- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg052.humanitext-grc2:23-26
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
弁論者は、神聖で自由であるべき医術は強制や父権の隷属を受けず、追放中に自力で修得した技術の行使は息子の裁量にあると論じ、継母の狂気の治療命令がいかに医学的に不条理であるかを論証し始める。
τὸ δὲ τῆς ἰατρικῆς ὅσῳ σεμνότερόν ἐστιν καὶ τῷ βίῳ χρησιμώτερον, τοσούτῳ καὶ ἐλευθεριώτερον εἶναι προσήκει τοῖς χρωμένοις, καί τινα προνομίαν ἔχειν τὴν τέχνην δίκαιον τῇ ἐξουσίᾳ τῆς χρήσεως, ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν1 καὶ θεῶν παίδευμα καὶ ἀνθρώπων σοφῶν ἐπιτήδευμα, μηδʼ ὑπὸ δουλείαν γενέσθαι νόμου μηδʼ ὑπὸ ψῆφον καὶ τιμωρίαν δικαστηρίου, μηδὲ ὑπὸ φόβον καὶ πατρὸς ἀπειλὴν καὶ ὀργὴν ἰδιωτικήν. ὥστε καὶ εἰ τοῦτό σοι σαφῶς οὑτωσὶ καὶ διαρρήδην ἔλεγον, οὐ βούλομαι οὐδὲ θεραπεύω δυνάμενος, ἀλλʼ ἐμαυτῷ μόνῳ τὴν τέχνην οἶδα καὶ πατρί, τοῖς δὲ ἄλλοις ἅπασιν ἰδιώτης εἶναι βούλομαι, τίς τύραννος οὕτω βίαιος ὡς ἀναγκάσαι ἂν καὶ ἄκοντα χρῆσθαι τῇ τέχνῃ; τὰ γὰρ τοιαῦτα ἱκετείαις καὶ δεήσεσιν, οὐ νόμοις καὶ ὀργαῖς καὶ δικαστηρίοις ὑπάγειν, οἶμαι, προσήκει· πείθεσθαι τὸν ἰατρὸν χρή, οὐ κελεύεσθαι· βούλεσθαι, οὐ φοβεῖσθαι· ἐπὶ τὴν θεραπείαν οὐκ ἄγεσθαι, ἑκόντα δὲ ἐρχόμενον ἥδεσθαι. πατρικῆς δὲ ἀνάγκης ἄμοιρος ἡ τέχνη, ὅπου γε τοῖς ἰατροῖς καὶ δημοσίᾳ αἱ πόλεις τιμὰς καὶ προεδρίας καὶ ἀτελείας καὶ προνομίας διδόασιν.
医学の営みは、尊厳があり人命に有用であればあるほど、それを行使する者たちにとって自由闊達であるべきであり、その技術が使用の権能において一種の特権を有し、神聖なる事柄、神々の教え、知恵ある人々の修養たるものが、決して強制されたり命令されたりしてはならず、法の隷属下に置かれたり裁判所の判決や処罰の下に置かれたり、まして恐れや父の脅迫、私的な怒りの下に置かれてはならないことが正当であるのです。それゆえ、もし私があなたに対して明白にこのように言い切ったとしても、「私は望みませんし、治療できるとしても治療しません。私は自分自身と父のためだけに技術を心得ているのであり、他のすべての人々に対しては素人でいたいのです」と、いかなる僭主がそれほど横暴で、意に反してまで技術を行使させようと強制できるでしょうか。なぜなら、このような事柄は、法の力や怒りや裁判所ではなく、懇願と嘆願によって従わせるのがふさわしいと考えられるからです。医師は納得させられるべきであり、命令されるべきではありません。自ら望むべきであり、恐れるべきではありません。治療へと連行されるのではなく、自発的に赴くことを喜ぶべきなのです。医術は父の強制とは無縁のものです。現に諸都市も医師たちに対し、公に栄誉や特等席、公課免除や特権を与えているではありませんか。
ταῦτα μὲν οὖν ἁπλῶς ἂν εἶχον εἰπεῖν ὑπὲρ τῆς τέχνης, εἰ καὶ σοῦ διδαξαμένου με καὶ πολλὰ ἐπιμεληθέντος καὶ ἀναλώσαντος ὡς μάθοιμι πρὸς μίαν ὅμως θεραπείαν ταύτην, δυνατὴν οὖσαν, ἀντέλεγον. νυνὶ δὲ κἀκεῖνο ἐννόησον, ὡς παντάπασιν ἄγνωμον ποιεῖς οὐκ ἐῶν με χρῆσθαι μετʼ ἐλευθερίας ἐμῷ κτήματι. ταύτην ἐγὼ τὴν τέχνην οὐχ υἱὸς ὢν σὸς ἐξέμαθον οὐδὲ τῷ σῷ νόμῳ ὑποκείμενος, καὶ ὅμως αὐτὴν μεμάθηκά σοι — καὶ πρῶτος αὐτῆς ἀπολέλαυκας — οὐδὲν παρὰ σοῦ πρὸς τὸ μαθεῖν ἔχων. τίνα διδάσκαλον ἐμισθώσω; τίνα φαρμάκων παρασκευήν; οὐδʼ ἡντιναοῦν· ἀλλὰ πενόμενος ἐγὼ καὶ τῶν ἀναγκαίων ἀπορούμενος καὶ ὑπὸ τῶν διδασκάλων ἐλεούμενος ἐπαιδευόμην, καί μοι τοιαῦτα παρὰ τοῦ πατρὸς ἦν πρὸς τὸ μαθεῖν ἐφόδια, λύπη καὶ ἐρημία καὶ ἀπορία καὶ μῖσος οἰκείων καὶ ἀποστροφὴ συγγενῶν. ἀντὶ τούτων τοίνυν χρῆσθαί μου τῇ τέχνῃ ἀξιοῖς καὶ δεσπότης εἶναι θέλεις τῶν ὅτʼ οὐκ ἦσθα δεσπότης πεπορισμένων;2 ἀγάπα εἴ τί σε καὶ πρότερον ἑκὼν οὐ προοφείλων εὖ ἐποίησα, μηδεμίαν μηδὲ τότε χάριν ἀπαιτεῖσθαι δυνάμενος.
