- 底本
- Lucian, Vol. 5. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1936 (printing).
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg043.humanitext-grc2:1-5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
アポロンとゼウスがペレグリノスの焼身自殺について語り合っているところへ、偽の哲学者たちの悪行に苦しみ逃れてきたフィロソフィアが涙ながらに現れ、自らの不当な扱いを訴える。
Ἀπόλλων ἀληθῆ ταῦτά φασιν, πάτερ, ὡς ἐμβάλοι τις φέρων αὑτὸν εἰς τὸ πῦρ κατέναντι Ὀλυμπίων, ἤδη πρεσβύτης ἄνθρωπος, οὐκ ἀγεννὴς θαυματοποιὸς τὰ τοιαῦτα; ἡ Σελήνη γὰρ ἡμῖν διηγεῖτο, αὐτὴ ἑωρακέναι καιόμενον λέγουσα. Ζεύς καὶ πάνυ ἀληθῆ, ὦ Ἄπολλον· ὡς μή ποτε γενέσθαι ὤφελεν.1 Ἀπόλλων οὕτω χρηστὸς ὁ γέρων ἦν καὶ ἀνάξιος ἐν πυρὶ ἀπολωλέναι; Ζεύς καὶ τοῦτο μὲν ἴσως· ἀλλʼ ἐγὼ πολλὴν τὴν ἀηδίαν μέμνημαι ἀνασχόμενος τότε ὑπὸ κνίσης πονηρᾶς, οἵαν εἰκὸς ἀποφέρεσθαι ὀπτωμένων ἀνθρωπείων σωμάτων. εἰ γοῦν μὴ εἰς τὴν Ἀραβίαν ὡς εἶχον εὐθὺς ἀπιὼν ᾠχόμην, ἀπολώλειν ἄν, εὖ ἴσθι, ἀτοπίᾳ τοῦ καπνοῦ· καὶ ὅμως ἐν τοσαύτῃ εὐωδίᾳ καὶ ἀφθονίᾳ τῶν ἀρωμάτων καὶ ἐν λιβανωτῷ παμπόλλῳ μόλις αἱ ῥῖνες ἐπιλαθέσθαι μοι καὶ ἀπομαθεῖν ἤθελον τὴν κηλῖδα ἐκείνην τῆς ὀσμῆς, ἀλλὰ καὶ νῦν ὀλίγου δέω ναυτιᾶν2 ὑπομνησθεὶς αὐτῆς.
アポロン:父上、オリンピアで、ある高齢の男が自ら進んで火の中に身を投じたというのは本当の話なのですか。品格のないわけではない奇術師がそのようなことをしたと?セレネが我々にそのことを語り、自分が彼が燃えるのを目撃したと言っておりました。 ゼウス:アポロンよ、全くもって本当だ。それが決して起こらなければよかったのだが。 アポロン:その老人は、それほどまでに善良で、火の中で死ぬには惜しい人物だったのですか。 ゼウス:あるいはそうかもしれない。だが、私はそのとき、焼かれる人間の肉から立ち上るのが当然であるような、あの不快な悪臭に耐え忍ばされたことの、激しい不快感を覚えているのだ。もし私が直ちにそのままアラビアへと立ち去らなかったなら、よく知っておくがよい、あの煙のひどさのために私は死んでいただろう。これほど多くの香気と豊かな香料、大量の乳香の中にありながら、私の鼻はあの不快な臭いの痕跡をようやくにして忘れ去り、洗い流すことができたのだ。しかし今でも、それを思い出しただけで、私はもう少しで吐き気を催すところだ。
Ἀπόλλων τί δὲ βουλόμενος, ὦ Ζεῦ, τοιαῦτα εἴργασται ἑαυτόν; ἢ τί τὸ ἀγαθόν, ἀπανθρακωθῆναι ἐμπεσόντα εἰς τὴν πυράν; Ζεύς τοῦτο μὲν οὐκ ἄν, ὦ παῖ, φθάνοις καὶ Ἐμπεδοκλεῖ πρὸ αὐτοῦ ἐγκαλῶν,3 ὃς ἐς τοὺς κρατῆρας ἥλατο καὶ αὐτὸς ἐν Σικελίᾳ. Ἀπόλλων μελαγχολίαν τινὰ δεινὴν λέγεις. ἀτὰρ οὗτός γε τίνα ποτὲ ἄρα τὴν αἰτίαν ἔσχε τῆς ἐπιθυμίας; Ζεύς αὐτοῦ σοι λόγον ἐρῶ ὃν ἔλεξε πρὸς τὴν πανήγυριν, ἀπολογούμενος πρὸς αὐτοὺς ὑπὲρ τῆς τελευτῆς.
