- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg044.humanitext-grc2:46-48
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルサコマスは求婚の失敗と侮辱を友らに告げ、ロンカテスは王の首を、マケンテスは花嫁の奪還を担当し、アルサコマスはスキタイ古来の「牛皮の誓い」の儀礼によって大軍勢を募る。
Τόξαρις ὁ δὲ Ἀρσακόμας ἐπανελθὼν οἴκαδε μηνύει τοῖς φίλοις ὡς ἀτιμασθείη ὑπὸ τοῦ βασιλέως καὶ γελασθείη ἐν τῷ συμποσίῳ, πένης εἶναι δόξας. καίτοι, ἔφη, ἐγὼ διηγησάμην αὐτῷ τὸν πλοῦτον ὁπόσος ἐστίν μοι, ὑμᾶς, ὦ Λογχάτα καὶ Μακέντα, καὶ τὴν εὔνοιαν τὴν ὑμετέραν, πολὺ ἀμείνω καὶ βεβαιοτέραν τῆς Βοσπορανῶν δυνάμεως. ἀλλʼ ἐμοῦ ταῦτα διεξιόντος ἡμᾶς μὲν ἐχλεύαζεν καὶ κατεφρόνει, Ἀδυρμάχῳ δὲ τῷ Μάχλυϊ παρέδωκεν ἀπάγειν τὴν νύμφην, ὅτι χρυσᾶς τε φιάλας ἐλέγετο ἔχειν δέκα καὶ ἁμάξας τετρακλίνους ὀγδοήκοντα καὶ πρόβατα καὶ βοῦς πολλούς. οὕτως ἄρα προετίμησεν ἀνδρῶν ἀγαθῶν βοσκήματα πολλὰ καὶ ἐκπώματα περίεργα καὶ ἁμάξας βαρείας. ἐγὼ δέ, ὦ φίλοι, διʼ ἀμφότερα ἀνιῶμαι· καὶ γὰρ ἐρῶ τῆς Μαζαίας, καὶ ἡ ὕβρις ἐν τοσούτοις ἀνθρώποις οὐ μετρίως μου καθίκετο. οἶμαι δὲ καὶ ὑμᾶς ἐπʼ ἴσης ἠδικῆσθαι· τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν τῆς ἀτιμίας,1 εἴ γε οὕτω βιοῦμεν ὡς ἀφʼ οὗ συνεληλύθαμεν εἷς ἄνθρωπος ὄντες καὶ τὰ αὐτὰ ἀνιώμενοι καὶ τὰ αὐτὰ χαίροντες. οὐ μόνον, ἐπεῖπεν ὁ Λογχάτης, ἀλλὰ ἕκαστος ἡμῶν ὅλος ὕβρισται, ὁπότε σὺ τοιαῦτα ἔπαθες. Τόξαρις πῶς οὖν, ὁ Μακέντης ἔφη, χρησόμεθα τοῖς παροῦσι; ʼ διελώμεθα, ἔφη ὁ Λογχάτης, τὸ ἔργον· καὶ ἐγὼ μὲν ὑπισχνοῦμαι Ἀρσακόμᾳ τὴν κεφαλὴν κομιεῖν τὴν Λευκάνορος, σὲ δὲ χρὴ τὴν νύμφην ἐπανάγειν αὐτῷ. οὕτω γινέσθω, ἔφη· σὺ δέ, ὦ Ἀρσακόμα, ἐν τοσούτῳ — εἰκὸς γὰρ καὶ στρατιᾶς καὶ πολέμου τὸ μετὰ τοῦτο δεήσειν — ἡμᾶς αὐτοῦ περιμένων συνάγειρε καὶ παρασκεύαζε ὅπλα καὶ ἵππους καὶ τὴν ἄλλην δύναμιν ὡς πλείστην. ῥᾷστα δʼ ἂν πολλοὺς προσαγάγοις αὐτός τε ἀγαθὸς ὢν καὶ ἡμῖν οὐκ ὀλίγων ὄντων οἰκείων, μάλιστα δὲ εἰ καθέζοιο ἐπὶ τῆς βύρσης τοῦ βοός. ἔδοξε ταῦτα, καὶ ὁ μὲν ἐχώρει ὡς εἶχεν εὐθὺς ἐπὶ τοῦ Βοσπόρου, ὁ Λογχάτης, ὁ Μακέντης δὲ ἐπὶ τοὺς Μάχλυας, ἱππότης ἑκάτερος, ὁ δὲ Ἀρσακόμας οἴκοι μένων τοῖς τε ἡλικιώταις διελέγετο καὶ ὥπλιζε δύναμιν παρὰ τῶν οἰκείων, τέλος δὲ καὶ ἐπὶ τῆς βύρσης ἐκαθέζετο.