ですから、たとえあなたが私を教導し、私が学ぶようにと多くの配慮をし費用を投じてくれたとしても、私がこのただ一つの治療に対して、それが可能であるにもかかわらず拒んだとしたなら、私はその技術のために単にこのように言えたはずです。しかし今や次のことも考えてみてください。あなたが私に自分の財産を自由に使うことを許さないのは、まったく理不尽であるということです。私はあなたの息子としてこの技術を学び修めたのではなく、あなたの法規に服していたわけでもありません。それにもかかわらず、私はあなたのためにこれを修得し——そしてあなたはその最初の享受者となったのです——、学ぶにあたってあなたから何一つ得てはいなかったのです。あなたはどんな教師を雇ってくれましたか。どんな医薬の備えをしてくれましたか。何一つありません。むしろ私は困窮し、必需品にも事欠き、教師たちに憐れまれながら学んでいたのです。そして学ぶための旅費として父から与えられたものは、苦痛、孤立、貧困、一族の憎しみ、親族の忌避といったものでした。それゆえ、これらの仕打ちを引き換えにして私の技術を利用する権利があると考え、自分が主人でなかった時に獲得されたものの主人になろうと望むのですか。かつて私が義務もないのに進んであなたに善を施したことを、当時にあっても何ら返礼を要求され得なかったのですから、甘んじて受け入れなさい。
οὐ δὴ δεῖ τὴν εὐποιίαν τὴν ἐμὴν ἀνάγκην ἐς τὸ λοιπόν μοι γενέσθαι, οὐδὲ τὸ ἑκόντα εὐεργετῆσαι ἀφορμὴν τοῦ ἄκοντα κελεύεσθαι καταστῆναι, οὐδὲ ἔθος ὑπάρξαι τοῦτο, τὸ ἅπαξ τινὰ ἰασάμενον πάντας ἐς ἀεὶ θεραπεύειν ὁπόσους ἂν ὁ θεραπευθεὶς θέλῃ· ἐπεὶ δεσπότας ἂν οὕτως καθʼ ἡμῶν εἴημεν τοὺς θεραπευομένους κεχειροτονηκότες καὶ μισθὸν τὸ δουλεύειν αὐτοῖς καὶ τὸ πάντα κελεύουσιν ὑπηρετεῖν προσδεδωκότες, οὗ τί γένοιτʼ ἂν ἀδικώτερον; διότι σε νοσήσαντα χαλεπῶς οὕτως ἀνέστησα, διὰ τοῦτο νομίζεις ἐξεῖναί σοι καταχρῆσθαί μου τῇ τέχνῃ;
私の善行が今後私にとって強制となってはならず、進んで恩恵を施したことが意に反して命じられる契機となってはなりません。また、一度誰かを治療したからといって、治療された者が望むだけのすべての人々を永遠に治療し続けねばならない、などという習慣が成立してはなりません。もしそうなら、私たちは治療される者たちを自分たちに対する主人として任命し、彼らに隷属することや何でも命じるままに奉仕することを報酬として余計に付け与えたことになりましょうが、これ以上に不当なことがありましょうか。重い病に倒れたあなたを私がこのように回復させたからといって、そのために私の技術を濫用することが許されるとでも思っているのですか。
ταῦτα μὲν οὖν εἶχον ἂν λέγειν, εἰ καὶ δυνατὰ μὲν οὗτος προσέταττεν, ἐγὼ δὲ μὴ πάντως ἅπασι μηδὲ πρὸς ἀνάγκην ὑπήκουον. νῦν δὲ ἤδη σκέψασθε καὶ οἷά ἐστιν αὐτοῦ τὰ ἐπιτάγματα· ἐπεὶ γὰρ ἐμὲ ἰάσω, φησίν, μεμηνότα, μέμηνεν δὲ καὶ ἡ γυνὴ καὶ ὅμοια πάσχει — τοῦτο γὰρ οἴεται — καὶ ὑπὸ τῶν ἄλλων ὁμοίως ἀπέγνωσται, δύνασαι δὲ σὺ πάντα ὡς ἔδειξας, ἰῶ καὶ ταύτην καὶ ἀπάλλαττε ἤδη τῆς νόσου. τοῦτο