アポロン:ゼウスよ、彼は何を望んで自分にそのようなことをしたのですか。あるいは、薪の山に飛び込んで灰になることに、いかなる善いことがあるというのですか。 ゼウス:子よ、それなら、彼より前にシケリアで自ら火口に身を投じたエンペドクレスをも非難せざるを得ないだろう。 アポロン:恐ろしい鬱病のようなものですね。しかし、いったい彼はどのような理由でそのような望みを抱いたのですか。 ゼウス:彼が祝祭の集まりにおいて、己の死について弁明するために語った彼の言葉を、お前に話して聞かせよう。
Ζεύς ἔφη γάρ, εἴ γε μέμνημαι — ἀλλὰ τίς αὕτη σπουδῇ πρόσεισι τεταραγμένη καὶ δακρύουσα, πάνυ ἀδικουμένῃ ἐοικυῖα; μᾶλλον δὲ Φιλοσοφία ἐστίν, καὶ τοὔνομά γε τοὐμὸν ἐπιβοᾶται σχετλιάζουσα. τί, ὦ θύγατερ, δακρύεις; ἢ τί ἀπολιποῦσα τὸν βίον ἐλήλυθας; ἆρα μὴ οἱ ἰδιῶται αὖθις ἐπιβεβουλεύκασί σοι ὡς τὸ πρόσθεν, ὅτε τὸν Σωκράτην ἀπέκτειναν ὑπὸ Ἀνύτου κατηγορηθέντα, εἶτα φεύγεις διὰ τοῦτο αὐτούς; Φιλοσοφία οὐδὲν τοιοῦτον, ὦ πάτερ, ἀλλʼ ἐκεῖνοι μέν, ὁ πολὺς λεώς, ἐπῄνουν καὶ διὰ τιμῆς ἦγον, αἰδούμενοι καὶ θαυμάζοντές με καὶ μονονουχὶ προσκυνοῦντες, εἰ καὶ μὴ σφόδρα ξυνίεσαν ὧν λέγοιμι. οἱ δέ — πῶς ἂν εἴποιμι; — οἱ ξυνήθεις καὶ φίλοι φάσκοντες εἶναι καὶ τοὔνομα τοὐμὸν ὑποδυόμενοι, ἐκεῖνοί με τὰ δεινότατα εἰργάσαντο.
ゼウス:彼が言うには、もし私の記憶が確かであれば――だが、取り乱し涙を流しながら、ひどく不当な扱いを受けたかのように急いでこちらへ近づいて来るあの女性は誰だ。いや、むしろフィロソフィアだ。そして私の名前を叫んで嘆いている。娘よ、なぜ泣いているのだ。あるいは、なぜ人間界を去ってここへ来たのだ。まさか、かつてアニュトスに告発されてソクラテスが殺されたときのように、またしても凡俗な者たちが汝に対して陰謀を企て、そのために汝は彼らから逃れてきたというのか。 フィロソフィア:父上、そのようなことではありません。彼ら、すなわち多くの民衆は、私の語ることを十分に理解していなかったとしても、私を敬い、尊び、私を敬慕し、ほとんど拝むかのようにさえしていました。しかし――どう言えばよいのでしょう――私の親しい仲間であり、友人であると自称し、私の名を騙る者たち、彼らこそが私に最も恐ろしい苦痛を与えたのです。
Ζεύς οἱ φιλόσοφοι ἐπιβουλήν τινα ἐπιβεβουλεύκασί σοι; Φιλοσοφία οὐδαμῶς, ὦ πάτερ, οἵ γε ξυνηδίκηνταί4 μοι καὶ αὐτοί. Ζεύς πρὸς τίνων οὖν ἠδίκησαι, εἰ μήτε τοὺς ἰδιώτας μήτε τοὺς φιλοσόφους αἰτιᾷ; Φιλοσοφία εἰσίν τινες, ὦ Ζεῦ, ἐν μεταιχμίῳ τῶν τε πολλῶν καὶ τῶν φιλοσοφούντων, τὸ μὲν σχῆμα καὶ βλέμμα καὶ βάδισμα ἡμῖν ὅμοιοι καὶ κατὰ τὰ αὐτὰ ἐσταλμένοι· ἀξιοῦσι γοῦν ὑπʼ ἐμοὶ τάττεσθαι καὶ τοὔνομα τὸ ἡμέτερον ἐπιγράφονται, μαθηταὶ καὶ ὁμιληταὶ καὶ θιασῶται ἡμῶν εἶναι λέγοντες· ὁ βίος δὲ παμμίαρος αὐτῶν, ἀμαθίας καὶ θράσους καὶ ἀσελγείας ἀνάπλεως, ὕβρις οὐ μικρὰ καθʼ ἡμῶν. ὑπὸ τούτων, ὦ πάτερ, ἠδικημένη πέφευγα.