トクサリス:しかしアルサコマスは帰郷すると、自分が貧乏であると見なされ、宴席で王から侮辱され嘲弄されたと友らに告げた。 「それなのに、」と彼は言った、 「私は王に対し、私にある富がいかほどのものであるか、すなわち、ロンカテスよ、マケンテスよ、君たち二人と君たちの好意こそが、ボスポロス人の力よりもはるかに勝り確固たるものであると語ったのだ。しかし私がそうしたことを述べている間、王は我々を嘲り見下し、金の杯を十個、四人用の寝台付き馬車を八十台、そして多くの羊や牛を持っていると噂されていたマクリュエス人のアデュルマコスに花嫁を連れ去らせるために引き渡したのだ。こうして王は、優れた人々よりも、多くの家畜、過剰に手の込んだ杯、重苦しい荷車を重んじたのだ。 だが友らよ、私は二重の理由で苦しんでいる。マザイアを愛しているからであり、またあのように多くの人々の前での侮辱が並大抵ではなく私にこたえたからだ。そして私は、君たちも同等に不当な扱いを受けたと考えている。なぜなら、もし我々が交わりを結んで以来、一人の人間となり、同じことに悲しみ同じことに喜ぶように生きているならば、我々の各々にその不名誉の三分の一が分け前として帰するからだ」「それだけではない、」とロンカテスが言葉を挟んだ、「お前がそのような目に遭った以上、我々の各々が全き形で侮辱されたのだ」トクサリス:「それでは、」とマケンテスが言った、「我々は現状にどう対処すべきだろうか」「役割を分け合おう」とロンカテスが言った、「そして私自身は、アルサコマスにレウカノルの首を届けることを約束しよう。君は花嫁を彼のもとへと連れ戻さねばならぬ」「そうすることにしよう」と彼が言った。 「だがアルサコマスよ、その間――というのも、この後には軍勢と戦いが必要となる蓋然性が高いからだ――君はここで我らを待ちつつ、武器や馬、その他できる限り多くの戦力を糾合し準備せよ。君自身が優れた人物であり、また我らにも少なくない親族がいるのだから、特に君が牛の皮の上に座るならば、きわめて容易に多くの者を引き入れられるはずだ」こうして方針が決まり、ロンカテスは身一つでそのまま直ちにボスポロスへと向かい、マケンテスはマクリュエス人のもとへと向かった。二人はいずれも騎馬であった。一方、アルサコマスは故郷にとどまり、同輩たちと語り合い、親族から兵力を整え、ついには牛の皮の上にも座った。
Τόξαρις τὸ δὲ ἔθος ἡμῖν τὸ περὶ τὴν βύρσαν οὕτως ἔχει· ἐπειδὰν ἀδικηθείς τις πρὸς ἑτέρου, ἀμύνασθαι βουλόμενος, ἴδῃ καθʼ ἑαυτὸν οὐκ ἀξιόμαχος ὤν, βοῦν ἱερεύσας τὰ μὲν κρέα κατακόψας ἥψησεν, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν κάθηται ἐπʼ αὐτῆς, εἰς τοὐπίσω παραγαγὼν τὼ χεῖρε ὥσπερ οἱ ἐκ τῶν ἀγκώνων δεδεμένοι. καὶ τοῦτό ἐστιν ἡμῖν ἡ μεγίστη ἱκετηρία. παρακειμένων δὲ τῶν κρεῶν τοῦ βοὸς προσιόντες οἱ οἰκεῖοι καὶ τῶν ἄλλων ὁ βουλόμενος μοῖραν ἕκαστος λαβὼν ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα2 ὑπισχνεῖται κατὰ δύναμιν, ὁ μὲν πέντε ἱππέας παρέξειν ἀσίτους καὶ ἀμίσθους, ὁ δὲ δέκα, ὁ δὲ πλείους, ὁ δὲ ὁπλίτας ἢ πεζοὺς ὁπόσους ἂν δύνηται, ὁ δὲ μόνον ἑαυτόν, ὁ πενέστατος. ἀθροίζεται οὖν ἐπὶ τῆς βύρσης πολὺ πλῆθος ἐνίοτε, καὶ τὸ τοιοῦτο σύνταγμα βεβαιότατόν τέ ἐστι συμμεῖναι καὶ ἀπρόσμαχον τοῖς ἐχθροῖς ἅτε καὶ ἔνορκον ὄν· τὸ γὰρ ἐπιβῆναι τῆς βύρσης ὅρκος ἐστίν. ὁ μὲν οὖν Ἀρσακόμας ἐν τούτοις ἦν, καὶ ἠθροίσθησαν αὐτῷ ἱππεῖς μὲν ἀμφὶ τοὺς πεντακισχιλίους, ὁπλῖται δὲ καὶ πεζοὶ συναμφότεροι δισμύριοι.
トクサリス:ところで、我々における牛の皮に関する習俗は次のようになっている。誰かが他者から不正を受け、報復を欲しながらも自分一人では戦うに十分でないと悟ったとき、牛を生贄に屠り、その肉を切り刻んで煮る。そして自らはその皮を地面に広げてその上に座り、両肘を後ろで縛られた者のように両手を背後に回すのである。そしてこれこそが我々にとって最大の嘆願の儀礼なのである。牛の肉が傍らに置かれている中、親族やその他の希望者が進み出て、各自が分け前を取って右足を皮の上に踏み入れ、自らの力に応じて誓約する。ある者は無給・自弁の騎兵五騎を提供すると約し、ある者は十騎、ある者はそれ以上、ある者は可能なかぎり多くの重装歩兵や歩兵を、そして最も貧しい者はただ自分一人を提供すると約すのである。それゆえ皮の上には時に大軍勢が集結し、そのような部隊は互いに結束を保つ上で最も堅固であり、敵にとっても抗しがたいものとなる。なぜなら誓いを立てているからである。皮を踏むことそれ自体が誓いなのである。 アルサコマスはまさにこのことに従事しており、彼のもとには騎兵がおよそ五千、重装歩兵と歩兵が合わせて二万集結したのである。
- 46τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν τῆς ἀτιμίας
非人称動詞 μέτεστί τινί τινος(〜に…の分け前がある)の未完了過去形 μετῆν に主格補語相当の 中性対格/主格名詞句 τὸ τρίτον(三分の一)が組み合わされた構文。ἑκάστῳ ἡμῶν(与格)が「我々の各々に」、τῆς ἀτιμίας(部分の属格)が「その不名誉の」を表し、「その不名誉の三分の一が我々の各々の分け前となる」の意を成す。
- 48ἐπιβὰς τῇ βύρσῃ τὸν δεξιὸν πόδα
複合動詞 ἐπιβαίνω(〜の上に踏み入る)は通常与格支配(τῇ βύρσῃ)を伴うが、ここでは身体部位を表す対格 τὸν δεξιὸν πόδα(右足を)が結合している。この対格は「右足を踏み入れる」という内的・手段的対格、あるいは限定の対格(いわゆるギリシア語対格)として解釈され、与格 τῇ βύρσῃ は前置詞 ἐπί に由来する着地点を示している。
