάκασιν αὐτὰ οὐκ ἀναγκαῖα ἡγησάμενοι ξυμπολιτεύεσθαι. ὥστε γαληνόν τινα καὶ πανευδαίμονα βίον βιοῦσιν ξὺν εὐνομίᾳ καὶ ἰσότητι καὶ ἐλευθερίᾳ καὶ τοῖς ἄλλοις ἀγαθοῖς.

さて、私にとって徳とは、そこに住む市民たちが幸福であるような都市のようなものだとしよう(ちょうど君の師が、そのあたりのどこかからやって来てそう言うであろうように)。彼らは最高度に賢明で、全員が勇敢で、正義に厚く、節制を保ち、神々にほとんど引けを取らない。そして、私たちの間で多々生じるようなこと――人々が奪い合い、暴力を振るい、強欲に振る舞うようなこと――は何一つ、かの都市で敢行されるのを見ることはないだろうと人々は言う。それどころか彼らは平和と調和のうちに市民生活を送っているが、至極当然のことだ。なぜなら、思うに他の都市において内紛や抗争を引き起こし、それゆえに互いを陥れ合う原因となるものが、かの都市の人々からはすべて排除されているからだ。彼らはもはや黄金も快楽も名声も見向きもせず、それらを巡って争うこともなく、そうしたものは市民生活を共にするのに不要であると考えて、とっくの昔に都市から追放してしまったのだ。したがって、彼らは善き法秩序、平等、自由、その他すべての良きものとともに、穏やかでこの上なく幸福な生活を送っているのだ。

§23

ΕΡΜΟΤΙΜΟΣ Τί οὖν, ὦ Λυκῖνε; οὐκ ἄξιον ἅπαντας ἐπιθυμεῖν πολίτας γίγνεσθαι τῆς τοιαύτης πόλεως μήτε κάματον ὑπολογιζομένους τὸν ἐν τῇ ὁδῷ μήτε πρὸς τὸ μῆκος τοῦ χρόνου ἀπαγορεύοντας, εἰ μέλλουσιν ἀφικόμενοι ἐγγραφήσεσθαι καὶ αὐτοὶ καὶ μεθέξειν τῆς πολιτείας; ΛΥΚΙΝΟΣ Νὴ Δία, ὦ Ἑρμότιμε, πάντων μάλιστα ἐπὶ τούτῳ σπουδαστέον, τῶν δὲ ἄλλων ἀμελητέον, καὶ μήτε πατρίδος τῆς ἐνταῦθα ἐπιλαμβανομένης πολὺν ποιεῖσθαι λόγον μήτε παίδων ἢ γονέων ὅτῳ εἰσίν ἐπικατεχόντων καὶ κλαυθμυριζομένων ἐπικλᾶσθαι, ἀλλὰ μάλιστα μὲν κἀκείνους παρακαλεῖν ἐπὶ τὴν αὐτὴν ὁδόν, εἰ δὲ μὴ ἐθέλοιεν ἢ μὴ δύναιντο, ἀποσεισάμενον αὐτοὺς χωρεῖν3 εὐθὺ τῆς πανευδαίμονος ἐκείνης πόλεως καὶ αὐτὸ ἀπορρίψαντα τὸ ἱμάτιον εἰ τούτου ἐπειλημμένοι κατερύκοιεν, ἐσσύμενον ἐκεῖσε—οὐ γὰρ δέος μή σέ τις ἀποκλείσῃ καὶ γυμνὸν ἐκεῖσε ἥκοντα.

ヘルモティモス:どうだろう、リュキノス。誰もがそのような都市の市民になることを望み、到着したあかつきには自らも市民として登録され国制に与ることができるのであれば、道中の労苦を勘定に入れず、時間の長さに気落ちすることもない、というのは当然ではないだろうか。 リュキノス:ゼウスにかけて、ヘルモティモスよ、何よりもこれに熱中すべきであり、他のことは顧みずにおくべきなのだ。この地上の祖国が引き留めようとしても重きを置かず、子や親がいる者なら、彼らがすがりついて泣き叫ぼうとも心を挫かれてはならない。むしろ何よりも彼らをも同じ道へと誘い、もし彼らが望まなかったりできなかったりするなら、彼らを振り払ってかの至福の都市へと直行し、たとえ彼らが上着にしがみついて引き留めようとすれば、その上着そのものを投げ捨ててでも、そこへ急ぐべきなのだ。たとえ裸でそこへ着いたとしても、誰かが君を締め出すような恐れはないのだから。

構文注3 件
  1. 20ὁ Ἥφαιστος δὲ ἄνθρωπον ἄρα συνεστήσατο

    間接話法(φησὶ γὰρ ὁ μῦθος)に支配された対格不定詞構文(τὸν μὲν Ποσειδῶ... ἀναπλάσαι, τὴν Ἀθηνᾶν δὲ... ἐπινοῆσαι)から、主格と直説法動詞(ὁ Ἥφαιστος δὲ... συνεστήσατο)へと突然移行する破格構文(アナコルートン)。語り手の関心が三番目の創作者であるヘーパイストスに集中したことによる構文の弛緩を示す。

  2. 20ὡς ἀναπετασθεισῶν γνώριμα γίγνεσθαι

    ἀναπετασθεισῶν は直前の θυρίδας を意味上の主語とする、名詞が省略された独立属格。ὡς は目的または意図された結果を表して不定詞 γίγνεσθαι を導いており、「それら(小窓)が開け放たれることによって、知られるようになるために」という複合構文を形成している。

  3. 23ἀποσεισάμενον αὐτοὺς χωρεῖν

    分詞 ἀποσεισάμενον(および後続の ἀπορρίψαντα, ἐσσύμενον)の男性単数対格は、非人称の形容詞構文(σπουδαστέον... ἀμελητέον)に後続する不定詞 χωρεῖν の意味上の主語(一般の人を表す対格 τινά)に一致している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0062.tlg063.humanitext-grc3:20-23