δέ, οὑτωσὶ μὲν ἁπλῶς ἀκοῦσαι, πάνυ εὔλογον ἂν δόξειεν, καὶ μάλιστα ἰδιώτῃ καὶ ἀπείρῳ ἰατρικῆς· εἰ δέ μου ἀκούσαιτε ὑπὲρ τῆς τέχνης δικαιολογουμένου, μάθοιτʼ ἂν ὡς οὔτε πάντα ἡμῖν δυνατά ἐστιν οὔθʼ αἱ τῶν νοσημάτων φύσεις παραπλήσιοι οὔτʼ ἴασις ἡ αὐτὴ οὔτε φάρμακα τὰ αὐτὰ ἐπὶ πάντων ἰσχυρά, καὶ τότʼ ἔσται δῆλον ὡς πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει.3 ἀνάσχεσθε δέ μου τὰ περὶ τούτων φιλοσοφοῦντος, καὶ μὴ ἀπειρόκαλον μηδὲ ἐξαγώνιον μηδὲ ἀλλότριον ἢ ἄκαιρον ἡγήσησθε τὸν περὶ τῶν τοιούτων λόγον.
ですから、たとえこの男が実行可能なことを命じ、私が万事において必ずしも従わず、また強制によって従うのでもなかったとしても、このように言うことができたはずです。しかし今や、彼の命令がどのようなものであるかをも吟味してください。 「お前は私を治療したのだから」と彼は言います、 「狂気であった私を。そして妻もまた狂気に陥り、同じ苦しみを味わっており—— 彼はそう思い込んでいるのです—— 他の医師たちからも同様に見放されている。お前は証明した通り何でもできるのだから、この女をも治療し、直ちに病から解放せよ」と。 これは、このように単に耳にするだけならば、きわめてもっともらしく思われるかもしれません。とりわけ素人や医術に不案内な者にとってはそうです。しかし、もしあなたがたが技術のために弁明する私の言に耳を傾けてくださるならば、私たちにとってすべてのことが可能なのではなく、病気の性質も類似しているわけではなく、治療法も同一ではなく、同一の薬がすべてに対して有効なわけでもない、ということを知っていただけるでしょう。そしてその時こそ、何ごとかを望まないことと、それが不可能であることとの間には、途方もない隔たりがあることが明らかになるはずです。どうかこれらについて論究する私を辛抱して聞いてくださり、そのような議論を無粋であるとか、本筋から外れているとか、無縁であるとか、時宜を得ないものだとはみなさないでください。
- 23ἀναγκάζεσθαι δὲ μηδὲν μηδὲ προστάττεσθαι πρᾶγμα ἱερὸν
πρᾶγμα ἱερὸν 以下(神聖なる事柄、神々の教え、賢者の修養)は受動相不定詞 ἀναγκάζεσθαι および προστάττεσθαι の意味上の主語(対格主語)である。これらの一連の不定詞節は δίκαιον [ἐστί](〜が正当である)に統御されている。副詞的対格の μηδέν(決して〜ない)が不定詞を修飾して否定を強めている。
- 24τῶν ὅτʼ οὐκ ἦσθα δεσπότης πεπορισμένων
実質詞化した中受動相完了分詞 τῶν πεπορισμένων(獲得された事柄)に、時を表す副詞節 ὅτʼ οὐκ ἦσθα δεσπότης(あなたが主人でなかった時に)が挟み込まれた統語構造である。定冠詞 τῶν と分詞 πεπορισμένων が枠構造を形成し、全体として δεσπότης εἶναι の目的語(属格)となっている。
- 26πάμπολυ τοῦ μὴ βούλεσθαί τι τὸ μὴ δύνασθαι διαφέρει
語順の倒置(ハイパーバトン)が見られる。主語は後置された冠詞付き不定詞 τὸ μὴ δύνασθαι(能力がないこと)であり、主動詞 διαφέρει(異なる)に、比較の属格に立つ冠詞付き不定詞 τοῦ μὴ βούλεσθαί τι(何ごとかを望まないこと)と、副詞的対格 πάμπολυ(大いに、途方もなく)が係っている。