ゼウス:哲学者たちが汝に対して何か陰謀を企てたというのか。 フィロソフィア:決してそうではありません、父上。彼らこそは私とともに不当な扱いを受けているのですから。 ゼウス:それでは、凡俗の者たちも哲学者たちも非難しないとすれば、いったい誰によって不当な扱いを受けたのだ。 フィロソフィア:ゼウスよ、大衆と哲学者たちの中間に位置する者たちがいるのです。彼らは容姿や眼差し、歩き方において私たちに似ており、同じような衣服をまとっています。彼らは私の下に位置づけられることを要求し、私たちの名を掲げ、私たちの弟子であり、交際者であり、信奉者であると自称しています。しかし、彼らの生業は極めて穢れており、無知と傲慢と不節制に満ちており、私たちに対する小さからぬ侮辱となっています。父上、私はこれらの者たちによって不当に扱われ、逃れてきたのです。
Ζεύς δεινὰ ταῦτα, ὦ θύγατερ. ἀλλὰ τί μάλιστα ἠδικήκασί σε; Φιλοσοφία σκόπει, ὦ πάτερ, εἰ μικρά. σὺ γὰρ κατιδὼν τὸν βίον ἀδικίας καὶ παρανομίας μεστὸν ἅτε ἀμαθίᾳ καὶ ὕβρει ξυνόντα καὶ ταραττόμενον ὑπʼ αὐτῶν, κατελεήσας τὸ ἀνθρώπειον ὑπὸ τῇ ἀγνοίᾳ ἐλαυνόμενον ἐμὲ κατέπεμψας, ἐντειλάμενος ἐπιμεληθῆναι ὡς παύσαιντο μὲν ἀδικοῦντες ἀλλήλους καὶ βιαζόμενοι καὶ ὅμοια τοῖς θηρίοις βιοῦντες, ἀναβλέψαντες δὲ πρὸς τὴν ἀλήθειαν εἰρηνικώτερον ξυμπολιτεύοιντο. ἔφης γοῦν πρός με καταπέμπων, ἅ μὲν πράττουσιν οἱ ἄνθρωποι καὶ ὡς διάκεινται ὑπὸ τῆς ἀμαθίας, ὦ θύγατερ, καὶ αὐτὴ ὁρᾷς· ἐγὼ δέ (ἐλεῶ γὰρ αὐτούς) σέ, ἣν μόνην ἰάσασθαι ἂν τὰ γιγνόμενα οἶμαι, προκρίνας ἐξ ἁπάντων ἡμῶν πέμπω ἰασομένην.
ゼウス:それは酷いことだ、娘よ。しかし、彼らは具体的に汝にどのような不当なことをしたのだ。 フィロソフィア:父上、それが些細なことかどうか考えてみてください。あなたは人間界が不義と違法に満ち、無知と傲慢に支配されて混乱しているのを目にされ、無知に駆り立てられている人類を憐れんで私を遣わされました。そして、彼らが互いに傷つけ合い、暴力を振るい合い、獣のように生きるのをやめ、真理を仰ぎ見てより平和的に共に市民生活を送るよう配慮せよ、と命じられました。あなたは私を送り出す際、このように言われたではありませんか。 「人間たちが何を行い、無知によってどのような状態にあるかは、娘よ、汝自身も目にしている。しかし私は(彼らを憐れむがゆえに)、起きている事柄を唯一治療できると信じる汝を、我らすべての中から選んで、治療させるために送り出すのだ。」
- 1ὡς μή ποτε γενέσθαι ὤφελεν
願望を表す補助動詞 ὤφελεν(ὀφείλω の過去形)に不定法が続くことで、過去の実現しなかった事柄に対する強い希求(「〜しなければよかったのに」)を表す。ここでの ὡς は感嘆的に用いられている。
- 1ὀλίγου δέω ναυτιᾶν
ὀλίγου δέω(文字通りには「私は少しだけ欠けている」)に不定法が続くことで、「もう少しで〜するところだ」「〜しそうになる」という切迫した事態を表す慣用表現。
- 2οὐκ ἂν φθάνοις ... ἐγκαλῶν
οὐκ ἂν φθάνοις(φθάνω の希求法現在+ ἄν)に分詞が伴う慣用表現で、「(分詞の動作を)するのに早すぎることはない」から、転じて「ただちに〜すべきだ」「〜するのも無理はない」「〜するのも同様だ」という勧告や当然の帰結を表す。
- 4οἵ γε ξυνηδίκηνται
関係代名詞 ὅς に強調の小辞 γε が付いたもので、「彼らはまさに(私と)同じように不当な扱いを受けているのだから」という因果的な理由説明のニュアンスを持つ。受動完了の ξυνηδίκηνται は、主語(哲学者たち)が「フィロソフィアと共に不義を被った」状態にあることを示す。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(3 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 1 件
- 2026-09-21 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
